De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ὑμνεῖ μέντοι καὶ τὴν δεκάδι πολυπλασιαζομένην ἑβδομάδα, νυνὶ μὲν ἑβδομήκοντα φοίνικας παρὰ ταῖς πηγαῖς εἶναι λέγων, ἐν ἑτέροις δὲ πρεσβυτέρους μόνους ἑβδομήκοντα, οἷς τὸ θεῖον ἐπενεμήθη καὶ προφητικὸν πνεῦμα (Num. 11,16), καὶ πάλιν ἱερεῖα μόσχων ἑβδομήκοντα ἐν διαιρέσεσι καὶ τάξεσιν ἐναρμονίοις ἑορτῇ τῶν σκηνῶν προσαγομένων· βουθυτοῦνται γὰρ οὐκ ἀθρόοι, ἀλλ’ ἐν ἡμέραις ἑπτά, τῆς ἀρχῆς ἀπὸ τρισκαίδεκα ταύρων γενομένης (Num. 29, 13 sqq.)· οὕτως γὰρ κατὰ τὴν ἑνὸς ὑφαίρεσιν ἀεὶ μέχρι τῆς ἑβδόμης ἔμελλεν ὁ τῶν ἑβδομήκοντα συντεθεὶς ἀριθμὸς ἐκπληροῦσθαι.
παραγενόμενοι δὲ εἰς τοὺς θυρῶνας ἀρετῆς, τὰ προπαιδεύματα, καὶ θεασάμενοι πηγὰς καὶ παρ’ αὐταῖς ἔρνη φοινίκων στρατοπεδεύειν οὐ παρὰ τοῖς φυτοῖς ἀλλὰ παρὰ τοῖς ὕδασι λέγονται. διὰ τί; ὅτι φοίνικι μὲν καὶ ταινίαις οἱ παντελοῦς ἀρετῆς ἐπιφερόμενοι τὰ ἆθλα κοσμοῦνται, οἱ δὲ ἔτι ἐγχορεύοντες τοῖς προπαιδεύμασιν [*](3 ἅπασαν Η 5 παρανέβλαστον G: παρενέβλαστον Η 6 Αἰλὶμ G: Αἰλεὶμ H, sed αι ex corr. H2 Ἐλὶμ G Ἑλεὶμ Η1): Αἰλεὶμ Η2 ἤσαν G2: om. G1H 8 Ἐλἰμ G Ἐλεὶμ H1): Αἰλεὶμ H2 9 οἰκίας G2: οἰκίαι G1 ut vid., οἰκιῶν H 13 καὶ codd.: καὶ τἀς v 14 Μωσῆς codd. 18 μὲν in ras. H2: δὲ G(H1?) 21 μόσχων G: μόσχους H 21. 22 διαιρέσει H 22 προσαγομένων] post ο spatium 4 litt. in H 23 ἀλλὰ G 27. 28 ἔρνη — alt. τοῖς om. G 30 περιφερόμενοι coni. Mang., ἀποφερόμενοι Cohn, φερόμενοι conicio 30—151,6 κοσμοῦνται —ἀμφότεροι in mg. H2 ἐγχορεύοντες Mang.: χορεύοντες codd.)
τοιαῦται μέν εἰσιν αἱ παιδείας τῆς μέσης πηγαί, τὴν δ’ ἀφροσύνης ἐπισκεψώμεθα, περὶ ἧς λελάληκεν ὁ νομοθέτης ὧδε· „ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψε, καὶ αὕτη ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολοθρευθήτωσαν ἀμφότεροι“ (Lev. 20,18)·
γυναῖκα τὴν αἴσθησιν καλεῖ, νοῦν ἄνδρα αὐτῆς ὑποτιθέμενος. ἀποκάθηται δὲ αἴσθησις, ὅπερ ἐστὶν ἀπωτάτω καθέζεται, ὅταν νοῦν ἀπολιποῦσα, τὸν γνήσιον ἄνδρα, ἐφιδρύηται τοῖς δελεάζουσι καὶ φθείρουσιν αἰσθητοῖς καὶ ἐρωτικῶς ἑκάστοις ἐμπλέκηται· τότ’ οὖν εἰ πρὸς ὕπνον τράποιτο ὁ νοῦς, ἐγρηγορέναι δέον, „τὴν πηγὴν“ τῆς αἰσθήσεως „ἀπεκάλυψεν“ αὑτὸν — αὐτὸς γὰρ ἦν, ὥσπερ ἔφην, ἡ αἰσθήσεως πηγή —, τοῦτο δέ ἐστιν ἄστεγον καὶ ἀτείχιστον καὶ εὐεπιβούλευτον κατεσκεύασεν ἑαυτόν.
οὐ μὴν ἀλλὰ κἀκείνη „ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς“· ῥέουσα γὰρ πᾶσα αἴσθησις πρὸς τὸ ἐκτὸς αἰσθητὸν ἐπικαλύπτεται μὲν καὶ στέλλεται διακρατουμένη λογισμῷ, καταλείπεται δὲ ἔρημος χηρεύσασα ἡγεμόνος ὀρθοῦ· κακὸν δὲ βαρύτατον ὡς πόλει τὸ ἀτείχιστον, καὶ ψυχῇ τὸ ἀφύλακτον. πότ’ οὖν ἀφύλακτος γίνεται;