Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

παθοῦσα δ’ ὡς ἄφρων καὶ νήπιος παῖς ἔμαθον, ὡς ἄμεινον ἦν ἄρα πάντων μὲν τούτων ὑπεξελθεῖν, ἑκάστου δὲ τὰς δυνάμεις ἀναθεῖναι θεῷ τῷ καὶ τὸ σῶμα σωματοῦντι καὶ πηγνύντι καὶ τὴν αἴσθησιν αἰσθάνεσθαι παρασκευάζοντι καὶ τῷ λόγῳ τὸ λέγειν ὀρέγοντι.

τὸν αὐτὸν δὴ τρόπον ὅνπερ τῶν ἄλλων ὑπεξελήλυθας, ὑπέξελθε καὶ μετανάστηθι σεαυτῆς. τί δὲ τοῦτό ἐστιν; μὴ ταμιεύσῃ τὸ νοεῖν καὶ διανοεῖσθαι καὶ καταλαμβάνειν σεαυτῇ, φέρουσα δὲ καὶ ταῦτα ἀνάθες τῷ τοῦ νοεῖν ἀκριβῶς καὶ καταλαμβάνειν ἀνεξαπατήτως αἰτίῳ.

[*](1 κλῆρος οὕτος Pap; κληρονόμος οὗτος (οὕτω P2) GHP, τὸ γενέσθαι τῶν οὕτω OAB, τὸ γενέσθαι τῶν θείων add. mg. P2 μετανιστασαι Pap 2 τὰ νοητὰ δεδιδαγμένοις Pap: δεδιδαγμένοις τὰ νοητὰ codd. 3 ἐνηχοῦσα OAB φάσκεις OAB μετῳκισάμην Pap G: μετωκησάμην ceteri σαρκικῆς G 4 ηδηι Pap: δὴ codd. ποτε τ’ αἰσθητὰ Pap μὴ scripsi: τὰ Pap codd., μὴ τὰ Mang. 5 ἐφαντασιώθη OGL καταγνοὺς B αὐτῆς τῶν Pap GHP: αὐτῶν OAB 5 — 7 κριτηρίων — κρινομένων om. OAB 6 υποπεπλησμενων Pap: ὑπὸ πυβελησμένων G. ὑποπεπληρωμένων ceteii 8 μέσης] μέρους L 8 εὐτρεπισμένον Pap μετανέστη G, post μετανέστην add. ἁρπάσασα τὴν ἀλήθειαν OAB 10 ἑαυτόν] αὐτοῦ Pap 11 ὅπερ couicio 11. 12 καίτοι σφαλλόμενος περι(ελαλει κ)αι περιερρι Pap: τοιγαροῦν περιέρρει τοῖς σφαλλομένοις καὶ περιελάλει GHP, τοιγαροῦν περιῄει τοὺς σφαλλομένους καὶ περιελάλει OAB τ 12 κοινότητας OAB, κοινότητα H1, κοινο P 12. 13 τὰς ὑποκειμένας τῶν ἰδιοτήτων OAB 13 τρανεῖ Pap 14 ἔμαθον Pap: ἔγνων codd. τούτων om. Pap 15 τὸ Pap: om. codd. σῶμα om. AB 17 τῷ om. G τό] τῶ GH1(P1) 18 ἐξελήλυθας G ὑπέξελθε Pap: ὑπέκστηθι codd. σεαυτῆς Pap G: καὶ σεαυτῆς Η2, ἀφ’ ἑαυτῆς OAB, ἀπ’ αὐτῆς P(H1) ἐστι τοῦτο codd. 20 ἀνάθες Pap: ἀνάθου codd. τω του Pap: τὸ G, τῶ ceteri)
v.3.p.18

Τὴν δὲ ἀνάθεσιν δέξεται τῶν πανιέρων τεμενῶν τὸ ἁγιώτερον· δύο γὰρ ἔοικε συστῆναι, τὸ μὲν νοητόν, τὸ δ’ αἰσθητόν. αἰσθητῶν μὲν οὖν φύσεων ὁ κόσμος οὗτος, ἀοράτων δ’ ὡς ἀληθῶς ὁ νοητὸς τὸ πάνθειόν ἐστιν.

ὅτι δ’ ὁ ὑπεξελθὼν ἐξ ἡμῶν νοητῶν καὶ γλιχόμενος ὀπαδὸς εἶναι θεοῦ τοῦ φύσεως ἀοιδίμου πλούτου κληρονόμος ἐστί, μαρτυρεῖ λέγων· „ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν· ἀνάβλεψον εἰς τὸν οὐρανόν“ (Gen. 15,5), ἐπειδήπερ οὗτος ὁ τῶν θείων θησαυρὸς ἀγαθῶν — „ἀνοίξαι γάρ σοι“ φησί „κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν“, (Deut. 28, 12), ἐξ οὗ δὴ τὰς τελεωτάτας εὐφροσύνας ὁ χορηγὸς ἀδιαστάτως ὕει —· „ἀνάβλεψον“ δὲ εἰς ἔλεγχον τοῦ τυφλοῦ τῶν ἀγελαίων ἀνθρώπων γένους, ὃ βλέπειν δοκοῦν πεπήρωται.

πῶς γὰρ οὐ πεπήρωται, ὅτε κακὰ μὲν ἀντ’ ἀγαθῶν, αἰσχρὰ ἀντὶ καλῶν, ἄδικα ἀντὶ δικαίων καὶ πάθη μὲν ἀντ’ εὐπαθειῶν, θνητὰ δὲ ἀντ’ ἀθανάτων ᾕρηται καὶ νουθετητὰς μὲν καὶ σωφρονιστάς, ἔτι δὲ ἔλεγχον καὶ παιδείαν ἀποδιδράσκει, κόλακας δὲ καὶ τοὺς πρὸς ἡδονὴν λόγους ἀργίας καὶ ἀμαθίας καὶ θρύψεως δημιουργοὺς ἀποδέχεται;

μόνος οὖν βλέπει ὁ ἀστεῖος, οὗ χάριν καὶ τοὺς προφήτας ὠνόμασαν οἱ παλαιοὶ ὁρῶντας (I Reg. 9, 9). ὁ δὲ ἔξω προεληλυθὼς οὐ μόνον ὁρῶν, ἀλλὰ καὶ θεὸν ὁρῶν προσερρήθη, Ἰσραήλ [ὅς ἐστι θεὸν ὁρῶν]. οἱ δέ, κἄν ποτε τοὺς ὀφθαλμοὺς διοίξωσι, πρὸς γῆν ἀπονενεύκασι τὰ γήινα μετιόντες καὶ τοῖς ἐν Ἅιδῃ συντρεφόμενοι. [*](1 δέξεται Pap: δέχεται codd. ἁγιώτερον Pap: ἁγνότερον codd. 2 νοητῶν et αἰσθητῶν OAB αἰσθήσεων μὲν H(P1) 3 κόσμος—ὁ om. Α δὲ codd. 3. 4 τὸ πάνθειον Pap: τὸ πᾶν θεῖον GP1H1, οὗ τό πᾶν θεῖον ’-’, τὸ πανδοχεῖον H2 4 δὲ codd. ὁ Pap Η2: om. ceteri ἐξελθὼν Pap ἔξω γηίνων καὶ ἐφιέμενος νοητῶν coni. Cohn νοητῶν Pap: 5 τοῦ] τῆς OABPH1 εστιν Pap ὁ ὁ λέγων Η2 (Pap?) δὲ Pap: om. codd. 8 γὰρ Pap: om. codd. φησιν Pap τὸν ἀγαθὸν) Pap: τῶν ἀγαθῶν codd. 9 τελεωτάτους G 10 δὲ Pap: om. codd., δὴ conicio 11 οὐ om. PH1 12 ὅτε scripsi: ὅταν Pap et codd. ἀντὶ codd. (αισχρα αντι) κάλων Pap: ὁρᾶ OABP2, om. GHP1 αδ(ικα αντι δικαιω)ν Pap: δὲ δικαίων ἀδίκημα PH1, ἀντὶ δὲ δικαίων ἄδικα ceteri 13 εὐπαθεῖν G αντ’] ἀντὶ codd. ηιρηται Pap: om. codd. 14 ἀποδιδράσκει ABPH1 (Pap?): ἀποδιδράσκῃ OGH2 15 τοὺς om. OAB λόγους om. Η ἀργίας—θρύψεως om. OAB 16 δημιουργοὺς Pap: om. codd., sed καὶ τοὺς πρὸς λόγους G, καὶ τοὺς πρὸς ἡδονὴν λόγους H1P hic repetunt ἀποδέχηται H2 ὁ ἀστεῖος οὖν μόνος βλέπει OAB, μόνος οὑν ὁ ἀστεῖος βλέπει conicio, quod potest habuisse Pap, in qua solae litterae μον legi possunt 19 ὁμορῶν seclusi ἐστιν codd.: om. Pap θέον ὄρων Pap: ὁρῶν θεόν ceteri καὶ ἂν) Pap διοίξωσι scripsi: Pap?, iitterarum numerus convenit, διανοίξωσι ΑΒ, αὐτῶν διανοίξωσι Ο, διοίξειε G, διοίξειαν HP 20 Ἅιδη codd. (Pap?): ὕλῃ Turn., ὕλαις coni. Mang. συντρεχόμενοι OAB)

v.3.p.19
ὁ μὲν γὰρ ἀνατείνει τὰς ὄψεις πρὸς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους,

πεπαίδευται δὲ καὶ εἰς τὸ μάννα ἀφορᾶν, τὸν θεῖον λόγον, τὴν οὐράνιον ψυχῆς φιλοθεάμονος ἄφθαρτον τροφήν, οἱ δὲ πρὸς τὰ κρόμμυα καὶ τὰ σκόρδα, τὰ περιοδυνῶντα τὰς κόρας καὶ κακοῦντα καὶ καταμύειν ποιοῦντα, καὶ τὰς ἄλλας πράσων καὶ νεκρῶν ἰχθύων δυσοδμίας, οἰκείας Αἰγύπτου τροφάς.

„ἐμνήσθημεν“ γάρ φασι „τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ σικύας, πέπονας, πράσα, κρόμμυα, σκόρδα· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν“ (Num. 11, 5.6).

συντείνει δὲ πρὸς ἠθοποιίαν καὶ τὸ „ἐξήγαγεν αὐτὸν ἔξω“, ὅ τινες εἰώθασιν ὑπ’ ἀμουσίας ἤθους γελᾶν φάσκοντες· εἴσω γάρ τις ἐξάγεται, ἢ ἔμπαλιν εἰσέρχεται ἔξω; ναί, φαίην ἄν, ὦ καταγέλαστοι καὶ λίαν εὐχερεῖς· ψυχῆς γὰρ τρόπους ἰχνηλατεῖν οὐκ ἐμάθετε, ἀλλὰ σωμάτων τὰς ἐν τούτοις μεταβατικὰς κινήσεις μόνας ἐρευνᾶτε. διὸ καὶ παράδοξον ὑμῖν φαίνεται εἴ τις ἐξέρχεται εἴσω ἢ εἰσέρχεται ἔξω· τοῖς δὲ Μωυσέως γνωρίμοις ἡμῖν οὐδὲν τῶν τοιούτων ἀπῳδόν ἐστιν.

ἢ οὐκ ἂν εἴποιτε, τὸν μὴ τέλειον ἀρχιερέα, ὁπότε ἐν τοῖς ἀδύτοις τὰς πατρῴους ἁγιστείας ἐπιτελεῖ, ἔνδον εἶναί τε καὶ ἔξω, ἔνδον μὲν τῷ φανερῷ σώματι, ἔξω δὲ ψυχῇ τῇ περιφοίτῳ καὶ πεπλανημένῃ, καὶ ἔμπαλίν τινα μηδὲ γένους ὄντα τοῦ ἱερωμένου θεοφιλῆ καὶ φιλόθεον ἔξω τῶν περιρραντηρίων ἑστῶτα ἐσωτάτω διατρίβειν, ἀποδημίαν ἡγούμενον ὅλον τὸν μετὰ σώματος βίον, ὁπότε δὲ δύναιτο τῇ ψυχῇ μόνῃ ζῆν, ἐν πατρίδι καταμένειν [*](1 ἀνατείνει (ανατεινειν Pap) τὰς ὄψεις Pap G: τὰς ὄψεις ἀνατείνει ceteri καὶ ουρα(νου περιο)δους, πεπαίδευται (δε καὶ εἰς) Pap supplevi (v. Prolegomena): om. 2 το μαννα ἀφορᾶν Pap: ἀφορᾶν τὸ μάννα GP(H1), ἀφορῶν τὸ μάννα ceteri τῶν θείων λόγων O τῆς ουρανι(ου) Pap οὐρανίων coni. Mang. 3 φιλοθεάμονος ψυχῆς transpos. codcl. 4 σκόρδα Pap: σκόροδα codd. περιοδυνῶντα scripsi (Pap?): περιοδυνοῦντα OG, περιδινοῦντα ABHP κακοῦντα Mang: κυκῶντα codd. (Pap?) 5 δυσωδίας G ὁ φασι Pap: φησι codd. ἐν Αἰγύπτῳ om. ΑΒ 7 καὶ Pap: τοὺς codd. σικύους HP (Pap?) κρόμμυα om. G σκορδα Pap: σκόροδα OABH, σκόρωδα G, σκόραδα P 8 εἰς Pap OAB: πρὸς GHP οἱ Pap: om. codd. ἡμῶν om. Pap 10 εἰωθόσι post ἤθους transpos. codd. ὑπὸ codd. 11 ἔξαγεν Pap εἰσάγεται conicio φαίην Pap: ἔφην GHP, φήσοι τις O, φήσῃ τις AB 13 τὰς] τά G τούτοις] τόποις coni. Mang. μόνος G εραυναται, falso corr. in εραυνευτε Pap καὶ Pap: om. codd. 14 ἢ εἰσέρχεται ἔξω in mg. H2 et P2 15 Μωσέως codd. τῶν τοιούτων Pap: τούτων codd. 16 μὴ Pap: μὲν codd. τοῖς om. G πατρῴους GPH1 (Pap?): πατρῴας OAB, πατρίους H2 17 ἐπιτελεῖν Β 18 περιφυτὠι Pap 19 φιλοθεον Pap (Mang.): θεόφιλον codd. τῶν om. Pap 21 ὁπόθεν G δὲ om. OAB δ’ ἐδύνατο PH1 τῆι Pap: om. codd. ὲν Pap: ὡς ἐν OBGHP, καὶ cb; ἐν Α)

v.3.p.20
ὑπολαμβάνοντα;

καὶ γὰρ φλιᾶς μέν ἐστιν ἔξω πᾶς ἄφρων, κἂν συνημερεύων μηδ’ ἀκαρὲς ἀπολείπηται, εἴσω δὲ πᾶς σοφός, κἂν μὴ μόνον χώραις ἀλλὰ καὶ μεγάλοις κλίμασι γῆς διῳκισμένος τυγχάνῃ· κατὰ δὲ Μωυσῆν οὕτως ὁ φίλος ἐγγύς ἐστιν, ὥστε ἀδιαφορεῖ ψυχῆς· λέγει γάρ·

„ὁ φίλος, ὁ ἴσος τῇ ψυχῇ σου“ (Deut. 13, 6). καὶ ὁ ἱερεὺς μέντοι „ἄνθρωπος οὐκ ἔσται κατ’ αὐτὸν ὅταν εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ“ (Lev. 16,17), οὐ σωματικῶς, ἀλλὰ ταῖς κατὰ ψυχὴν κινήσεσιν. ὁ γὰρ νοῦς, ὅτε μὲν καθαρῶς λειτουργεῖ θεῷ, οὐκ ἔστιν ἀνθρώπινος, ἀλλὰ θεῖος· ὅτε δὲ ἀνθρωπίνῳ τινί, τέτραπται καταβὰς ἀπ’ οὐρανοῦ, μᾶλλον δὲ πεσὼν ἐπὶ γῆν ἐξέρχεται, κἂν ἔτι μένῃ τὸ σῶμα ἔνδον αὐτῷ.