Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ὀρθότατα οὖν εἴρηται· „ἐξήγαγεν αὐτὸν ἔξω“ τῶν κατὰ τὸ σῶμα δεσμωτηρίων, τῶν κατὰ τὰς αἰσθήσεις φωλεῶν, τῶν κατὰ τὸν ἀπατεῶνα λόγον σοφιστειῶν, ἐπὶ πᾶσιν αὐτὸν ἐξ ἑαυτοῦ καὶ τοῦ δοκεῖν αὐτεξουσίῳ καὶ αὐτοκράτορι γνώμῃ νοεῖν τε καὶ καταλαμβάνειν.
Προαγαγὼν δὲ αὐτὸν ἔξω φησίν· „ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, ἐὰν δυνηθῇς ἐξαριθμῆσαι αὐτούς. οὕτως ἔσται τὸ σπέρμα σου“ (Gen. 15, 5). παγκάλως εἶπεν „οὕτως ἔσται“, ἀλλ’ οὐ τοσοῦτον, τοῖς ἄστροις ἰσάριθμον. οὐ γὰρ τὸ πλῆθος αὐτὸ μόνον, ἀλλὰ καὶ μυρία ἄλλα τῶν εἰς εὐδαιμονίαν ὁλόκληρον καὶ παντελῆ βούλεται παρεμφῆναι.
οὕτως οὖν ἔσται, φησίν, ὡς ἔχει τὸ [*](1 ὑπολαμβάνοντα scripsi: ὑπολαμβάνειν Pap GHP, ὑπολαμβάνει OAB φλιᾶς ΑΒ (Hoescbel ad Phrynicbum, v. Lobeck p. 259): φιλίας Pap (?) et ceteri 2 ἀπολίπηται GHP δὲ om. GHP 3 διωκισάμενος A, διωκησάμενος Β, διωκισμοῖς G τυγχάνῃ Turn.: τυγχάνοι Pap et codd. δέ om. Pap 4 MioCTJv codd. οὕτως ο φίλος Pap: ὁ φίλος οὕτως OABG, ὁ φάος οὖτος HP ἀδιαφορεῖν OAB ὁ ἔστι codd.: εστιν Pap ὅταν om. Ο ἕως] ὡς Pap 7 ἐξέλθοι ΑΒ σωματικῶς Par OHP: σωματικαῖς ABG 8 ὅταν Pap καθαρὸς Pap 9 ἀλλὰ] ἀλλ' ἡ GHP ἀπ’] ἐξ OAB 10. 11 ἔνδον Pap Η2· ἐνδεῖ ceteri 12 τῶν κατας Pap 13 post δοκεῖν add. δίκην G 14 καὶ αὐτοκράτορι γνώμηι Pap: γνώμη καὶ αὐτοκράτορι codd. 15 προσαγαγὼν OAB αὐτὸν om. Pap 16. 17 τοὺς—alterum ουτω)ς] 9 litterae evanidae, tum, ut vid., 3 lineae exciderunt, tum 4 litterae evanidae in Pap 16 αστηρας Pap ἐξαριθμῆσαι ex LXX Turn.: τοῦ ἀριθμῆσαι codd. N 18 post οὕτως ἔσται add. τὸ σπέρμα σου v 18 ἀριθμὸν Pap 18. 19 το πληθος αυτο Pap: αὐτὸ (αὖ Α) τὸ πλῆθος codd., αὐτό πλῆθος N 19 μύρια ἄλλα Pap: ἄλλα codd. N ὁλόκληρα OAB 20 παρεμφῆναι GHP1N: παραπεμφθῆναι OABP2, παρεμφαίνειν Pap (?) v) [*](6 sqq. ἄνθρωπος ad sacerdotem refert et mystica ratione eadem interpretatur Orig. Homil. in Lev. IX 11 p. 244. 15—21,15 προαγαγὼν—σβέννυσθαι N fol.)
βούλεται γὰρ ἀντίμιμον οὐρανοῦ, εἰ δὲ χρὴ καὶ προσυπερβάλλοντα εἰπεῖν, οὐρανὸν ἐπίγειον ἀποφῆναι τὴν τοῦ σοφοῦ ψυχὴν ἔχουσαν ἐν ἑαυτῇ καθάπερ ἐν αἰθέρι καθαρὰς φύσεις, τεταγμένας κινήσεις, χορείας ἐμμελεῖς, θείας περιόδους, ἀρετῶν ἀστεροειδεστάτας καὶ περιλαμπεστάτας αὐγάς. εἰ δ’ ἀμήχανον αἰσθητῶν ἀστέρων ἀριθμὸν εὑρεῖν, πῶς οὐχὶ μᾶλλον νοητῶν;
ἐφ’ ὅσον γὰρ οἶμαι τὸ κρῖνον τοῦ κρίνοντος ἄμεινον ἢ χεῖρον — νοῦς μὲν γὰρ ἄμεινον αἰσθήσεως, διανοίας δὲ ἀμβλύτερον αἴσθησις —, ἐπὶ τοσοῦτον καὶ τὰ κρινόμενα διενήνοχεν· ὥστε μυρίῳ πλήθει τὰ νοητὰ τῶν αἰσθητῶν ὑπερβάλλειν. τοῦ γὰρ ψυχῆς ὄμματος βραχυτάτη μοῖρα οἱ κατὰ τὸ σῶμα ὀφθαλμοί· τὸ μὲν γὰρ ἔοικεν ἡλίῳ, λυχνούχοις δὲ οὗτοι μελετῶσιν ἐξάπτεσθαι τε καὶ σβέννυσθαι.
Ἀναγκαίως οὖν ἐπιλέγεται „ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15, 6) πρὸς ἔπαινον τοῦ πεπιστευκότος. καίτοι, τάχα ἄν τις εἴποι, τοῦτ’ ἄξιον ἐπαίνου κρίνετε; τίς δὲ οὐκ ἄν τι λέγοντι καὶ ὑπισχνουμένῳ θεῷ προσέχοι τὸν νοῦν, κἂν εἰ πάντων ἀδικώτατος καὶ ἀσεβέστατος ὢν τυγχάνοι;
πρὸς ὃν ἐροῦμεν· ὦ γενναῖε, μὴ ἀνεξετάστως ἢ τὸν σοφὸν ἀφέλῃ τὰ πρέποντα ἐγκώμια ἢ τοῖς ἀναξίοις τὴν τελειοτάτην ἀρετῶν, πίστιν, μαρτυρήσῃς ἢ τὴν ἡμετέραν περὶ τούτων γνῶσιν αἰτιάσῃ.
βαθυτέραν γὰρ εἰ βουληθείης ἔρευναν καὶ μὴ σφόδρ’ ἐπιπόλαιον ποιήσασθαι, σαφῶς γνώσῃ, ὅτι μόνῳ θεῷ χωρὶς ἑτέρου προσπαραλήψεως οὐ ῥᾴδιον πιστεῦσαι διὰ τὴν πρὸς τὸ θνητὸν ᾧ συνεζεύγμεθα συγγένειαν· ὅπερ ἡμᾶς καὶ χρήμασι καὶ δόξῃ καὶ ἀρχῇ καὶ φίλοις ὑγείᾳ τε καὶ ῥώμῃ σώματος καὶ ἄλλοις πολλοῖς ἀναπείθει πεπιστευκέναι. τὸ δὲ
[*](2 αἰθέρος Pap (Mang.): ἀρετῆς codd. N 2.3 αστεροειδεστατον Pap: ἀστροειδέσταταν codd. N ὁ ἐν ἑαυτῇ καθάπερ sic supplevi 13 litteras Pap: om. codd. N φύσεις N (Mang.): φάσεις Pap (?) et codd. 7 χρείας Α εὐμελεῖς OAB θείους OB 7. 8 ἀστεροειδεστάτας scripsi (Pap?): ἀστροειδεστάτας codd. N 8 καὶ—ἀμήχανον om. N 9 εὑρεῖν] ἰδεῖν G 10 κρίνοντος Mang.: κρινομένου Pap et codd. N 12 ὑπερβάλλει OA 13 το σωμα Pap N: σῶμα GH2, σώματος ceteri 14 μέλλουσιν conicio 17 καίτοι] καὶ Α 18 τοῦτο Α κρίνεται GPH1 δ’ Β τι del H2 19 προσέχειν AB 20 ὃν om. Pap ω γενναῖε μὴ Pap: μή, μή, ὦ γενναῖε codd. 21 τελειότητα Ο, τελεωτάτην GHP 22 μαρτυρήσεις BGHP γνῶσιν αἰτιάσῃ om. OAB 23 εραυναν Pap σφόδρα codd. 24 γνώσει Pap χορις Pap προσπαραλημψεως Pap, παραλήψεως Β, παραπλησίως Α 27 δ’ OAB)
τῶν παρ’ ἡμῖν. εὖ δὲ τὸ φάναι "λογισθῆναι τὴν πίστιν εἰς δικαιοσύνην αὐτῷ“ (Gen. 15,6)· δίκαιον γὰρ οὐδὲν οὕτως, ὡς ἀκράτῳ καὶ ἀμιγεῖ τῇ πρὸς θεὸν μόνον πίστει κεχρῆσθαι.
τὸ δὲ δίκαιον καὶ ἀκόλουθον τοῦτο τῇ φύσει παράδοξον ἐνομίσθη διὰ τὴν τῶν πολλῶν ἀπιστίαν ἡμῶν, οὓς ἐλέγχων ὁ ἱερὸς λόγος φησίν, ὅτι τὸ ἐπὶ μόνῳ τῷ ὄντι βεβαίως καὶ ἀκλινῶς ὁρμεῖν θαυμαστὸν μὲν παρ’ ἀνθρώποις, οἷς ἀγαθῶν ἀδόλων κτῆσις οὐκ ἔστιν, οὐ θαυμαστὸν δὲ παρ’ ἀληθείᾳ βραβευούσῃ, δικαιοσύνης δ’ αὐτὸ μόνον ἔργον.
„Εἶπε δὲ“ φησί „πρὸς αὐτόν· ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι" (Gen. 15, 7). τοῦτ’ οὐχ ὑπόσχεσιν μόνον, ἀλλὰ καὶ παλαιᾶς ὑποσχέσεως βεβαίωσιν ἐμφαίνει.