Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

καὶ ἐπελπίσαι τὴν παρὰ τοῦ μόνου σωτῆρος θεοῦ βοήθειαν. παγκάλως δὲ τὸν Δαμασκὸν οὐκ ἀπὸ πατρός, ἀλλ’ ἀπὸ μητρὸς τῆς Μασὲκ διασυνέστησεν, ἵνα διδάξῃ ὅτι ἡ ἔναιμος ψυχή, καθ’ ἣν ζῇ καὶ τὰ ἄλογα, τοῦ πρὸς γυναικῶν μητρῴου γένους οἰκεῖόν ἐστιν, ἄρρενος γενεᾶς ἀμέτοχον.

ἀλλ’ οὐχ ἡ ἀρετὴ Σάρρα· μόνου γὰρ τοῦ πρὸς ἀνδρῶν μεταποιεῖται, ἐκ πατρὸς τοῦ πάντων θεοῦ μόνου γεννηθεῖσα ἡ ἀμήτωρ ἀρχή· „ἀληθῶς" γάρ φησιν „ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός" (Gen. 20, 12).

Ἃ μὲν οὖν ἦν ἀναγκαῖον προακοῦσαι, διεπτύξαμεν· καὶ γὰρ εἶχεν ἀσάφειαν ἡ πρότασις αἰνιγματώδη. τί δὲ ὁ φιλομαθὴς ζητεῖ, διερμηνευτέον ἀκριβέστερον· μήποτ’ οὖν ἐστι τοιοῦτον, εἰ δύναταί τις ἐφιέμενος τῆς ἐναίμου ζωῆς καὶ μεταποιούμενος ἔτι τῶν κατ’ αἴσθησιν γενέσθαι τῶν ἀσωμάτων καὶ θείων πραγμάτων κληρονόμος.

τούτων μόνος ἀξιοῦται ὁ καταπνευσθεὶς ἄνωθεν, οὐρανίου τε καὶ θείας μοίρας ἐπιλαχών, ὁ καθαρώτατος νοῦς, ἀλογῶν οὐ μόνον σώματος ἀλλὰ καὶ τοῦ ἑτέρου ψυχῆς τμήματος, ὅπερ ἄλογον ὑπάρχον αἵματι πέφυρται, θυμοὺς ζέοντας καὶ πεπυρωμένας ἐπιθυμίας ἀναφλέγον.

πυνθάνεται γοῦν τὸν τρόπον τοῦτον· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα τὸ νοητὸν ἐκεῖνο, τὸ αὐτοδίδακτον, τὸ θεοειδές, ἆρά γε „ὁ οἰκογενής μου κληρονομήσει με“ (Gen. 15, 3), ὁ τῆς ἐναίμου ζωῆς ἔγγονος; τότε καὶ ἐπισπεύσας [*](1 του πατρὸς μου Pap: om. codd. 2 εξειλατο Pap: ἐξελέξατο G, ἐξείλετο ceteri δὲ codd. 3 ἑτέροις OG1H1P σκεδάσαι τὰς θεοσεβείας Pap: τἀς θεοσεβείας σκεδάσαι GHP, τὰς (τὰ Ο) θεοσημείας σκεδάσαι (σχεδάσαι Ο) OAB, mg. θεοσεβεῖς coni. Mang. 4 τὴν] τῆς GPH1 παρανομίαν OB 5 ἐκφυγεῖν] εὑρεῖν GPH1 ὁ θεοῦ Pap: om. codd. 7. 8 διέστησεν G, συνέστησεν OAB 8 διδάξηι Pap: δείξη codd. καιθην Pap τοῦ] τῶν Turn. 9 ἀμέτοχον Pap: ἀμέτοχος codd. 10 μεταποιεῖται Pap: μεταπεποίηται codd. 11 μόνη ΑΒ γενηθεῖσα G 14 ἣν ἀναγκαῖον Pap G: ἣν L, ἀναγκαῖον ἦν ceteri διακοῦσαι OAB 15 πρόφασις OAB αἰνιγματώδη om. Α 16 ἑρμηνευτέον Ο, διερευνητέον conicio μήποτε OAB 19 μόνος αξιουται Pap: ἀξιοῦται μόνος codd. 20 ἐπιτυχών OAB ἀλλὰ om. L 20. 21 καὶ τοῦ GHP: τοῦ OAB (Pap τοῦ vel καὶ?) 21 πέφυρται Pap: πεφύραται codd. 22 θυμοῦ ζεόντος OAB, θυμοῦ etiam PH1 23 τοῦτον Pap: om. codd., suppl. Turn. ante τὸν 23. 24 τὸ νοητὸν ἐκεῖνο τὸ αὐτοδίδακτον Pap: τὸ αὐτοδίδακτον, τὸ νοητὸν ἐκεῖνο codd. 24 το θε(οει)δες Pap: om. codd. 2.5 ἔκγονος GPH1)

v.3.p.16
ὁ θεὸς ἔφθασε τὸν λαλοῦντα, τῆς ῥήσεως προαποστείλας ὡς ἔπος εἰπεῖν διδασκαλίαν.

„εὐθὺς“ γάρ φησι „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν τῷ λέγειν· οὐ κληρονομήσει σε οὗτος“ (Gen. 15, 4), τῶν εἰς τὴν δι’ αἰσθήσεως δεῖξιν ἐρχομένων οὐδὲ εἷς· ἀσώματοι γὰρ φύσεις νοητῶν πραγμάτων εἰσὶ κληρονόμοι.

παρατετήρηται δὲ ἄκρως τὸ μὴ „εἶπεν“ ἢ „ἐλάλησεν“ φάναι, ἀλλὰ τὸ „φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν" ὥσπερ εὐτόνως ἐμβοήσαντος καὶ ἀρρήκτως ἐνηχήσαντος, ἵν’ εἰς πᾶσαν τὴν ψυχὴν διαδοθεῖσα ἡ φωνὴ μηδὲν ἔρημον ἐάσῃ καὶ κενὸν ὑφηγήσεως ὀρθῆς μέρος, ἀλλὰ πάντα διὰ πάντων ὑγιαινούσης μαθήσεως ἀναπλησθῇ.

τίς οὖν γενήσεται κληρονόμος; οὐχ ὁ μένων ἐν τῇ τοῦ σώματος εἱρκτῇ λογισμὸς καθ’ ἑκούσιον γνώμην, ἀλλ’ ὁ λυθεὶς τῶν δεσμῶν καὶ ἐλευθερωθεὶς καὶ ἔξω τειχῶν προεληλυθὼς καὶ καταλελοιπώς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αὐτὸς ἑαυτόν. „ὃς γὰρ ἐξελεύσεται ἐκ σοῦ“ φησίν, „οὗτος κληρονομήσει σε (Gen. 15, 4)“.

πόθος οὖν εἴ τις εἰσέρχεταί σε, ψυχή, τῶν θείων ἀγαθῶν κληρονομῆσαι, μὴ μόνον „γῆν,“ τὸ σῶμα, καὶ „συγγένειαν“, τὴν αἴσθησιν, καὶ "οἶκον πατρός" (Gen. 12, 1), τὸν λόγον, καταλίπῃς, ἀλλὰ καὶ σαυτὴν ἀπόδραθι καὶ ἔκστηθι σεαυτῆς, ὥσπερ οἱ κατεχόμενοι καὶ κορυβαντιῶντες βακχευθεῖσα καὶ θεοφορηθεῖσα κατά τινα προφητικὸν ἐπιθειασμόν·

ἐνθουσιώσης γὰρ καὶ οὐκέτ’ οὔσης ἐν ἑαυτῇ διανοίας, ἀλλ’ ἔρωτι οὐρανίῳ σεσοβημένης κἀκμεμηνυίας καὶ ὑπὸ τοῦ ὄντως ὄντος ἠγμένης καὶ ἄνω πρὸς αὐτὸ εἱλκυσμένης, προϊούσης ἀληθείας καὶ τἀν ποσὶν ἀναστελλούσης, ἵνα κατὰ λεωφόρου βαίνοι [*](1 ἔφθασεν Pap ἀποστείλας OAB 2 τὴν 010. OABHP φησιν Pap 3 τὼ] τὸ PH1 4 φύσεις] φύσεις εἰς G φύσεις εἰς τά τὰ om. νοητά πράγματα OAB 5 εἰπεῖν Pap ὁ ἐλάλησεν Pap: ἐλάλησεν ἄκρως codd., ἐλάλησεν αὐτῷ Mang. θεοῦ om. Pap 7 ἐμβοήσαντος καὶ scripsi: εμβοησαντος Pap, καὶ codd. —9 ἐμβοήσαντος—μαθήσεως om. L 7 ἀρρήτως AOB 8 εασηι ἔρημον Pap 10 του Pap: om. codd. 12 καταλελοιπὼς hic habet Pap: post ἑαυτὸν lin. 13 transpos. codd. 13 φησίν post γὰρ transpos. codd. 14 σε] σοι OAB 16 τὴν addidi 17 σεαυτὴν Β 18 ὥσπερ Pap O: καθώσπερ ΑΒGΗ, καθάπερ P κατεχομενοι και κορυβανθιωντες (sic) Pap: κορυβαντιῶντες καὶ κατεχόμενοι codd. 19 προφοφητικὸν L καὶ ante ἐνθουσιώσης add. ΑΒ οὐκέτι codd. 20 οὐρανίῳ] αἰωνίω OAB καὶ ἐκμεμηνυίας codd. 20. 21 καὶ ὕπο του ὄντος οντης (sic) ἠγμένης Pap: om. codd. 21 αὐτὸ scripsi: ἀυτῶ Pap, αὐτὸν GHP, αὐτὴν OAB εἱλημένης G 22 ἀλήθειαν Α) [*](4. 5 ἀσώματοι—κληρονόμοι N fol. 165v.)

v.3.p.17
τῆς ὁδοῦ, κλῆρος οὗτος. πῶς οὖν μετανίστασο τῶν προτέρων ἐκείνων,

λέγε θαρροῦσα ἡμῖν, ὦ διάνοια, ἣ τοῖς ἀκούειν τὰ νοητὰ δεδιδαγμένοις ἐνηχεῖς, ἀεὶ φάσκουσα ὅτι μετῳκισάμην τοῦ σώματος, ἡνίκα τῆς σαρκὸς ἠλόγουν ἤδη, καὶ τῆς αἰσθήσεως, ὁπότε τὰ αἰσθητὰ πάντα ὡς μὴ πρὸς ἀλήθειαν ὄντα ἐφαντασιώθην καταγνοῦσα μὲν αὐτῆς τῶν κριτηρίων ὡς νενοθευμένων καὶ δεδεκασμένων καὶ ψευδοῦς ὑποπεπλησμένων δόξης, καταγνοῦσα δὲ καὶ τῶν κρινομένων, ὡς δελεάσαι καὶ ἀπατῆσαι καὶ ἐκ μέσης τῆς φύσεως ἁρπάσαι τὴν ἀλήθειαν εὐτρεπισμένων· μετανέστην καὶ τοῦ λόγου, ἡνίκα πολλὴν ἀλογίαν αὐτοῦ κατέγνων καίτοι μετεωρίζοντος καὶ φυσῶντος ἑαυτόν.

ἐτόλμα γὰρ τόλμημα οὐ μικρόν, διὰ σκιῶν μοι σώματα, διὰ ῥημάτων πράγματα, ἅπερ ἀμήχανον ἦν, δεικνύναι· καίτοι σφαλλόμενος περιελάλει καὶ περιέρρει κοινότητι τῶν ὀνομάτων τὰς ἰδιότητας τῶν ὑποκειμένων ἀδυνατῶν ἐμφάσει τρανῇ παραστῆσαι.