Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
πρεσβύτερα μὲν οὖν ἀεὶ τὰ γεννήματα τῆς μισουμένης ἀρετῆς. ὁ δὲ Μωυσῆς, εἰ καὶ νεώτερα χρόνῳ, καὶ ταῦτα φύσει πρεσβείων ἀξιοῖ τὰ διπλᾶ διδούς, τῶν δὲ ἀφαιρῶν τὴν ἡμίσειαν. ἐὰν γὰρ γένωνται, φησίν, ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν ἀμφότεραι, μέλλων τὰ ἑαυτοῦ διανέμειν οὐ δυνήσεται πρεσβείων ἀξιῶσαι τὸν υἱὸν τῆς ἠγαπημένης, ἡδονῆς, — νέος γὰρ οὗτος, εἰ καὶ χρόνῳ πολιὸς γένοιτο —, ἀλλὰ τὸν τῆς μισουμένης φρονήσεως πρεσβύτερον ἐκ παίδων εὐθὺς ὄντα, ὡς διμοιρίαν ἀπονεῖμαι (Deut. 21, 15—17).
τὴν δὲ τροπικωτέραν τούτων ἀπόδοσιν ἐν ἑτέροις εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τῶν ἐν χερσὶ τρεψώμεθα ἐκεῖνο προϋποδείξαντες, ὅτι τῆς μισουμένης ὁ θεὸς λέγεται τὴν μήτραν διοίξας γένεσιν ἀστείων ἐπιτηδευμάτων καὶ καλῶν ἔργων ἀνατεῖλαι, τῆς φιλεῖσθαι νομιζομένης αὐτίκα στειρουμένης. [*](1 post ζωῆς add. αντηεν Pap, quod fort. ex voce ἐναντίας natum est; ἀντίπαλον coni. Cohn Μωτῆς codd. δὲ om. Pap 2 ἀκονητὶ BG ἐπίκρισιν] τὴν supra scr. G2 2. 3 τα λοιπα αγειν (sic) Pap: ἄγει τὰ λοιπὰ codd. 3 δυσὶν] δ’ ἐστὶν OAB 4 προσφυέστατα θεὶς ὀνόματα Pap: θεὶς ὀνόματα προσφυέστατα codd. 5 δὲ Pap alterum δ’ Pap OAB: om. GHP ὁ τἀναντία G, τὴν ἐναντίαν OAB 7 ὀλιγοδέειαν HP ἔτι μονωτικὸν coni. Mang. 9 ἀμαθείας OG, ἀμαθία Β ἐχθρῶν χρημτω μὲν Pap ἡδονῶν GHP (Pap?): ἡδονῆς OAB κρείττων G 10 πλούτου] τρόπον G2P2 11 post ἀεὶ add. τῆς φρονήσεως OAB, mg. P2 της μεισουμενης ἀρέτης Pap: om. codd. ὁ] οἱ Pap 12 Μούσης Pap: Μωσῆς codd. εἰ] εἰ δὲ Pap, εἰ δὴ conicio νεώ Η1, νεώτερος P καὶ ταυτα φυσει Pap: καὶ τὰ φύσει GH1P, τὰ φύσει Η2, τὰ φύσει τίμια OAB, καὶ ταῦτα ἅτε φύσει conicio, καὶ et φύσει secl. Cohn πρεσβειῶν GHP 14 ἀγαπωμένη v 15 πρεσβειῶν HP 16 οὕτως Pap 17 πολιὸς scripsi: πολιὸς Pap, ceteri γένοιτο Pap: ἐγένετο codd. φρονήσεως πρεσβύτερον Pap: πρεσβύτερον φρονήσεως GHP, πρεσβυτέρας φρονήσεως OAB 18 ως διμοιρειαν απονειμαι Pap: ὦ διμοιρίαν ἀπένειμε codtl. 19 αποδωσις Pap 20 τρεψόμεθα Pap G προσυποδειξαντες Pap 21 διανοίξας G, ἀνοίγειν OAB 21—13,1 γίνεσιν—αὐτῆς om.)
Ῥαχὴλ δὲ ἦν στεῖρα“ (Gen. 29, 31). ἆρ’ οὐχ ὅταν ἡ ψυχὴ κυοφορῇ καὶ τίκτειν ἄρχηται τὰ ψυχῇ πρέποντα, τηνικαῦτα ὅσα αἰσθητὰ στειρούμενα ἀτοκεῖ, οἷς πρόσεστιν ἡ ἐκ φιλήματος ἀλλ’ οὐχ ἡ διὰ γνησίου φιλίας ἀποδοχή;
ταύτης οὖν τῆς κατ’ αἴσθησιν ζωῆς, ἣν καλεῖ Μασέκ, υἱὸς ἕκαστος ἡμῶν ἐστι τιμῶν καὶ θαυμάζων τὴν τροφὸν καὶ τιθήνην τοῦ θνητοῦ γένους, αἴσθησιν, ἣν καὶ ὁ γήινος νοῦς, ὄνομα Ἀδάμ, ἰδὼν διαπλασθεῖσαν τὸν ἑαυτοῦ θάνατον ζωὴν ἐκείνης ὠνόμασεν. „ἐκάλεσε“ γάρ φησιν „Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ζωή,
ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων“ (Gen. 3, 20), τῶν πρὸς ἀλήθειαν τὸν ψυχῆς τεθνηκότων δήπου βίον. οἱ δὲ ζῶντες ὄντως μητέρα μὲν ἔχουσι σοφίαν, αἴσθησιν δὲ δούλην πρὸς ὑπηρεσίαν ἐπιστήμης ὑπὸ φύσεως δημιουργηθεῖσαν.
ὄνομα δὲ τοῦ γεννηθέντος ἐκ ζωῆς, ἣν ἐκ φιλήματος ἐγνωρίσαμεν, διασυνίστησι Δαμασκός — τὸ δὲ μεταληφθέν ἐστιν αἷμα σάκκου —, σφόδρα δυνατῶς καὶ εὐθυβόλως σάκκον μὲν τὸ σῶμα αἰνιξάμενος, αἷμα δὲ ζωὴν τὴν ἔναιμον.
ἐπειδὴ γὰρ ψυχὴ διχῶς λέγεται, ἥ τε ὅλη καὶ τὸ ἡγεμονικὸν αὐτῆς μέρος, ὃ κυρίως εἰπεῖν ψυχὴ ψυχῆς ἐστι, καθάπερ ὀφθαλμὸς ὅ τε κύκλος σύμπας καὶ τὸ κυριώτατον μέρος τὸ ᾧ βλέπομεν, ἔδοξε τῷ νομοθέτῃ διττὴν καὶ τὴν οὐσίαν εἶναι ψυχῆς, αἷμα μὲν τῆς ὅλης, τοῦ δ’ ἡγεμονικωτάτου πνεῦμα [*](2 Ῥαχιὴλ codd. (Pap?) σπείρα Pap ἆρ᾿ OAB, αρα Pap: ἀλλ’ GHP 2. 3 κυοφορῇ καὶ] ras. 1 litt. G 3. 4 σπειρουμενα Pap 4 οἷς] ἧς H ἐκ] ἐμ Pap καταφιλήματος H2 4. 5 ἀλλ’—φιλίας om. H1P 4 οὐχ ἡ] οὐχὶ G διὰ] ἐκ H2 5 φιλίας Pap: φιλήματος OABGH2 αποδοχης Pap post αἴσθησιν add. διαδοχῆς Pap ὁ υἱὸς] εἷς G εστιν Pap 7 τιθήνην Pap GP: τιθηνόν ceteri τοῦ] καὶ του Pap 8 διαπλησθεῖσαν G1PH1 ἐκείνης OABP: ἐκείνην Pap GH 8. 9 ὠνόμασε ἐκάλεσεν Pap 9 τὸ et τῆς hab. Pap: om. codd. ζωὴ HP: ζωῆι Pap, ζωὴν ceteri 10 alt. τῶν] τὸν O, secl. Mang. 11 τὸν OGH2: τῆς PH1, τὸν τῆς ΑΒ, om. Pap ψυχῆς om. Pap τεθνηκετων (sic) δήπου Pap: δήπου τεθνηκότων codd. 14 δαμασκος Pap: δαμασκὸν codd. 14. 1.5 τὸ δ’ ἐστὶ μεταληφθὲν om. OAB δε μεταλημφθεν εστιν Pap: δ’ ἐστὶ μεταληφθὲν GHP 15 συνετῶς Mang. 17 καὶ] τε καὶ G e corr. εἶπε PH1 18 ψυχὴ om. H1P εστιν Pap N 19 κυριώτερον μέρος ὦ Ο τὸ om. N βλέπωμεν Pap διττὴν Pap: διπλῆν codd. N 19. 20 εἶναι καὶ τὴν οὐσίαν HP 20 τῆς ψυχῆς HP τῆς Pap: τὸ τῆς codd. N δὲ codd. ἡγεμονικοῦ τὸ coni. Mang.) [*](1 sqq. Orig. Comment. in Gen. p. 41 (ad eundem locum): κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυχῆς ἀνοίγει μήτραν . . . . 16—14,16 ἐπειδὴ—τοῦ γένους ἡμῶν ἐξ ἑαυτοῦ N fol. 165r.)
φησὶ γοῦν ἄντικρυς· „ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν“ (Lev. 17, 11). εὖ γε τὸ προσνεῖμαι τῷ σαρκῶν ὄχλῳ τὴν αἵματος ἐπιρροήν, οἰκεῖον οἰκείῳ· τοῦ δὲ νοῦ τὴν οὐσίαν ἐξ οὐδενὸς ἤρτησε γενητοῦ, ἀλλ’ ὑπὸ θεοῦ καταπνευσθεῖσαν εἰσήγαγεν· „ἐνεφύσησε“ γάρ φησιν „ὁ ποιητὴς τῶν ὅλων εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), ᾗ καὶ κατὰ τὴν εἰκόνα τοῦ ποιητοῦ λόγος ἔχει τυπωθῆναι.
ὥστε διττὸν εἶδος ἀνθρώπων, τὸ μὲν θείῳ πνεύματι λογισμῷ βιούντων, τὸ δὲ αἵματι καὶ σαρκὸς ἡδονῇ ζώντων. τοῦτο τὸ εἶδός ἐστι πλάσμα γῆς, ἐκεῖνο δὲ θείας εἰκόνος ἐμφερὲς ἐκμαγεῖον.
χρεῖος δ’ ἐστὶν οὐ μετρίως ὁ πεπλασμένος ἡμῶν χοῦς καὶ ἀναδεδευμένος αἵματι βοηθείας τῆς ἐκ θεοῦ· διὸ λέγεται "οὗτος Δαμασκὸς Ἐλιέζερ“ — ἑρμηνευθεὶς δέ ἐστιν Ἐλιέζερ θεός μου βοηθός —, ἐπειδὴ ὁ ἔναιμος ὄγκος ἐξ ἑαυτοῦ διαλυτὸς ὢν καὶ νεκρὸς συνέστηκε καὶ ζωπυρεῖται προνοίᾳ θεοῦ τοῦ τὴν χεῖρα ὑπερέχοντος καὶ ὑπερασπίζοντος, μηδεμίαν ἡμέραν ἱδρυθῆναι παγίως δυνηθέντος ἐξ ἑαυτοῦ τοῦ γένους ἡμῶν.
οὐχ ὁρᾷς ὅτι καὶ Μωυσέως ὁ δεύτερος τῶν υἱῶν ὁμωνυμεῖ τούτῳ; „τὸ γὰρ ὄνομα“ φησί „τοῦ δευτέρου Ἐλιέζερ“, καὶ [*](1 γοῦν] γὰρ G ψυχῆι Pap 2 εὑ γε om. D, γε om. Pap προσνέμον D τῶ τῶν D (τῶ supra scr. D M) σαρκῶν Pap D: σαρκός codd. ὄγκῳ coni. Mang. τοῦ αἵματος OAB 3 οἰκείαν H2 οἰκείω Pap G2, add. mg. H2, DN: οἰκεῖον G1P, om. OAB ἐξ] ἐξῆς G ἤρτησεν Pap γενητοῦ HPDM: γεννητοῦ Pap AOBN, γε θνητοῦ G 3. 4 ἀλλ’ ὑπὸ Pap D: ἀπὸ codd. N 4 θεοῦ Pap D: θεοῦ δ’ ἄνωθεν codd. N 4. 5 ὁ—ὅλων om. O ὁ ψυχὴν] πνοὴν H, σάρκα DP ζῶσαν] ζωῆς Pap ἦ Η2: ἢ DM, εἰ Pap GP(H1)NDP, ἢν OAB καὶ om. D 7 λόγος] θεοῦ λόγος DP post τυπωθῆναι add. τὸν ἄνθρωπον D, fort. recte ὥστε om. D εἶδος Pap D: εἶναι γένος codd. N ὁ ἄνθρωπος DM 8 τὸ] τωι Pap, τῶ DM post πνεύματι add. καὶ OAB βίον, tum ras. D M τὸ] τωι Pap, τῶ G, τοῦτο DP 9 ζῶν, tum ras. DM ἐστιν πλάσμα Pap D: πλάσμα ἐστὶ codd. N δὲ om. HPN εἰκόνος om. DM 10 δέ codd. D οὐ μετρίως om. D μετρίας AB ὑποπεπλασμένος OAB 12 θεὸς Pap: ὁ θεὸς codd. N 13 post βοηθός add. μου Β ὁ GHPN: om. ceteri et Pap διαλυτὸς Pap HPN: εὐδιάλυτος ceteri 14 χεῖρα ὑπερέχοντος GH1(P1)N: χεῖρα ὑπέχοντος H2 (Par?), χάριν οἱ παρέχοντος OABP2 15 ἱδρυνθῆναι OABG2, δυνηθῆναι N 15. 16 τοῦ γένους ἡμῶν ἐξ ἑαυτοῦ N 16 τοῦ om. Pap τὸ γένος P 17 φησιν Pap) [*](1—11 DP fol. 376 τίς ὁ θείων ἐστὶ κληρονόμος καὶ εἰς τὰ ἴσα καὶ ἐναντία τομῆς DM fol. 282r τοῦ αὐτοῦ τίς ὁ κληρονόμος καὶ εἰς τὰ ἴσα τῆς τομῆς τῆς ἐναντία τομῆς: φησὶν ὁ νομοθέτης ἄντικρυς· ψυχὴ πάσης (sic DP, ψυχὴ ἄντικρυς πάσης DM ceteris om.) — βοηθείας (τούτου add D)
τοῖς δ’ ἔτι τῆς ἐναίμου καὶ αἰσθητῆς ζωῆς ἑταίροις ἐπιτίθεται ὁ σκεδάσαι τὰς θεοσεβείας δεινὸς τρόπος, ὄνομα Φαραώ, οὗ τὴν παρανομίας καὶ ὠμότητος μεστὴν δυναστείαν ἀμήχανον ἐκφυγεῖν ἄνευ τοῦ γεννηθῆναι τὸν Ἐλιέζερ ἐν ψυχῇ