Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
πολλὴ δὲ τῷ σπείραντι τοὺς σπινθῆρας χάρις, ἵνα μὴ νεκρῶν τρόπον σωμάτων ὁ νοῦς ὑπὸ παθῶν καταψυχθῇ, ἀλλ’ ἔνθερμος ὢν καὶ χλιαινόμενος ὑπεκκαύμασιν ἀρετῆς ζωπυρῆται μέχρι τοῦ τὴν εἰς πῦρ ἱερόν, ὡς ὁ Ναδὰβ καὶ Ἀβιούδ (Lev. 10,2), δέξασθαι μεταβολήν.
καπνὸς δὲ γίνεται μὲν πρὸ πυρός, δακρύειν δὲ βιάζεται τοὺς πλησιάζοντας. ἀμφότερα δὲ φιλεῖ συμβαίνειν· ταῖς τε γὰρ ἀρετῆς αὐγαῖς προσχωροῦντες τελειότητα ἐλπίζομεν, καὶ εἰ μήπω δυναίμεθα τυχεῖν αὐτῆς, οὐκ ἀδακρυτὶ διάγομεν ἀνιώμενοι. πολὺς γὰρ ὅταν ἵμερος ἐντακῇ, πρὸς τὴν τοῦ ποθουμένου θήραν ἐπισπεύδει καὶ ἄχρι τοῦ συλλαβεῖν κατηφεῖν ἀναγκάζει.
κλιβάνῳ δὲ νῦν ἐξωμοίωσε τὴν ψυχὴν τοῦ φιλομαθοῦς καὶ ἐλπίδα τελειώσεως ἔχοντος, ἐπειδὴ τροφῆς πεττομένης συγκραταιοῦν ἑκάτερον ἀγγεῖόν ἐστιν, ὁ μὲν τῆς διὰ σιτίων φθαρτῶν, ἡ δὲ τῆς δι’ ἀφθάρτων ἀρετῶν. αἱ δὲ λαμπάδες τοῦ πυρὸς αἱ δᾳδουχούμεναι τοῦ δᾳδούχου θεοῦ κρίσις εἰσίν, αἱ λαμπραὶ καὶ διαυγεῖς, αἷς ἔθος μέσον τῶν διχοτομημάτων, λέγω δὲ τῶν ἐναντιοτήτων, ἐξ ὧν ἅπας ὁ κόσμος συνέστηκε, διάγειν.
λέγεται γάρ· „λαμπάδες πυρός, αἳ διῆλθον μέσον τῶν διχοτομημάτων“ (Gen. [*](1 αὐτοῖς Pap 3 παρευρεθεῖσαν ΑΒΡ2 4 ενπιπρησει Pap φεγγυς Pap 4. 5 ἀναπίπλησι ΡΗ1, fort. lecte 5 ἔτι om. ΑΒ, ἐπὶ G ὁ ταῖς om. HP επιθανοτησι Pap 7 αὐγὴν codd.: αυτην Pap εἰλικρινὲς codd. 9 τῆς Pap ABG: τοῖς ΗΡ ἐπιτυφόμενοι HP 9. 10 μήπω—δυνάμενοι om. ΑΒ 10 καθαρῶ πυρὶ Pap G: πυρὶ καθαρῶ ΑΒ, πυρὶ HP 11 σπείραντι] ζωπυροῦντι coni. Mang. χάριν Β 12 ὑπὸ παθῶν om. codd. καταψυχθηι Pap: καταψυγῆ codd. ἀλεαινόμενος codd. 13 εἰς] εἰ Α ναδὰμ ΑΒ, ναβὰδ G 13 δὲ] δὴ Β 15 φιλεῖν AP ταῖς τε γὰρ ἀρετῆς αὐγαῖς προσχωροῦντες scripsi: τοῖς τε τε om. Η2, Pap?) γάρ ἀρετῆς ἀγγέλοις προσχορεύοντες προχορεύοντες ΗΡ, Pap?) Pap et codd., ταῖς . . . αὐγαῖς ἐγχορεύοντες coni. Mang. 16 καὶ Pap: κἄν codd. δυνάμεθα Α 19 δάκρυα μέχρι τοῦ καταλαβεῖν καταχεῖν ἀναγκάζει male Jessen καταλαβεῖν codd. 21 συγ)κραταιουν Pap: om. codd. 23 κρίσεις codd. 24 μέσον Pap: μέσαις codd. post τῶν add. διαυγεῖς G 25 ἐνδιάγειν coni. Mang. 26 post γὰρ add. ὅτι ABP2)