Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐὰν δὲ πᾶσαι αἱ ψευδεῖς πιθανότητες διελεγχθῶσιν ὑπὸ τῶν ἀληθῶν πίστεων καὶ πλήρεις αὐτῶν καὶ ἐπιχειλεῖς αἱ ἁμαρτίαι περιφανῶσιν, ἀποδρασόμεθα ἀμεταστρεπτὶ καὶ μονονοὺ τὰ ἀπόγαια ἀράμενοι τῆς τῶν ψευσμάτων καὶ σοφισμάτων χώρας ἐξαναχθησόμεθα, τοῖς ἀληθείας ναυλοχωτάτοις ὑποδρόμοις καὶ λιμέσιν ἐνορμίσασθαι ἐπειγόμενοι.

τοιοῦτον δὴ τὸ δηλούμενον ὑπὸ τῆς προτάσεως· ἀμήχανον γὰρ ἀποστραφῆναι καὶ μισῆσαι καὶ καταλιπεῖν τὸ πιθανὸν ψεῦδος, εἰ μὴ τὸ περὶ αὐτὸ ἁμάρτημα πλῆρες ἀναφανείη καὶ τέλειον· ἀναφανεῖται δὲ ἐκ τοῦ μὴ περιέργως διελεγχθῆναι κατὰ τὴν τοῦ ἀληθοῦς ἀντίταξιν καὶ βεβαίωσιν.

Λέγει δὲ ἑξῆς· „ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο“ (Gen. 15,17), δηλῶν ὅτι ἀρετὴ πρᾶγμά ἐστιν ὀψίγονον [*](1 post εὑρεταὶ add. ἐξ ἀπάτης πλανῆσαι D 2 μόνον Pap D: μᾶλλον codd. τοῦ Pap D: τοῦ δὲ codd. πεφροντίκασιν D 3 σκότος] πάθος H 4 Μωσῆς HP 8 ἀναπεπλήρωνται HP 9 απεξελεγκτον Pap 10 ὁλκὸν Mang.: ἐνδίολκον Pap ABGH2, ἔνα δίολκον P(H1) ἔχοντες G ἀπάγεται Pap 11 καὶ prius om. GH2, καὶ γοητεύει e. gr. conicio 12 ἐγκαταμένομεν coni. Maug. 12 πᾶσαι ἀψευδεῖς HP 13 ἀληθῶς Β 14 ἀποδρασόμεθα Pap Η2: ἀποδρασώμεθα ceteri απογαια Pap: ἀπόγεια ABGP2, ἐπίγεια HP1 15 ἐξαναστησόμεθα P 16 ἱπποδρόμοις ΑΒ 17 δὴ om. Pap 18 γὰρ om. codd. 19 πλήρης Pap 19 ἀναφανείη scripsi, ἀναφανεῖν Pap: ἀναφανῆ ἢ ΑΒ, ἀναφανῆναι ἢ GP(H1), ἀναφανῆ H2 20 περιέργως διελεγχθῆναι GHP: περιέργως διαλεχθῆναι Pap, παρέργως διαλεχθῆναι AB τοῦ Pap: om. ABGH. τῆς P 22 ἐγένετο codd, δυσμάς codd.) [*](1. 2 DP fol. 266v (lemma om. Harris p. 92): οἱ πιθανῶν—πεφροντίκασιν. pergit. lin. οἷς ὁ τῶν ἀγελαίων καὶ ἠμελημένων ἀνθρώπων ἀπατώμενος ὄχλος συνεπιγράφεται.)

v.3.p.70
καὶ μήν, ὡς ἔφασάν τινες, πρὸς αὐταῖς τοῦ βίου δυσμαῖς βεβαιούμενον. ἀρετὴν δὲ ἀπεικάζει φλογί· καθάπερ γὰρ ἡ φλὸξ καίει μὲν τὴν παραβληθεῖσαν ὕλην, φωτίζει δὲ τὸν γείτονα ἀέρα, τὸν αὐτὸν τρόπον ἐμπίπρησι μὲν τὰ ἁμαρτήματα ἡ ἀρετή, φέγγους δὲ τὴν ὅλην ἀναπίμπλησι διάνοιαν.

ἀλλὰ γὰρ ἔτι τῶν ἀδιαιρέτων καὶ ἀμερίστων λόγων ἐπικρατούντων ταῖς πιθανότησιν, οὓς Ἀμορραίους ἀνακαλεῖ, περιφανεστάτην καὶ ἄσκιον αὐγὴν ἰδεῖν οὐ δυνάμεθα· κλιβάνου δ’ εἱλικρινὲς πῦρ οὐκ ἔχοντος, ἀλλ’ ὡς αὐτὸς ἔφη (Gen. 15,17) καπνιζομένου τρόπον διακείμεθα, σπινθῆρσι μὲν τῆς ἐπιστήμης ὑποτυφόμενοι, μήπω δὲ καθαρῷ πυρὶ δοκιμασθῆναι καὶ κραταιωθῆναι δυνάμενοι.