Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
Τῆς οὖν τῶν εἰρημένων ἐπιστήμης κληρονόμος δεόντως ἀποδείκνυται ὁ σοφός· „ἐν γὰρ τῇ ἡμέρᾳ“ φησίν „ἐκείνῃ διέθετο κύριος τῷ Ἀβραὰμ διαθήκην λέγων· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην“ (Gen. 15, 18).
ποίαν γῆν δηλοῖ, εἰ μὴ τὴν προειρημένην, ἐφ’ ἣν ποιεῖται τὴν ἀναφοράν; ἧς ἐστιν ὁ καρπὸς κατάληψις ἀσφαλὴς καὶ βεβαία τῆς τοῦ θεοῦ σοφίας, καθ’ ἣν τὰ σύμπαντα τοῖς τομεῦσιν ἑαυτοῦ διαφυλάττει ἀπαθῆ τὰ ἀγαθὰ κακοῦ κατὰ τὰ ἐπὶ τοῖς τὴν γένεσιν ἀφθάρτοις.
εἶτ’ ἐπιλέγει· „ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου [ποταμοῦ] Εὐφράτου“ (Gen. 15,18), δηλῶν ὅτι οἱ τέλειοι τὰς μὲν ἀρχὰς ἔχουσιν ἀπὸ σώματος καὶ αἰσθήσεως καὶ τῶν ὀργανικῶν μερῶν, ὧν ἄνευ ζῆν οὐκ ἔνεστι — χρήσιμα γὰρ πρὸς τὴν ἐν τῷ μετὰ σώματος βίῳ παιδείαν —, τὰ δὲ τέλη ἐπὶ τὴν τοῦ θεοῦ σοφίαν, τὸν μέγαν ὡς ἀληθῶς ποταμόν, χαρᾶς καὶ εὐφροσύνης καὶ τῶν ἄλλων πλημμυροῦντα ἀγαθῶν.
οὐ γὰρ ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τοῦ Αἰγύπτου ποταμοῦ τὴν χώραν περιέγραψεν — οὐ γὰρ ἂν ἀρετὴν εἰς τὰ σωματικὰ πάθη κατεβίβασεν —, ἀλλ’ ἔμπαλιν „ἀπὸ τοῦ Αἰγύπτου ἕως τοῦ μεγάλου Εὐφράτου.“ ἀπὸ γὰρ τῶν θνητῶν αἱ βελτιώσεις γίνονται πρὸς τὰ ἄφθαρτα.
[*](1 ἵνα γνῷς—πραγμάτων om. ΑΒ 2 μείνει Pap 3 διαστέλλουσι] διακρίνουσι ΑΒ ἑκάστων] ἐν ἑκάστω ΑΒ ὁ διέθετο Pap: συνέθετο codd. 7 διαθή)κην Pap supplevi: συνθήκην codd. 8 τὴν] η Pap εἰ ΑΒG (Pap): ὅτι HP 9 καταλημψις Pap 10 βέβαια Pap: βεβαιοτάτη codd. 10. 11 τιμῶσιν αὐτὸν Maikland 11 διαφυλάττοι AB, διακρίνει φυλάπων conicio 11—14 κακοῦ—αἰσθήσεως Pap κατὰ τὰ] καθὰ coni. Mang., sed etiam quae sequuntur corrupta sunt 12. 13 τοῦ πααμοῦ om. ΑΒ 13 ποταμοῦ seclusi 14 τοῦ σώματος ΑΒ 15 ἔνεστι Pap: ἔστι ABGP, ἐστιν H 16 μετὰ om. ΑΒ παιδείαν] διαγωγήν conicio 18 ἀγαθῶν πλημμυροῦντα codd. 19 τοῦ] τῆς Η1Π 19 Αἰγυπτίου GH2 ante τὴν add. ὅς GHP περιγράφει Η οὐ] οὕτως coui. Mang. 21 Αἰγυπίου GHP2 21. 22 βελτειωσεις Pap: οἰκειώσεις codd. 22 subscriptio in Pap: Φιλωνoc περι του τιc o των Θειων εcτιν κληρονομοc H περι THC ειc τα ιca και εναντια τομηc, in Η περὶ τοῦ τίς ὁ τῶν θείων πραγμάτων κληρονόμος καὶ περὶ τῆς ἶσα καὶ ἐναντία τομῆς.)