Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι ἀκολουθίαν μὲν καὶ εἱρμὸν καὶ ἐπιπλοκὰς αἰτιῶν ἅτε φιλόσοφος καὶ θεοφράδμων ἀνὴρ οἶδεν, τούτοις δ’ οὐκ ἀνάπτει τὰς τῶν γινομένων αἰτίας. ἐφαντασιώθη γὰρ πρεσβύτερον ἄλλο ἐποχούμενον τοῖς ὅλοις ἡνιόχου τρόπον ἢ κυβερνήτου· πηδαλιουχεῖ γὰρ τὸ κοινὸν τοῦ κόσμου σκάφος, ᾧ τὰ πάντα ἐμπλεῖ, καὶ τὸ πτηνὸν ἅρμα, τὸν σύμπαντα οὐρανόν, ἡνιοχεῖ χρώμενον αὐτεξουσίῳ καὶ αὐτοκράτορι βασιλείᾳ. τί οὖν καὶ περὶ τούτων λεκτέον;
ἑρμηνεύονται Ἀμορραῖοι λαλοῦντες, τὸ δὲ μέγιστον ἀγαθὸν ἀνθρώπῳ δωρηθὲν ὑπὸ φύσεως, τὸν λόγον, μυρίοι τῶν λαβόντων διέφθειραν ἀχαρίστως καὶ ἀπίστως τῇ δούσῃ προσενεχθέντες. οὗτοι δέ εἰσιν οἱ γόητες, οἱ [*](1 ἠρεμίας Pap δεινῆς] ἡδονῆς Η 2 ταύτην om. Pap γενεὰ τετάρτη Pap G: τετάρτη γενεὰ ceteri ῥώμηι Pap 2. 3 κάτα φρόνησιν Pap, fort. scrib. κατὰ φρονήσεως 3 ἀντίληψιν AE τὸ om. G 4 εστιν Pap δὲ Pap: om. codd. 7 αριμθος Pap οὔτ’ AB 7. 8 ἔννοιαν λαβεῖν codd. 8 τῆς om. V δεύτερον Pap 9 τρίτη ΑΒ 10 τετάρτη ΑΒ 11 ὑγείας codd. 11. 12 ἀποστρεφόμεθα G 12 τοῖς om. codd. κακοῖς Α εγχειρεν Pap 13 ἔξεστιν Pap μηνύει HP 14 ἁμαρτίαι B δίδωσιν Pap 15 Μωσῆς G 16 γεινομένων Pap: γενομένων codd. 18 θεοφράσμων G ὢν post ἀνὴρ add. codd. οἶδε HP 18. 19 οὐ τούτοις δ’ ἀνάπτει AB 18 δ’ om. Pap οὐκ s. s. H, om. G 18. 19 ἀνάπτει] post alt. ἁ ras. 3 litt. in HP, ἀναπίπτει G 19 γενομένων ΑΒ ἄλλον G 21 ἐμπλέκει Pap 24 ἀνθρώπῳ om. Pap 26 δοση cum ras. post ὁ P, δόσει AB 26. 69,1 οἱ κόλακες, οἱ γόητες codd.)
οὗ χάριν Μωυσῆς τὸν ἀρχιερέα δηλώσει καὶ ἀληθείᾳ διακεκόσμηκεν (Exod. 28,26), ἀρίδηλον ἀξιῶν εἶναι καὶ ἀληθῆ τὸν τοῦ σπουδαίου λόγον. οἱ δὲ πολλοὶ τὸν ἄδηλον καὶ ψευδῆ μεταδιώκουσιν, ᾧ συνεπιγράφεται πᾶς ὁ τῶν ἀγελαίων καὶ ἠμελημένων ἀνθρώπων ἀπατώμενος ὄχλος.
ἕως μὲν οὖν „οὐκ ἀναπεπλήρωται τὰ ἁμαρτήματα τῶν Ἀμορραίων“, τουτέστι τῶν σοφιστικῶν λόγων διὰ τὸ ἀνεξέλεγκτον, ἀλλ’ ἔτι ὁλκὸν ἔχοντα δύναμιν ταῖς πιθανότησιν ἡμᾶς ἐπάγεται, [καὶ] ἀποστραφῆναι καὶ καταλιπεῖν αὐτὰ οὐ δυνάμενοι τῷ δελεάζεσθαι καταμένομεν.