Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ταύτην τὴν ἐπίνοσον γενεὰν ἢ ἡλικίαν ὑπό τινος τρίτης οἷα ὑπὸ ἰατρικῆς φιλοσοφίας νοσηλευθῆναι χρή, κατεπᾳσθεῖσαν λόγοις ὑγιεινοῖς καὶ σωτηρίοις, δι’ ὧν κένωσιν μὲν ἐνδέξεται τῆς ἀμέτρου τῶν ἁμαρτημάτων πλησμονῆς, πλήρωσιν δὲ λιμηρᾶς [*](1 δ’] δὲ Pap δὲ Pap: om. codd. αποστραφησον Pap 2 αὐτὸ μόνον Pap (Mang.) : μόνον αὐτὸ G, μόνον αὐτῶ ceteri ὁ χρόνος Η2 post ἱερὰν add. οἴκησιν Η1P 3 ἄλλα καὶ ὕπερ του Pap: ἀλλ’ ὑπὲρ τοῦ καὶ τὴν codd. ψύχης Pap: ἀρετῆς codd. 3. 4 παρασθησαι Pap 4 alt. δὲ om. Β 6 παιδικι Pap ψύχης Pap: φύσεως codd. ἀκρεφνοῦς Β λείῳ Mang. : λειμωι Pap, τελείω codd. μαλλιστα Pap 7 κηρῶ τοῖς Pap (Mang.): ἀκηράτοις codd. τετυπωμένη codd. 8 ἐγγράφεσθαι conicio κοδει Pap ὑγρότητι Pap: δι’ ὑγρότητα codd. ἀπαλειφόμενα coni. Mang. 9 ἦδε] ἤδη Pap δεύτερα τε τις Pap 10 ἑαυτῆς Pap Η2: αὐτῆς ceteri 11 ἀσμενὴς G, ἀσμένως ceteri 12 τιθθαι Pap 13 νόμοι καὶ ἄγραφοι transpos. codd. 14 διδαξάντων codd. αὐτὴ scripsi: αὐάτη codd., αὐτὴ s. s. τὰ om. codd. ὑπὸ ΑΒ 15 βρίθοντες PH1 φησιν codd. Μωυσῆς scripsi: ωσης Pap, om. codd. 15. 16 ἐπιμελῶς τοῦ ἀνθρώπου ΑΒ 16 ἥδε codd. 17 ἐπαρατωτάτη ΑΒ 18 ἡβᾶ s. s. Η2, ἡ βάσις L 19 ἅλως AB: ἄλλως Pap GHP, ἀλωὰς Mang. alt. καὶ Pap (Mang): om. codd. ἄσταχύς τε καὶ ABG 20 ἣν om. Pap 21. 22 κατασπασθεῖσαν ΑΒ 22 ενδεξηται Pap)

v.3.p.68
κενώσεως τῶν κατορθωμάτων καὶ ἐρημίας δεινῆς.

μετὰ τὴν θεραπείαν οὖν ταύτην γενεᾷ τετάρτῃ φύεται ψυχῇ δύναμίς τε καὶ ῥώμη κατὰ τὴν τῆς φρονήσεως βεβαιοτάτην ἀνάληψιν καὶ τὸ ἐν ἁπάσαις ἀρεταῖς ἀκλινές τε καὶ πάγιον. τοῦτ’ ἐστὶ τὸ λεγόμενον· „τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε.“ κατὰ γὰρ τὸν δειχθέντα τέταρτον ἀριθμὸν ἀποστραφεῖσα τοῦ διαμαρτάνειν ἡ ψυχὴ κληρονόμος ἀποδείκνυται σοφίας.

πρῶτος μὲν γὰρ ἀριθμός, καθ’ ὃν οὔτε ἀγαθῶν οὔτε κακῶν λαβεῖν ἔννοιαν ἔστιν, ἀτυπώτου τῆς ψυχῆς ὑπαρχούσης· δεύτερος δέ, καθ’ ὃν φορᾷ τῶν ἁμαρτημάτων χρώμεθα· τρίτος δέ, ἐν ᾧ θεραπευόμεθα, τὰ νοσερὰ διωθούμενοι καὶ τὴν ἀκμὴν τῶν παθῶν ἀφηβῶντες· τέταρτος δέ, ἐν ᾧ παντελοῦς ὑγιείας καὶ ῥώσεως μεταποιούμεθα, ὁπότε ἀποστρεφόμενοι τὰ φαῦλα τοῖς καλοῖς ἐγχειρεῖν δοκοῦμεν, πρότερον δὲ οὐκ

ἔξεστι. τὸ δὲ ἄχρι τίνος, αὐτὸς μηνύσει λέγων· „οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἀνομίαι τῶν Ἀμορραίων“ (Gen. 15,16). δίδωσι δὲ ἀφορμὴν τοῖς ἀσθενεστέροις τὰ τοιαῦτα, ὡς ὑπολαμβάνειν, ὅτι Μωυσῆς εἱμαρμένην καὶ ἀνάγκην ὡς αἰτίας τῶν γινομένων ἁπάντων εἰσάγει.