Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
Λέγεται δ’ ἑξῆς· „τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε“ (Gen. 15,16), οὐχ ἵνα αὐτὸ μόνον μηνυθῇ χρόνος, ἐν ᾧ τὴν ἱερὰν οἰκήσουσι γῆν, ἀλλὰ καὶ ὑπὲρ τοῦ τελείαν ἀποκατάστασιν ψυχῆς παραστῆσαι. γίνεται δὲ ὡσανεὶ τετάρτῃ γενεᾷ· ὃν δὲ τρόπον, ἄξιον συνδιασκέψασθαι.
ἀποκυηθὲν τὸ βρέφος ἄχρι τῆς πρώτης ἑπταετίας ἐν ἡλικίᾳ τῇ παιδικῇ ψυχῆς ἀκραιφνοῦς μεμοίραται, λείῳ μάλιστα ἐμφεροῦς κηρῷ, τοῖς ἀγαθῶν καὶ κακῶν χαρακτῆρσι μήπω τετυπωμένης·
καὶ γὰρ ὅσα γράφεσθαι δοκεῖ, ὑγρότητι ἐπαλειφόμενα συγχεῖται. πρώτη μὲν ἥδε ὡσανεὶ γενεὰ ψυχῆς· δευτέρα δέ, ἥτις μετὰ τὴν παιδικὴν ἡλικίαν κακοῖς ἄρχεται συζῆν, ἅ τε ἐξ ἑαυτῆς εἴωθε γεννᾶν ψυχὴ καὶ ὅσα παρὰ τῶν ἄλλων ἀσμένη δέχεται. διδάσκαλοί τε γὰρ ἁμαρτημάτων μυρίοι, τίτθαι καὶ παιδαγωγοὶ καὶ γονεῖς καὶ οἱ κατὰ πόλεις γεγραμμένοι καὶ ἄγραφοι νόμοι θαυμάζοντες ἃ χρὴ γελᾶσθαι, καὶ ἄνευ τῶν διδαξόντων αὐτομαθής ἐστιν αὐτὴ πρὸς τὰ ὑπαίτια, ὡς ὑπ’ εὐφορίας ἀεὶ κακῶν βρίθειν.
„ἔγκειται“ γάρ φησι Μωυσῆς „ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος“ (Gen. 8,21). ἥδ’ ἐστὶν ἡ ἐπαρατοτάτη γενεὰ μὲν συμβολικῶς, κυρίως δὲ ἡλικία, καθ’ ἣν τό τε σῶμα ἡβᾷ καὶ ἡ ψυχὴ πεφύσηται, τῶν ἐντυφομένων ἀναρριπιζομένων παθῶν, ἅλως τε καὶ ἀστάχυς καὶ πεδία (Exod. 22,6) καὶ ὅσα ἂν τύχῃ καταπιμπράντων.