Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ἀλλ’ ἔν γε ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσιν εἰρήνης ἀκράτου δεῖγμα ἕκαστον αὐτῶν εἶναι συμβέβηκε· παθῶν γὰρ ἔνδεια καὶ λιμὸς καὶ καθαίρεσις ἐχθρῶν ἀδικημάτων καὶ μετανάστασις ἀπὸ Χαλδαϊκῆς δόξης πρὸς τὴν φιλόθεον, τουτέστιν ἀπὸ τοῦ γεγονότος αἰσθητοῦ πρὸς τὸ νοητὸν καὶ πεποιηκὸς αἴτιον, εὐνομίαν καὶ εὐστάθειαν κατασκευάζουσιν.
ὑπισχνεῖται δὲ τῷ τοιαύτην ἄγοντι εἰρήνην καλὸν γῆρας, οὐ δήπου τὴν πολυχρόνιον ἀλλὰ τὴν μετὰ φρονήσεως ζωήν· τὸ γὰρ εὐήμερον πολυετίας κρεῖττον, ὅσῳ καὶ βραχύτερον φῶς σκότους αἰωνίου. μίαν γὰρ ἡμέραν ὑγιῶς εἶπέ τις προφητικὸς ἀνὴρ βούλεσθαι βιῶναι μετ’ ἀρετῆς ἢ μυρία ἔτη ἐν σκιᾷ θανάτου (Psalm. 83, 11), θάνατον μέντοι τῶν φαύλων αἰνιττόμενος βίον.
τὸ δὲ αὐτὸ καὶ νῦν ἔργοις μᾶλλον ἢ ῥήμασι διασυνίστησι Μωυσῆς· ὃν γὰρ ἀναγράφει γήρᾳ χρησόμενον καλῷ, τῶν πρὸ αὐτοῦ σχεδὸν ἁπάντων ὀλιγοχρονιώτατον εἰσήγαγε, φιλοσοφῶν καὶ διδάσκων ἡμᾶς, τίς ὁ πρὸς ἀλήθειαν εὐγήρως ἐστίν, ἵνα μὴ πολὺν τῦφον ἐπὶ τοῦ φανεροῦ σώματός ποτε ἀποδεξώμεθα γέμοντα αἰσχύνης καὶ πολλῶν ὀνειδῶν, ἀλλ’ εὐβουλίαν καὶ σταθερότητα ψυχῆς ἰδόντες τὸ γέρως ἀδελφὸν καὶ παρώνυμον καλὸν γῆρας ἐπιφημίσωμέν τε καὶ μαρτυρήσωμεν.
δογματικῶς οὖν ἄκουε κατὰ τὸν νομοθέτην μόνον τὸν ἀστεῖον εὐγήρων καὶ μακροβιώτατον, ὀλιγοχρονιώτατον δὲ τὸν φαῦλον, ἀποθνῄσκειν ἀεὶ μανθάνοντα, μᾶλλον δὲ τὴν ἀρετῆς ζωὴν ἤδη τετελευτηκότα.
[*](1 ἀίδρυτον Pap 2 δυνάμεσι scripsi: δυνάμενον Pap GHP, μὴ δυνάμενον AB πιεζεῖσθαι HP 3. 4 ἐπιδόσεσιν G ὁ τὴν] τὸν PH1 φιλόθεον] φοβεον Pap 7 τὸ] τὸν Pap G εὐωνυμίαν ΗP1 8 εὐστάθιαν Pap 1 εὐστα P 9 prius τὴν Pap: om. codd. 9. 10 τὴν et ζώην Pap: τὸ et ἄην codd. 10 κρείπω Pap G ὅσον Pap, ὅσα AB φῶς ἡμερήσιον coni. Mang. 11 ὑγεία ὡς G τις om. ΗP1 προφήτης HP 12 μετά codd. τοῦ θανάτου codd. 13 θάνατον μέντοι Pap: σκιὰν codd. μέντοι] τὸν conicio τὸν φαῦλον codd., τὸν (melius τὸν τῶν) φαύλων coni. Mang. ανιττομενος Pap δὲ Pap 14 ἔργοις scripsi: ὲν τοῖς Pap, ἔργον codd., ἔργῳ ν ῥήμασι Pap: ῥῆμα codd., βήματι v διανίστησι ΑΒ Μωσῆς GHP 15 χρησάμενον codd. τῶν] τὸν Α 16 εἰσήγαγεν Pap 17 πολυτυφον (sic) Pap: παλαιὸν τῦφον codd., πολιὸν τῦφον G, fort. recte 18 ἀναδεξώμεθα codd. 19 ψυχῇ ἐνιδόντες conicio γέρος PH1, γένος A(P-?) 19. 20 παρώνυμον Pap (Mang.): πατρώνυμον ABP2, πατερώνυμον GHP1, tum καὶ addi G 21. 22 μακαριώτατον ΑΒ 22 ὀλιγοχρονιώτατον om. Pap τον δὲ Pap ἀεὶ om. codd. λνθάνοντα coni. Mang. 23 τὴν τῆς ἀρετῆς ΑΒ)