Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
„μετ’ εἰρήνης οὖν τραφεὶς“ γαληνὸν καὶ εὔδιον κτησάμενος βίον, εὐδαίμον’ ὡς ἀληθῶς καὶ μακάριον. πότε οὖν τοῦτο συμβήσεται; ὅταν εὐοδῇ μὲν τὰ ἐκτὸς πρὸς εὐπορίαν καὶ εὐδοξίαν, εὐοδῇ δὲ τὰ σώματος πρὸς ὑγίειάν τε καὶ ἰσχύν, εὐοδῇ δὲ τὰ ψυχῆς πρὸς ἀπόλαυσιν ἀρετῶν.
χρῄζει γὰρ ἕκαστον οἰκείων δορυφόρων· δορυφορεῖται δὲ σῶμα μὲν εὐδοξίᾳ καὶ περιουσίᾳ καὶ ἀφθονίᾳ πλούτου, ψυχὴ δὲ τῷ τοῦ σώματος ὁλοκλήρῳ καὶ κατὰ πάντα ὑγιεινῷ, ὁ δὲ νοῦς ὑπὸ τῶν ἐν ταῖς ἐπιστήμαις θεωρημάτων· ἐπεὶ ὅτι γε εἰρήνης οὐχ ἣν αἱ πόλεις ἄγουσι μέμνηται, σαφές ἐστι τοῖς ἐντυγχάνουσι ταῖς ἱεραῖς γραφαῖς· μεγάλους γὰρ καὶ βαρεῖς πολέμους Ἀβραὰμ ἀνεδέξατο, οὓς καθῃρηκὼς φαίνεται.
καὶ ἡ τῆς πατρῴας μέντοι γῆς ἀπόλειψις μετανισταμένῳ καὶ πάλιν οἰκῆσαι μὴ δυναμένῳ, φορουμένῳ δὲ ὧδε κἀκεῖσε καὶ ἐρήμους καὶ ἀτριβεῖς ὁδοὺς ἀλωμένῳ τῷ μὴ θεοπροπίοις καί τισι θεσφάτοις πεπιστευκότι βαρὺς ἦν πόλεμος. ἀλλ’ ἔδει γὰρ καὶ τρίτον τι τῶν φοβερῶν προσεπιδαψιλεύσασθαι, λιμόν, μεταναστάσεως καὶ πολέμου κακὸν χεῖρον. ποίαν οὖν εἰρήνην ἤγαγεν;
τὸ [*](2 ἐκ] ἐκ τοῦ ΑΒ ἅπασι AB δέ Pap GHP 3 ἀπὸ om. Pap ἄνεω καὶ Pap: om. codd. 3. 4 ὁμότροπα HP 4 ὃν κατασευάζουσιν κατὰ conicio 4. 5 ἀσθένεια Pap 5 κῆρος Η1P1 σορὸς Η2 ὁ πάθος Η δι’ codd. (Pap?): ἔτι δ’ conicio 7 ομοτυραννων Pap: ὁμοιοτυράννων codd., ὁμοιοτρόπων coni. Mang. 8 δυνάμεις HP ante γαληνὸν add. ὁ Η2, νerbum ἀπελεύσεται?) deesse videtur 9 κτησαμένους Pap εὐδαίμονα codd. 10 τοιοῦτο Pap μεν Pap Μang.): μοι codd. 11 δὲ om. codd. σώματ’ οὐ πρὸς G ὑγείαν codd. εὐοδεῖ P post alt. δὲ add. καὶ ABG, in ras., ut vid., P2, μοι H2, με H1 13 εὐεξία AB prius καὶ om. Pap 14 υγεινωι Pap 15 ἀπό τῶν ἐπιστήμης ΑΒ γε] τε Pap 16 ἢν Pap v: ἧς codd. αγουσιν Pap εστιν Pap ἐντυγχάνουσιν Pap 17 μεγάλοις Pap γὰρ add. Turn. 18 κεκρατηκὼς conicio 18. 19 ἀπολήθης G 19 πάλιν Pap ΑΒ: πόλιν GHP φερομένω codd. 20 τῷ om. G 20.21 θεοπρείοις Α, θεοπρεπείοις G 21 τισι] τι Η1P1 ἀλλ’ ἔδει Mang. (Scheil), αλλ’ ἔδε Pap: ἀλλά δεῖ codd. 22 καὶ γὰρ ΑΒ τριῶν τῶν L προσεπιδαψιλευσασθαι Pap: προσενδαψιλεύσασθαι ΑΒGΗ, πρὸς ἓν δαψιλεύσασθαι P 22. 23 μέτα αναστασεως Pap, ἐπαwστάσεως AB 23 κακὸν χεῖρον Pap: κακῶν χείρονα χείρωνα P) codd.)