Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τινὲς δὲ πατέρας ὑπετόπασαν εἰρῆσθαι τὰς τέτταρας ἀρχάς τε καὶ δυνάμεις, ἐξ ὧν συνέστηκεν ὁ κόσμος, γῆν ὕδωρ ἀέρα καὶ πῦρ· εἰς γὰρ ταύτας ἕκαστον τῶν γενομένων φασὶν ἀναλύεσθαι δεόντως.

καθάπερ γὰρ ὀνόματα καὶ ῥήματα καὶ τὰ λόγου μέρη πάντα συνέστηκε μὲν ἐκ τῶν τῆς γραμματικῆς στοιχείων, ἀναλύεται δὲ πάλιν εἰς ἔσχατα ἐκεῖνα, τὸν αὐτὸν τρόπον ἕκαστος ἡμῶν συγκριθεὶς ἐκ τῶν τεττάρων καὶ δανεισάμενος ἀφ’ ἑκάστης οὐσίας μικρὰ μόρια, καθ’ ὡρισμένας περιόδους καιρῶν ἐκτίνει τὸ δάνειον, εἰ μέν τι ξηρὸν εἴη, ἀποδιδοὺς γῇ, εἰ δέ τι ὑγρόν, ὕδατι, εἰ δὲ ψυχρόν, ἀέρι, εἰ δ’ ἔνθερμον, πυρί.

τὰ μὲν σωματικὰ ταῦτα, τὸ δὲ νοερὸν καὶ οὐράνιον τῆς ψυχῆς γένος πρὸς αἰθέρα τὸν καθαρώτατον ὡς πατέρα ἀφίξεται. πέμπτη γάρ, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστω τις οὐσία κυκλοφορητική, τῶν τεττάρων κατὰ τὸ κρεῖττον διαφέρουσα, ἐξ ἧς οἵ τε ἀστέρες καὶ ὁ σύμπας οὐρανὸς ἔδοξε γεγενῆσθαι, ἧς κατ’ ἀκόλουθον θετέον καὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀπόσπασμα.

τὸ δὲ „μετ’ εἰρήνης τραφεὶς“ οὐκ ἀπὸ σκοποῦ [*](1 ωμβησεν Pap 1. 2 μεταναστάντος ΗΡ 2 κατωρυγμένους codd. 3 ως Pap G (Turn.): ὡς τοὺς ceteri φησιν G 4 την γαρ των Pap: τῶν γὰρ codd. απαντων γενεσιν Pap: ἁπάντων τῶν φύσιν ΑΒ, ἑπομένων ἁπάντων ΗΡ, ἁπάντων G 5 νομιζουσιν Pap ὁ τούτων om. G 6. 7 παραδειγμάτων Β 8 τέσσαρας ABGH, δ΄ Ρ 9 ante ἀέρα add. καὶ GHP 10 γεννωμένων ΑΒ 11 συνεστηκεν Pap 12 εκεινων Pap 13 συγκριθεις Pap (Mang): συγκραθεὶς codd. τεσσάρων codd. 13. 14 δανεισάμενος post οὐσίας transpos. AB 14 ἀφ᾿] ἐφ᾿ G ἑκατέρου ΗΡ, ἑκάστου Turn. 15 ἐκτείνει GHP μέντοι ΒΗ εἴη scripsi: εἶ G (Pap?), ἦ ceteri 16 εἰ δὲ ἔνθερμον, πυρί post ὕδατι transpos. codd. ψυχρόν] ἐμψυχρὸν G 17 μὲν] μὲν οὖν Α σωματα Pap τοιαῦτα ΑΒ, ταύτῃ coni. Mang. 18 ὠς πρὸς πατέρα codd. 18. 19 ὡς τῶν ἀρχαίων ὁ λόγος ΑΒ 19 λόγον Ρ ἔστι conicio κυκλοφορική ΑΒG (coni. Mang.) τεσσάρων codd. 21 κατ᾿ ABGH1P, κατα Pap: κατὰ τὸ Η2) [*](13 sqq. cf. Platonis Timaeum p. 42 E. 19 cf. Aristotelem (Zeller II 2 p. 434 sqq.).)

v.3.p.65
προσδιώρισται, ἀλλ’ ὅτι σχεδὸν τὸ πλεῖστον ἀνθρώπων γένος ἐπὶ πολέμῳ καὶ τοῖς ἐκ πολέμου κακοῖς πᾶσι τρέφεται. πόλεμος δ’ ὁ μὲν ἀπὸ τῶν ἐκτός ἐστιν, ὃν ἀδοξία καὶ πενία καὶ δυσγένεια καὶ τὰ ὁμοιότροπα ἐπάγουσιν, ὁ δ’ ἀπὸ τῶν ἐμφυλίων, κατὰ μὲν τὸ σῶμα ἀσθένειαι, λῶβαι, πηρώσεις παντελεῖς καὶ κηρῶν σωρὸς ἄλλων ἀμυθήτων, κατὰ δὲ τὴν ψυχὴν πάθη, νοσήματα, ἀρρωστήματα, δι’ ἀφροσύνης καὶ ἀδικίας καὶ τῶν ὁμοτυράννων χαλεπαὶ καὶ βαρύταται ἐπαναστάσεις καὶ ἀκαθαίρετοι δυναστεῖαι.