Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

μετὰ δὲ τὸ „ἀπελεύσῃ“ γέγραπται τὸ „πρὸς τοὺς πατέρας σου“· ποίους πατέρας, ἄξιον σκέψασθαι. τοὺς μὲν γὰρ ἐν τῇ Χαλδαίων χώρᾳ βεβιωκότας, οἷς μόνοις ἐχρήσατο συγγενέσιν, οὐκ ἂν λέγοι, διὰ τὸ χρησμῷ τῶν ἀφ’ αἵματος ἁπάντων διῳκίσθαι. „εἶπε“ γάρ φησι „κύριος τῷ Ἀβραάμ· ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἥν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα“ (Gen. 12,1.2).

τὸν γὰρ ἀλλοτριωθέντα ἐπιφροσύνῃ θείᾳ πῶς ἦν τοῖς αὐτοῖς εὔλογον οἰκειοῦσθαι πάλιν; πῶς δὲ τὸν ἔθνους καὶ γένους ἑτέρου μέλλοντα ἡγεμόνα ἔσεσθαι προσκληροῦσθαι τῷ παλαιῷ; οὐ γὰρ ἂν ἐχαρίζετο καινὸν τρόπον τινὰ καὶ νέον ἔθνος καὶ γένος αὐτῷ ὁ θεός, εἰ μὴ τοῦ ἀρχαίου κατὰ τὸ παντελὲς ἀπεσχοίνιζεν.

ἐθνάρχης γὰρ καὶ γενάρχης ὡς ἀληθῶς ἐστιν οὗτος, ἀφ’ οὗ καθάπερ ἀπὸ ῥίζης τὸ σκεπτικὸν καὶ θεωρητικὸν τῶν τῆς φύσεως πραγμάτων ἀνέβλαστεν ἔρνος, ὄνομα Ἰσραήλ· ἐπεὶ καὶ „τὰ παλαιὰ ἐκ προσώπου νέων ἐκφέρειν“ διείρηται (Lev. 26,10). ποῦ γὰρ ἀρχαιολογίας ἔτι καὶ παλαιῶν καὶ κατημαξευμένων ἐθῶν ὄφελος, οἷς ἐξαπιναίως οὐ προσδοκήσασιν [*](2 ἀπαλλαγῆναι G εὑρίσκομεν codd. 3 ἐλευθερίαν βεβαιοτάτην G 5 τὸ τῆς Η2: om. ceteri, τὸ Pap ὁ ἀποφήνῃ coni. Mang. ἀποδημίαν τὴν Pap 6. 7 χρησάμενον codd. 7 επαγει Pap 9 ὲν τῆι χαλδαίων χώραι Pap: ἐν γῇ Χαλδαίων codd. 10 ἐχρήσατο Pap: ἐγχρονίσας ὡς ΑΒP2, ἐγχρονίσας GH1P1, ἐνεχρόνισε H2 συγγενεῦσιν P, post συγγενέσιν add. ἦν AB 10. 11 διὰ τὸ — διῳκίσθαι om. G 10 δία το) Pap: διότι codd. 11 ἀπάντων om. codd. διῳκίσθαι P1(H1), διωικεισθαι Pap: διῳκίσθη ceteri κύριος post Ἁβραάμ transpos. P 12 ἔξελθε codd. συγγενείας] γενέσεως G 13 prius εἰς Pap: πρὸς codd. ἢν σοι δείξω Pap: ἢν δείξω σοι σε G) BGHP, δείξω σοι Α, ἣν ἄν σοι δείξω v 16 μέλλοντα GHP: μέλλον Pap, om. ΑΒ ηγεμονα εσεθαι Pap: ἔσεσθαι ἡγεμόνα codd. 17 τόπον coni. Μang. 18 ἀπεσχοίνισεν ΑΒ 19 γὰρ om. G γενεάρχης AP, γεννάρχης H 20 θεωρητικὸν καὶ σκεπτικὸν transpos. H ἀνεβλάστησεν codd. 21 επι Pap προσώπων AB 22 διήρηται G ἀρχαιολογία ΑΒ ἐστὶ G 23 ἐθνῶν ΗP, ἐθῶν L οὐ Pap: οὐδὲ ABGP, οὐδὲν H προδοκησασι Pap)

v.3.p.64

ἀθρόα καὶ νέα ὤμβρησεν ἀγαθά; πατέρας οὖν οὐχ ὧν μετανάστατος ἐγένετο ἡ ψυχὴ καλεῖ τοὺς ἐν τοῖς Χαλδαϊκοῖς κατορωρυγμένους μνήμασιν, ἀλλ’ ὡς μὲν ἔνιοί φασιν, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας — τὴν γὰρ τῶν κατὰ γῆν ἁπάντων γένεσιν διὰ τούτων λόγος ἔχει συνίστασθαι —, ὡς δέ τινες νομίζουσι, τὰς ἀρχετύπους ἰδέας, τὰ νοητὰ καὶ ἀόρατα ἐκεῖνα τῶν αἰσθητῶν καὶ ὁρωμένων τούτων παραδείγματα, πρὸς ἃ τὴν τοῦ σοφοῦ διάνοιαν μετοικίζεσθαι.