Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τὰ οἰκεῖα πεισόμεθα ὠμῶν γενόμενοι δεσποτῶν δοῦλοι, καὶ ὁ θεὸς τὸ οἰκεῖον ἐργάσεται ἑαυτῷ, ἄφεσιν καὶ ἐλευθερίαν ταῖς ἱκέτισιν αὐτοῦ ψυχαῖς προκηρύξας, οὐ μόνον λύσιν δεσμῶν καὶ ἔξοδον ἐκ τῆς περιπεφρουρημένης εἱρκτῆς παρασχόμενος, ἀλλὰ καὶ ἐφόδια δούς, ἅπερ ἀποσκευὴν ἐκάλεσε.

τί δὲ τοῦτ’ ἐστίν; ἐπειδὰν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβὰς ὁ νοῦς ἐνδεθῇ ταῖς σώματος ἀνάγκαις, εἶτα ὑπὸ μηδεμιᾶς δελεασθεὶς οἷα ἀνδρόγυνος ἢ γύνανδρος τὰ ἡδέα ἀσπάσηται κακά, μείνας δὲ ἐπὶ τῆς ἑαυτοῦ φύσεως ἀνὴρ ὄντως τραχηλίζειν μᾶλλον ἢ τραχηλίζεσθαι δύνηται, τοῖς τῆς ἐγκυκλίου μουσικῆς ἐντραφεὶς ἅπασιν, ἐξ ὧν θεωρίας λαβὼν ἵμερον ἐγκράτειαν καὶ καρτερίαν, ἐρρωμένας ἀρετάς, ἐκτήσατο, μετανιστάμενος καὶ κάθοδον τὴν εἰς τὴν πατρίδα εὑρισκόμενος πάντ’ ἐπάγεται τὰ παιδείας, ἅπερ ἀποσκευὴ καλεῖται.

Τοσαῦτα καὶ περὶ τούτων εἰπὼν ἐπιλέγει· „σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρᾳ καλῷ“ (Gen. [*](3 ἀχρείαν G ὁ om. Pap 5 τὰ ἐπίχειρα ΑΒ, ταπιχειρια Pap ὁ ᾧ] ὧν Β ἐὰν GHp δουλεύσωσιν Pap ὁ κρίνων G 7 ἐξελεύσεται G 8 πιεσθῆναι Pap (Mang.): πεισθῆναι codd. οἰκείας codd. 8. 9 τωι γενωμενωι Pap: τὸ γεννώμενον γενόμενον G) codd., τὸν γεννώμενον v 9 συμφυᾶ κάτα Pap 10 καὶ] κἂν Η πεισθησόμεθα GHP 11 ἡμῶν GH δεσπότου G ἐργάσηται GL 12 post ταῖς add. οἰκείαις H1P ἱκέτεσιν ΑΒ, οἰκἐτισιν G προκηρύξας GH (Pap?): προκηρύξαι P(H1), προκηρύξει AB 13 περιπεφρουρημένης scripsi (Pap?): περιφρουρημένης ΒΗ1 P, πεφρουρημένης AG, περιφρουρουμένης Η2 14 δοὺς GH (Pap): διδοὺς AB, διαδοὺς P 15 ἀπὸ AB 16 post οἷα add. γυνὴ H1P 17 δ’ ABG αὐτοῦ Pap 18 τραχηλίζειν μᾶλλον Pap (Mang.): τραχηλίζων GHP, τραχηλιάζων AB δύναται GH2 19) ἐντραφεὶς Mang.: ενγραφεις Pap, ἐγγραφεὶς codd. ἅπασιν Pap et codd.: παιδεύμασιν conicio, προπαιδεύμασιν Mang. 20 μετανισαμενος Pap 21 εἰς πατρίδα v ἐπάγεσθαι Η2 τὰς G 22 ὅπερ ABGL αποσκευηι Pap 24 γήρᾳ Pap ν: γήρει codd. (LXX))

v.3.p.63
15,15). οὐκοῦν οἱ μὲν ἀτελεῖς καὶ πολεμούμεθα καὶ δουλεύομεν καὶ μόλις ἀπαλλαγὴν τῶν ἐπικρεμασθέντων φοβερῶν εὑρισκόμεθα, τὸ δὲ τέλειον γένος ἀδούλωτον, ἀπολέμητον, εἰρήνῃ καὶ ἐλευθερίᾳ βεβαιοτάτῃ ἐντρεφόμενον.

δογματικῶς δὲ τὸν ἀστεῖον οὐκ ἀποθνῄσκοντα, ἀλλ’ ἀπερχόμενον εἰσήγαγεν, ἵν’ ἄσβεστον καὶ ἀθάνατον τὸ τῆς κεκαθαρμένης ἄκρως ψυχῆς ἀποφανῇ γένος, ἀποδημίᾳ τῇ ἐνθένδε πρὸς οὐρανὸν χρησόμενον, οὐ διαλύσει καὶ φθορᾷ, ἣν ἐπάγειν θάνατος δοκεῖ.