Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τί δὲ Ἰσαάκ; τί δὲ Ἰακώβ; καὶ γὰρ οὗτοι διά τε ἄλλων πολλῶν καὶ μάλιστα διὰ τῶν εἰς τοὺς ἐκγόνους προσρήσεων ὁμολογοῦνται προφητεῦσαι. τὸ γὰρ „συνάχθητε, ἵνα ἀπαγγείλω τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτῳ τῶν [*](1 ἠρεμίαν καὶ ἡσυχίαν codd. 2 ἐγρήγορσίς scripsi: γρήγορσις codd, οὐσία Pap ἐγρήγορσις Pap: αἱ γρηγορήσεις G, αἱ γρηγόρσεις τῆς Β, αἱ ἐγρηγόρσεις τῆς AHP 4 τῷ scripsi (Pap ut vid.; cf. p. 56,18): ἐπὶ τῶ ABGH, ἐπὶ τὸν P 5 ἀλλά Α ταὐτὸ Pap 5. ὁ διασυνίστησιν scripsi: ἀλλὰ συνίστησιν ABGH, ἀλλά καὶ συνίστησιν P, σ(υνιστήσιν) Pap ὁ ἐν addidi 7 ἄρχουσαν Pap: om. codd. 8 αὐτοῦ] τοῦ ΑΒ μόνον HP 9 φησιν Pap 9. 10 τῶ ἀνθρώπω τὴν γυναῖκα codd. 11 παντι) δὲ Pap: καὶ παντὶ δὲ ἀνθρώπω codd. 11 ὁ ἱερὸς λόγος προφητείαν προφητείας ΑΒ) codd. 12 προφήτου G 12. 13 υφηχουντος Pap 13 δὲ Pap ἑρμηνεῖ om. Pap 14 ἐνθουσιᾶν B τοῦτ’ conicio (Pap?) 15 θεοῦ έστιν ἠχεῖον scripsi: θεου εστ)ι ηχ . . . Pap, θεοῦ ἐστιν ἠχεῖ ἐν P(H2?), θεοῦ ἐστιν ἠχοῦν H2, ἠχῆς ἐστι θεοῦ AB, ἠχεῖον ἐστὶν θεοῦ G 16 ἀνέγραψε GH2: ανεγραψν Pap, ἔγραψε ABPH1 17 εἰσήγαγε Νῶε codd. οὐ Pap (Turn.): οὖν codd. 17. 18 προφήτης εὐθύς codd. 18 ἅς om. GH1P1 20 πολλῶν ἄλλων AB, ἄλλων om. G 21 ἐκγόνους ABG (Pap?): ἐγγόνους HP 22 συνα)χθητε Pap: συλλέγητε codd. απαγγ(ειλω) Pap ἀπαγγέλλω supplet Scheil): ἀναγγελλῶ B, ἀναγγελῶ AGP, ἀναγγέλλω Η, ἀναγγελῇ L ἀπαντήσεται Pap: ἀπαντήσει GHP, ἀπαντήση ΑΒ ἐσχάτων codd.)

v.3.p.60
ἡμερῶν“ (Gen. 49, 1) ἐνθουσιῶντος ἦν· ἡ γὰρ τῶν μελλόντων κατάληψις ἀνοίκειος ἀνθρώπῳ. τί δὲ Μωυσῆς; οὐ προφήτης ᾄδεται πανταχοῦ;

λέγει γάρ· „ἐὰν γένηται ὑμῶν προφήτης κυρίου, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, Μωυσῇ δὲ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων“ (Num. 12,6.8), καὶ πάλιν „οὐκ ἀνέστη ἔτι προφήτης ὡς Μωυσῆς, ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον πρὸς πρόσωπον“ (Deut. 34, 10).

παγκάλως οὖν τὸν ἐνθουσιῶντα μηνύει φάσκων „περὶ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν“ (Gen. 15, 12), ἥλιον διὰ συμβόλου τὸν ἡμέτερον καλῶν νοῦν· ὅπερ γὰρ ἐν ἡμῖν λογισμός, τοῦτο ἐν κόσμῳ ἥλιος, ἐπειδὴ φωσφορεῖ ἑκάτερος, ὁ μὲν τῷ παντὶ φέγγος αἰσθητὸν ἐκπέμπων, ὁ δὲ ἡμῖν αὐτοῖς τὰς νοητὰς διὰ τῶν καταλήψεων αὐγάς.

ἕως μὲν οὖν ἔτι περιλάμπει καὶ περιπολεῖ ἡμῶν ὁ νοῦς μεσημβρινὸν οἷα φέγγος εἰς πᾶσαν τὴν ψυχὴν ἀναχέων, ἐν ἑαυτοῖς ὄντες οὐ κατεχόμεθα· ἐπειδὰν δὲ πρὸς δυσμὰς γένηται, κατὰ τὸ εἰκὸς ἔκστασις καὶ ἡ ἔνθεος ἐπιπίπτει κατοκωχή τε καὶ μανία. ὅταν μὲν γὰρ φῶς τὸ θεῖον ἐπιλάμψῃ, δύεται τὸ ἀνθρώπινον, ὅταν δ’ ἐκεῖνο δύηται, τοῦτ’ ἀνίσχει καὶ ἀνατέλλει.