Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
„ἐπέβαλε γὰρ ὁ θεὸς“ φησίν „ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν“ [*](1 τὴν] τήν τε AGP 2 τοῦ] τῶ GHP 3 θηρεύειν ΑΒ κεινουμενον Pap τὸ GHP: καὶ τὸ ΑΒ, om. Pap καὶ om. AB φέρει τῶ codd.: φερειται Pap 4 ὃς om. Pap ὁ ἡ ἀκρόασις, ἡ ἀνάγνωσις codd. προσοχή Pap ΑGP: προσευχή BH 7 ἡ om. Pap 8 ἔφαγον Pap δεῖ codd. ὑπολιπέσθαι Pap G 9 οἰκείους G ὡς om. GHP τοὺς ἐλθεῖν G ἔλθῃ om. et post πάθος add. εἰσίῃ v 10 ἀπολαύσομαι ABP2 (coni. Mang.), ἀπολαύσωμεν G 11 μελητὴν AB 12 Αἰγύπτιος L1 13 Μωσῆς codd. δὲ Pap 14 τὴν Pap: καὶ τὴν codd. 14. 15 ποιεῖσθαι conicio 15 ιου(δα) Pap ἐβραδύναμεν Pap: ἐμελλήσαμεν codd. 16 (δισ), οὐ φησιν ex LXX supplevi Pap: καὶ codd., qui post babent διὸ δις GH2) οὑν φησιν 17 ὁ Ἰακὼβ codd. 17. 18 εἰ ἔτι ὁ ἐν σώματι νοῦς Pap G: εἰ οὖν ὁ ἔτι ἐν σώματι νοῦς ΑΒ, εἰ ἔτι ὁ νοῦς ὁ ἐν σώματι HP, εἰ ἔτι ἐν σώματι ὁ νοῦς, ὁ Ἰωσήφ Mang. per errorem 19 ἄν τις ἐπιὼν codd. 20 τἀληθὲς Η2: τὸ ἀληθὲς Pap ἀληθὲς Pap GBH1P1 20. 21 δὲ νῦν οὐ περὶ τούτων codd. 21 ἐξῆς Pap: ἐξ ἀρχῆς codd. 22 ὲν ὄις Pap: ἐννοίας codd. τὰ om. AB, tum πέρι AB 23 ἐπέβαλον Pap) [*](17. 18 cf. ad. vol. II p. 272,23.)
τῆς δὲ τετάρτης ὃ νῦν σκοποῦμεν· „περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβραάμ“· ἐνθουσιῶντος καὶ θεοφορήτου τὸ πάθος. ἀλλ’ οὐχὶ τοῦτο μόνον διασυνίστησιν αὐτὸν προφήτην, ἀλλὰ καὶ γράμμα ῥητὸν ἐστηλιτευμένον ἐν ἱεραῖς βίβλοις, ἡνίκα τις ἐπεχείρησε τὴν ἐκ φύσεως ἄρχουσαν ἀρετήν, Σάρραν, αὐτοῦ διοικίζειν, ὡς οὐκ ἴδιον σοφοῦ καὶ μόνου κτῆμα, ἀλλὰ παντὸς τοῦ φρόνησιν ἐπιμορφάζοντος. „ἀπόδος“ γάρ φησι „τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσεις“ (Gen. 20,7).
παντὶ δὲ ἀστείῳ προφητείαν ὁ ἱερὸς λόγος μαρτυρεῖ· προφήτης γὰρ ἴδιον μὲν οὐδὲν ἀποφθέγγεται, ἀλλότρια δὲ πάντα ὑπηχοῦντος ἑτέρου· φαύλῳ δ’ οὐ θέμις ἑρμηνεῖ γενέσθαι θεοῦ, ὥστε κυρίως μοχθηρὸς οὐδεὶς ἐνθουσιᾷ, μόνῳ δὲ σοφῷ ταῦτ’ ἐφαρμόττει, ἐπεὶ καὶ μόνος ὄργανον θεοῦ ἐστιν ἠχεῖον, κρουόμενον καὶ πληττόμενον ἀοράτως ὑπ’ αὐτοῦ.
πάντας γοῦν ὁπόσους ἀνέγραψε δικαίους κατεχομένους καὶ προφητεύοντας εἰσήγαγεν. ὁ Νῶε δίκαιος· ἆρ’ οὐ καὶ εὐθὺς προφήτης; ἢ τὰς εὐχὰς καὶ κατάρας ἃς ἐπὶ ταῖς αὖθις γενεαῖς ἐποιήσατο (Gen. 9,25 ss.) ἔργων ἀληθείᾳ βεβαιωθείσας οὐ κατεχόμενος ἐθέσπισε;