Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
τῷ δὲ προφητικῷ γένει φιλεῖ τοῦτο συμβαίνειν· ἐξοικίζεται μὲν γὰρ ἐν ἡμῖν ὁ νοῦς κατὰ τὴν τοῦ θείου πνεύματος ἄφιξιν, κατὰ δὲ τὴν μετανάστασιν αὐτοῦ πάλιν εἰσοικίζεται· θέμις γὰρ οὐκ ἔστι θνητὸν ἀθανάτῳ συνοικῆσαι. διὰ τοῦτο ἡ δύσις τοῦ λογισμοῦ καὶ τὸ περὶ αὐτὸν σκότος ἔκστασιν καὶ θεοφόρητον μανίαν ἐγέννησε.
τὸ δὲ ἀκόλουθον [*](2 Μωσῆς ΗP 3 λεγε Pap, λέγεται coni. Cohn ὑμῶν Pap GH2: ἡμῶν Η1P, ἡμῖν ΑΒ κυρίου κυρίῳ?) evanidum in Pap 4 γνωρισθήσομαι G Μωυσῆ ΑΒ: Μωυσῆς Pap G, Μωσῆς HP ειδι Pap 5 ωυσην Pap ὁ ἔγνω αὐτὸν κύριος κύριος αὐτὸν transposui) πρώσωπον πρὸς πρόσωπον codd.: εγνω κυριος) ceteris omissis Pap πρὸς] fort. κατὰ ex LXX scrib. 7 τὸν] αὐτὸν Β 79 νοῦν οm. L περὶ—νοῦν καλεῖ add. mg. P2 7 μήνυε Pap 8 ἔπεσεν GH διὰ Pap GHN: δὲ διὰ ABP 8. 9 κ(αλω)ν νοῦν Pap: νοῦν καλῶν GHN, νοῦν καλεῖ ABP 9. 10 φῶς φορεῖ ΑΒ 10 φέγγος] φῶς AB ἐκπέμπων om. N 11 καταλημψεων Pap 13 τὴν om. ΑΒ ἀναχέων om. ΑΒ ἑαυτοῖς] αὐτῶι Pap δέ] τε Pap 14 καὶ om. AB 14. 15 κατοκωχή τε scripsi: κατακωχη τε Pap, κατοχή τε N, κατοχωτική τε codd. 15. 16 bis ὅταν Pap: ὅτε codd. N 16 δὲ Pap N δύηται Pap: δύει codd. N ταυτ’ Pap 17 μὲν om. N 17. 18 ὁ ἐν ἡμῖν couicio 18 ὁ οm. Pap πνεύματος om. N 19 ἀυτὰ Pap εστιν Pap θνητῷ B 20 συνοικίσαι G) [*](1. 2 DH fol. 124r Φίλωνος ἐκ τοῦ περὶ τῶν μετονομαζομένων, DL fol. 40v et 159r DR fol. 36r Φίλωνος: ἡ τῶν μελλόντων κατάληψις ἀνοίκειος ἀνθρώπῳ. 7—61,6 περὶ—ἀποτελεῖ N fol. 167r.)
Τίνα δ’ ἐστὶν ἃ ἐρρέθη προθεσπισθέντα, καλὸν ἀκοῦσαι· πρῶτον μέν, ὅτι τῷ φιλαρέτῳ κατοικεῖν οὐ δίδωσιν ὁ θεὸς ὡς ἐν οἰκείᾳ γῇ τῷ σώματι, ἀλλὰ παροικεῖν ὡς ἐν ἀλλοδαπῇ μόνον ἐπιτρέπει χώρᾳ. „γινώσκων“ γάρ φησι „γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ“ (Gen. 15,13). παντὸς δὲ φαύλου συγγενὲς τὸ σώματος χωρίον, ἐν ᾧ μελετᾷ κατοικεῖν, οὐ παροικεῖν.
ἓν μὲν δὴ παίδευμα τοῦτο· ἕτερον δέ, ὅτι τὰ δουλείαν καὶ κάκωσιν καὶ δεινήν, ὡς αὐτὸς ἔφη, ταπείνωσιν ἐπάγοντα τῇ ψυχῇ τὰ κατὰ γῆν ἐστιν οἰκίδια· νόθα γὰρ καὶ ξένα διανοίας τὰ σώματος ὡς ἀληθῶς πάθη, σαρκὸς ἐκπεφυκότα, ᾗ προσερρίζωται.