Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

πάντα γὰρ τὰ τῆς ἀσκήσεως ἐδώδιμα καθέστηκεν, ἡ ζήτησις, ἡ σκέψις, ἡ ἀνάγνωσις, ἡ ἀκρόασις, ἡ προσοχή, ἡ ἐγκράτεια, ἡ ἐξαδιαφόρησις τῶν ἀδιαφόρων. ἀπὸ πάντων δὲ τὰς ἀπαρχὰς δήπουθεν ἔφαγεν, ἀλλ’ οὐ πάντα· ἔδει γὰρ ὑπολείπεσθαι καὶ τῷ ἀσκητῇ τροφὰς οἰκείας ὡς ἆθλα.

„πρὸ τοῦ σὲ ἐλθεῖν“ φυσικῶς· ἐὰν γὰρ ἔλθῃ τὸ πάθος εἰς τὴν ψυχήν, οὐκ ἀπολαύσομεν ἐγκρατείας· ἐλέγχει δὲ καὶ τὸν φαῦλον ὡς βραδὺν καὶ ὀκνηρὸν καὶ μελλητὴν πρὸς τὰ παιδείας ἔργα, ἀλλ’ οὐ πρὸς τὰ ἀκολασίας.

ἐργοδιώκτας οὖν Αἴγυπτος ἔχει πρὸς τὴν τῶν παθῶν ἐπισπεύδοντας ἀπόλαυσιν, Μωυσῆς δ’ ἔμπαλιν μετὰ σπουδῆς παραγγέλλει τὸ Πάσχα ἐσθίειν, τὴν ἀπὸ τούτων διάβασιν εὐωχεῖθαι. καὶ ὁ Ἰούδας φησίν· „εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς“ (Gen. 43,10), οὔ φησι κατέβημεν εἰς Αἴγυπτον, ἀλλ’ ἐκεῖθεν ἐπανεσώθημεν.

εἰκότως καὶ Ἰακὼβ τεθαύμακεν, εἰ ἔτι ὁ ἐν σώματι νοῦς, Ἰωσήφ, ζῇ πρὸς ἀρετὴν καὶ ἄρχει (Gen. 45,26) τοῦ σώματος, ἀλλ’ οὐκ ἄρχεται πρὸς αὐτοῦ. καὶ τἄλλα ἐπιὼν ἄν τις ὑποδείγματα τἀληθὲς ἰχνεύειν δυνηθείη. πρόκειται δ’ οὐ περὶ τούτων νῦν ἀκριβολογεῖσθαι, διὸ ἐπὶ τὰ ἑξῆς τρεπτέον), τῆς δὲ τρίτης ἐν οἷς τὰ περὶ τὴν τῆς γυναικὸς γένεσιν φιλοσοφεῖ —