Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τῶν δὲ ἐννοιῶν ἡ μὲν ἄνω φορὰ τὴν ἀμείνω τάξιν ἔλαχε συνοδοιπορούσης ἀρετῆς τῆς πρὸς τὸν θεῖον καὶ οὐράνιον χορὸν ἀγούσης, τὴν χείρω δὲ ἡ κάτω κακίας ἀφηγουμένης καὶ ἀντισπώσης βίᾳ. δηλοῖ δὲ καὶ τὰ ὀνόματα οὐχ ἥκιστα τὴν τῶν τόπων ἐναντιότητα· ἀρετὴ μὲν γὰρ οὐ μόνον παρὰ τὴν αἵρεσιν ὠνομάσθη, ἀλλὰ καὶ παρὰ τὴν ἄρσιν — αἴρεται γὰρ καὶ μετεωρίζεται διὰ τὸ αἰεὶ τῶν ὀλυμπίων ἐρᾶν —, κακία δὲ ἀπὸ τοῦ κάτω κεχωρηκέναι καὶ καταπίπτειν τοὺς χρωμένους αὐτῇ βιάζεσθαι.

τὰ γοῦν πολέμια τῆς ψυχῆς ἐννοήματα ἐπιποτώμενα καὶ ἐπιφοιτῶντα κάτεισι μὲν αὐτά, καταβάλλει δὲ καὶ τὴν διάνοιαν αἰσχρῶς ἐπιφερόμενα σώμασι καὶ πράγμασιν αἰσθητοῖς οὐ νοητοῖς, ἀτελέσιν οὐχ ὁλοκλήροις, ἐφθαρμένοις οὐχὶ τοῖς ζῶσιν. οὐ γὰρ μόνον σώμασιν, ἀλλὰ καὶ σωμάτων δίχα διαιρεθέντων τμήμασιν ἐπιφοιτᾷ· τὰ δ’ οὕτως διαιρεθέντα ἀμήχανον ἁρμονίαν δέξασθαι καὶ ἕνωσιν, τῶν πνευματικῶν

τόνων, οἳ συμφυέστατος δεσμὸς ἦσαν, διακοπέντων. εἰσηγεῖται [*](1 ἀπὸ] ἐπὶ conicio τῆς om. codd. δέ Α 2 εστιν Pap ὅσα Η1 P τρόποις ΑΒ προσερριζωμένα Η1 P1 4 φθορὰν Pap πόσης conioio 4. 5 ἀναπεπληρῶσθαι codd. ὁ τὸν θείων ἀγάθων κόρον Pap: τὸν κόρον τῶν θείων ἀγαθῶν codd. 7 θνητὸν ΑΒ κακὸν ABH2 επιφυτωσιν Pap δὲ codd. ἔνιαι L 8 ὅσον AB κατὰ codd. post ἄγνοιαν add. αἲ 2 9 οὐδὲ H1 διαφέρουσι BGHP 10 ἔλαχεν Pap 11 τῆς H2 (Pap?): καὶ τὴν ceteri τὸν θεῖον καὶ οὐράνιον χορὸν seripsi: τ)ων θείων ουρανι(ω)ν χορὸν Pap, τὸν οὐρανὸν καὶ θεῖον χῶρον codd. 11. 12 τὴν χείρω δέ ἡ codd.: χείρω δὲ την Pap, τὴν δὲ χείρω ἡ Scheil 12. 13 καὶ ἀντισπώσης— ἐναντιότητα om. ΑΒ 14 prius παρὰ] περὶ Η1P1 ἀλλὰ — ἄρσιν om. Pap GH1P1 τὴν ἄρσιν ΑΒ: τὴν ἄρσην H2P2, τὸ αἴρεσθαι v 15 γὰρ om. G ἀεὶ codd. 17 γοῦν πολέμια ΑΒ: πολέμια οὑν Pap G, πολέμια H1P, γάρ πολέμια H2 ἐννοήματα om. 11 επιπωτωμενα Pap: ἐπιπτώμενα G, ἐπισπώμενα ΗP, ἐπιπετόμενα AB 17. 18 post ἐπιφοιτῶντα add. ἐννοήματα Η1, νοήματα Η2 18. 19 σώμασιν αἰσχρῶς αἰσχροῖς P) ἐπιφερόμενα ἐπιφυρόμενα Α) codd. 19 σώμασι καὶ scripsi: σώμασιν οὐ Pap ΑΒGP (H1), οὐ del. Η2 19. 20 οὐκ ὁλοκλήρους G 20 τοῖς fort. del. 21 post σωμάτων add. τῶν V δὲ Pap 22 ἁρμονίαν ἀμήχανον codd.)

v.3.p.55
δὲ γνώμην ἀληθεστάτην διδάσκων, ὅτι δικαιοσύνη μὲν καὶ πᾶσα ἀρετὴ ψυχῆς, ἀδικία δὲ καὶ πᾶσα κακία σώματος ἐρῶσι, καὶ ὅτι τὰ τῷ ἑτέρῳ φίλα τῷ ἑτέρῳ πάντως ἐχθρά ἐστι, καθὰ καὶ νῦν· αἰνιττόμενος γὰρ τοὺς ψυχῆς πολεμίους ὄρνεα εἰσήγαγε γλιχόμενα ἐμπλέκεσθαι καὶ ἐμφύεσθαι σώμασι καὶ σαρκῶν ἐμφορεῖσθαι, ὧν τὰς ἐφόδους καὶ ἐπιδρομὰς ἐπισχεῖν βουληθεὶς ὁ ἀστεῖος λέγεται αὐτοῖς συγκαθίσαι (Gen. 15,11), οἷα πρόεδρός τις ἢ πρόβουλος ὤν.

ἐπειδὴ γὰρ καὶ τὰ οἰκεῖα ὑπὸ ἐμφυλίου στάσεως διειστήκει καὶ τὰ ἐχθρὰ στίφη διεφέρετο, βουλὴν ἁπάντων συναγαγὼν ἐσκόπει περὶ τῶν διαφόρων, ἵν’, εἰ δύναιτο, πειθοῖ χρώμενος καὶ τὸν ξενικὸν πόλεμον καταλύσαι καὶ τὴν ἐμφύλιον ταραχὴν ἀνέλοι. τοὺς μὲν γὰρ ὥσπερ νέφος ἐπιρράξαντας ἀκαταλλάκτως ἔχοντας λυσιτελὲς ἦν ἀποσκεδάσαι, τοῖς δὲ τὴν παλαιὰν συγγένειαν οἰκειώσασθαι.