Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

δυσμενεῖς μὲν οὖν ἄσπονδοι καὶ ἀκατάλλακτοι γράφονται ψυχῆς ἀφροσύναι καὶ ἀκολασίαι δειλίαι τε καὶ ἀδικίαι καὶ ὅσαι ἄλλαι ἐκ πλεοναζούσης ὁρμῆς εἰώθασι φύεσθαι ἄλογοι ἐπιθυμίαι, σκιρτῶσαι καὶ ἀπαυχενίζουσαι καὶ τὸν εὐθὺν δρόμον τῆς διανοίας ἐπέχουσαι, πολλάκις δὲ καὶ τὸ σύμπαν αὐτῆς σχῆμα σπαράττουσαί τε καὶ καταβάλλουσαι.

τὰ δὲ τῶν ἐνσπόνδων εἶναι δυναμένων προσκρούσματα τοιαῦτά ἐστιν, ὁποίας εἶναι συμβέβηκε τὰς σοφιστῶν δογματικὰς ἔριδας· ᾗ μὲν γὰρ πρὸς ἓν ἀπονεύουσι τέλος, θεωρίαν τῶν τῆς φύσεως πραγμάτων, λέγοιντ’ ἂν εἶναι φίλοι, ᾗ δ’ οὐχ ὁμογνωμονοῦσιν ἐν ταῖς κατὰ μέρος ζητήσεσιν, ἐμφυλίῳ στάσει χρῆσθαι, ὥσπερ οἱ ἀγένητον εἶναι λέγοντες τὸ πᾶν τοῖς γένεσιν εἰσηγουμένοις αὐτοῦ, καὶ πάλιν οἱ φθαρήσεσθαι τοῖς φθαρτὸν μὲν εἶναι [*](1 ἀναδιδάσκων AGP 2 ἔρωσιν Pap 3 αἰσχρὰ G εστιν Pap γὰρ τοὺς om. AB τῆς ψυχῆς codd. 4 πολεμίους Pap G (Mang.): πολέμους codd. εἰσήγαγεν Pap ἐμφύρεσθαι Β σώμασιν Pap, σώματος GHP 6 συγκαθίσαι ex LXX Mang.: ἐγκαθίσαι Pap et codd. 7 πρόβολος Β 8 διιστήκει Pap G, corr. in διστηκει Pap ἁπάντων] ἁπάντων ἀμείνω A, ἀμείνω s. s. P2 συναγωγὸν L 9 τῶν om. P ἵνα codd. 10 καταλύσῃ P ἀνέλοι B: ἀνελεῖν Pap GH, ἀνέλη AP 11 ἐπιρράξαντας Pap (Turn.): ἐπὶ (Turn.): ras. 3 litt. P) πάντας ABP2, ἐπιπράξαντας G, ἐπεὶ πράξαντας Η (sed πρ scr. Η2) 12 τοῖς] ἀστοῖς coni. Mang. 13 ἄσπονδοι καὶ in mg. add. P2 14 δειλίαιἀδικίαι om. G ἐκ Pap: ἐπὶ codd. 15 αποχενιζουσαι Pap 17 σχῆμα] ὄχημα coni. Mang. 18 εἶναι om. v, post εἶναι add. δοκούντων Β2P2, δοκοῦντα AB1 δυνάμεων codd. τοιαῦτ’ HP ἵας codd. 19 τὰς Pap P: τὰς τῶν ABGH ἡ ΑΒ: οι Pap, εἰ GHP ἀπονεύουσι Pap (Mang.): ἀποπνέουσι codd. 20 θεωρίας P λεγοιτ’ Pap G εἶναι om. ΑΒ ἧ AB: οι Pap G, εἰ HP 21 δ’] τ’ G ομογνομονουσι Pap ζητήσεσι Pap 22 ἀγέννητον ΑBGL1 23 οἱ om. ABP2 τοῖς] τὸ G)

v.3.p.56
φύσει, μηδέποτε δὲ φθαρησόμενον διὰ τὸ κραταιοτέρῳ δεσμῷ, τῇ τοῦ πεποιηκότος βουλήσει, συνέχεσθαι, καὶ οἱ μηδὲν εἶναι ὁμολογοῦντες ἀλλὰ πάντα γίνεσθαι τοῖς ὑπολαμβάνουσι τἀναντία, καὶ οἱ πάντων χρημάτων ἄνθρωπον μέτρον εἶναι διεξιόντες τοῖς τὰ αἰσθήσεως καὶ τὰ διανοίας κριτήρια συγχέουσι, καὶ συνόλως οἱ πάντα ἀκατάληπτα εἰσηγούμενοι τοῖς γνωρίζεσθαι πάμπολλα φάσκουσιν.

καὶ ἥλιος μέντοι καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός, γῆ τε καὶ ἀὴρ καὶ ὕδωρ, τά τε ἐξ αὐτῶν σχεδὸν πάντα τοῖς σκεπτικοῖς ἔριδας καὶ φιλονεικίας παρεσχήκασιν, οὐσίας καὶ ποιότητας, μεταβολάς τε αὖ καὶ τροπὰς καὶ γενέσεις, ἔτι δὲ φθορὰς αὐτῶν ἀναζητοῦσιν· μεγέθους τε πέρι καὶ κινήσεως τῶν κατ’ οὐρανὸν οὐ πάρεργον ποιούμενοι τὴν ἔρευναν ἑτεροδοξοῦσιν οὐ συμφερόμενοι, μέχρις ἂν ὁ μαιευτικὸς ὁμοῦ καὶ δικαστικὸς ἀνὴρ συγκαθίσας θεάσηται τὰ τῆς ἑκάστου γεννήματα ψυχῆς καὶ τὰ μὲν οὐκ ἄξια τροφῆς ἀπορρίψῃ, τὰ δ’ ἐπιτήδεια διασώσῃ καὶ προνοίας τῆς ἁρμοττούσης ἀξιώσῃ.

τὰ δὲ κατὰ τὴν φιλοσοφίαν μεστὰ διαφωνίας γέγονε τὸν πιθανὸν καὶ στοχαστικὸν νοῦν τῆς ἀληθείας ἀποδιδρασκούσης· τὸ γὰρ δυσεύρετον καὶ δυσθήρατον αὐτῆς τὰς λογικάς, ὡς οἶμαι, στάσεις ἐγέννησε.