Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
Λαλήσας οὖν περὶ τῶν ἀτμήτων καὶ ἀδιαιρέτων ὀρνέων φησὶν ἑξῆς· „κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα“ (Gen. 15, 11), ὁμωνυμίᾳ μὲν χρησάμενος, τὴν δὲ πραγματικὴν διαμάχην ἐναργέστατα τοῖς ὁρᾶν δυναμένοις διασυνιστάς· παρὰ φύσιν γάρ ἐστι τὸ καταβαίνειν ὄρνεα, τοῦ μετεωροπολεῖν ἕνεκα πτερωθέντα.
καθάπερ γὰρ τοῖς χερσαίοις οἰκειότατον χωρίον γῆ καὶ μάλιστα τοῖς ἑρπετοῖς, ἃ μηδ’ ὑπὲρ αὐτῆς ἰλυσπώμενα ἀνέχεται, φωλεοὺς δὲ καὶ καταδύσεις ζητεῖ τὸν ἄνω χῶρον ἀποδιδράσκοντα διὰ τὴν πρὸς τὰ κάτω συγγένειαν, τὸν αὐτὸν τρόπον καὶ τοῖς πτηνοῖς ὁ ἀὴρ ἐνδιαίτημα οἰκεῖον, κούφοις διὰ τὴν πτέρωσιν ὁ φύσει κοῦφος. ὅταν οὖν τὰ ἀεροπόρα αἰθεροβατεῖν ὀφείλοντα καταβαίνῃ, πρὸς χέρσον ἀφικνούμενα τῷ κατὰ φύσιν ἀδυνατεῖ χρῆσθαι βίῳ.
τοὐναντίον δὲ Μωυσῆς καὶ ὅσα τῶν ἑρπετῶν ἄνω δύναται πηδᾶν οὐ μετρίως ἀποδέχεται· φησὶ γοῦν· „ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τεσσάρων, ἃ ἔχει σκέλη ἀνωτέρω τῶν [*](1 ζῷον] ζώσω G, post ζῷον add. ὁ 51 θεῖος ὑπὲρ ἡμᾶς ΑΒP2 δὲ τῶ transp. ΑBP2 2 θεὸς AB τῷ om. codd. γεγονότων Pap: γινομένων H1P, γενομένων ceteri 4 μόνῳ om. codd. 5 alt. ἡ om. v 7 διένειμε] διέκρινε coni. Mang. ἅττα Α, ἄττα Β: ἅτε GHP, ἁ Pap 8 σώματα] νοήματα AB 9 τὴν] τὸν Pap G 11 post ἄκρατον add, καὶ v 12 διερ(εσ)εως Pap: om. codd. 16 ὀρνέων G διχοτομήματα Pap: διχοτομηθέντα codd. 17 ὁμώνυμα G 18 διανιστάς AB εστιν Pap 20 γηι Pap τοῖς οm. Pap ὑπὲρ] ἐπὶ coni. Mang. 22 ἀποδιδράσκοντας AB τὰ] τὸ G 23 πετεινοῖς codd. 24 περαίωσιν ΑΒ 26 τὸ ἐνάντιον Pap Μωσῆς HP δύνανται Α 27 φάγεται Pap 28 τέσσαρα ABGP, δ΄ H)
πάσης οὖν βαρυδαιμονίας ἀναπεπλῆσθαι νομιστέον ἐκείνας, αἵτινες ἐν ἀέρι καὶ αἰθέρι τῷ καθαρωτάτῳ τραφεῖσαι μετανέστησαν τὸν θείων ἀγαθῶν κόρον οὐ δυνηθεῖσαι φέρειν ἐπὶ τὸ θνητῶν καὶ κακῶν χωρίον γῆν. ἐπιφοιτῶσι δ’ ἔννοιαι μυρίαι περὶ μυρίων πραγμάτων ὅσων, αἱ μὲν ἑκούσιοι, αἱ δὲ κατ’ ἄγνοιαν, οὐδὲν διαφέρουσαι πτηνῶν, αἷς τὰ κατιόντα ἐξωμοίωσεν ὄρνεα.