Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

καὶ γὰρ ἐν τούτῳ λόγος ἔχει τὴν μὲν ἐξωτάτω καὶ ἀπλανῆ σφαῖραν ἄτμητον φυλαχθῆναι, τὴν δ’ ἐντὸς ἑξαχῆ τμηθεῖσαν ἑπτὰ κύκλους τῶν λεγομένων πλανήτων ἀποτελέσαι· ὃ γάρ, οἶμαι, ἐν ἀνθρώπῳ ψυχή, τοῦτο οὐρανὸς ἐν κόσμῳ. τὰς οὖν νοερὰς καὶ λογικὰς δύο φύσεις, τήν τε ἐν ἀνθρώπῳ καὶ τὴν ἐν τῷ παντί, συμβέβηκεν ὁλοκλήρους καὶ ἀδιαιρέτους εἶναι. διὸ λέγεται· „τὰ δὲ ὄρνεα οὐ διεῖλε.“

περιστερᾷ μὲν οὖν ὁ ἡμέτερος νοῦς, ἐπειδὴ τιθασὸν καὶ σύντροφον [*](1 τοῖς om. G μετρεῖται codd. 2 τάχα] καταχα Pap, τἄλλα G ἐπεὶ] ἐπὶ Pap GH ἀποτετορευμένος codd. 5. ὁ μετεωροπολεῖν πεφυκότας codd. 6 τόν addidi 7 Μωσῆς GHP 9 ἐποίησεν Pap οὔχι Pap (hiatus pausa excusatur): οὐκ codd. θεοῦ om. codd. 10 ὃς] ὡς Pap 11 καὶ πρὸς ἀλήθειαν κυρίως AB ἐστὶν Pap H 13 γέγονεν Pap 14 ἔπτα Pap (Mang.): ἓξ codd. εἰργάσατο codd. 15 ἀκοήν, γεῦσιν, ὄσφρησιν G: ὄσφρησιν, ἀκοὴν, γεῦσιν Pap, γεῦσιν, ἀκοήν, ὄσφρησιν ceteri φωνὴν, γόνιμον Pap G: γόνιρον, φωνήν HP, γόνιμον (om. φωνήν) ΑΒ δὲ] δὴ Pap 16 ὠνόμασται P ἄσχετον GHP 17 μὲν om. ΑΒ ἐξωτάτω Cohn: ἐξωτάτην codd., ἀνωτάτω Pap (sed. v. De Cherub. § 22) 18 τὸν δὲ οντως εξαχη Pap 19. 20 ἀνθρώπῳ] ἀνθρώπου Pap, οὐρανῶ G 20 ψυχῆι Pap 21 δύο om. AB τὴν ἐν om. ΑΒ 22 δὲ om. Pap διειλεν Pap 23 οὑν addidi τιθασσὸν ABG) [*](17 sqq. cf. Platonis Tim. 36 C (vol. I p. 175,2).)

v.3.p.53
ἡμῖν ἐστι τὸ ζῷον, εἰκάζεται, τῷ δὲ τούτου παραδείγματι ἡ τρυγών· ὁ γὰρ θεοῦ λόγος φιλέρημος καὶ μονωτικός, ἐν ὄχλῳ τῷ τῶν γεγονότων καὶ φθαρησομένων οὐχὶ φυρόμενος. ἀλλ’ ἄνω φοιτᾶν εἰθισμένος ἀεὶ καὶ ἑνὶ ὀπαδὸς εἶναι μόνῳ μεμελετηκώς. ἄτμητοι μὲν οὖν αἱ δύο φύσεις, ἥ τε ἐν ἡμῖν τοῦ λογισμοῦ καὶ ἡ ὑπὲρ ἡμᾶς τοῦ θείου λόγου, ἄτμητοι δὲ οὖσαι μυρία ἄλλα τέμνουσιν.

ὅ τε γὰρ θεῖος λόγος τὰ ἐν τῇ φύσει διεῖλε καὶ διένειμε πάντα, ὅ τε ἡμέτερος νοῦς, ἅττ’ ἂν παραλάβῃ νοητῶς πράγματά τε καὶ σώματα, εἰς ἀπειράκις ἄπειρα διαιρεῖ μέρη καὶ τέμνων οὐδέποτε λήγει.

τοῦτο δὲ συμβαίνει διὰ τὴν πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἐμφέρειαν. τὸ γὰρ θεῖον ἀμιγές, ἄκρατον, ἀμερέστατον ὑπάρχον ἅπαντι τῷ κόσμῳ γέγονεν αἴτιον μίξεως, κράσεως, διαιρέσεως, πολυμερείας· ὥστε εἰκότως καὶ τὰ ὁμοιωθέντα, νοῦς τε ὁ ἐν ἡμῖν καὶ ὁ ὑπὲρ ἡμᾶς, ἀμερεῖς καὶ ἄτμητοι ὑπάρχοντες διαιρεῖν καὶ διακρίνειν ἕκαστα τῶν ὄντων ἐρρωμένως δυνήσονται.