Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ὥσπερ οὖν ἀπερίληπτον τὸ ὄν, οὕτως καὶ τὸ ὁριζόμενον ὑπ’ [*](1 γινομένων vel γεινομένων Pap ὁ) τομεὺς conicio ὁ ΑΒGH2: om. Pap HP1 2 μηδ’ Pap Η2: μὴ δὲ ABG, μὴ H1P 4 εὐχαριστιῶν G 4. 5 πρότερον ὡς ἐδείχθη H 5 καὶ ἐπεὶ καὶ G τεσσάρων codd. 6 αὖθις om. Pap 9 τὴν Pap ΑΒ: τὴν τῶν GHP 10 ἄρτι G σπονδία GHP 12 κατ’ codd.: κάτα τὸν Pap δίκην om. Η1 13 οφλη Pap (Mang.): ὀφείλει G, ὀφείλη ceteri ἀλλὰ G εἰδῶμεν Pap: εἴδομεν P, ἴδωμεν ceteri prius τὰ om. AB τὰ κατ’ αὐτὸν Mang.: τὰ καθ’ αὑτὸν codd., καθ’ λ ἑαυτὰ Pap 14 τὰ δὲ στοιχεῖα AB 18 σύμβολον H, σύμβο P μεμέτρηται scripsi: μὲν εἴρηται Pap, μεμέτρηνται codd. ὑπ’ scripsi: ὕπερ Pap, ὑπὸ τοῦ codd. 20 alt. ἐστίν Pap ΗP 21 ὑπὸ Α, ante ὑπ’ add. οὔτε v ισον μεγέθους· Pap 21. 22 ἀλλ’ — ωυσῆν hic posui: post σώματος lin. 21 Pap, post γὰρ lin. 21 transpos. GHP, om. ΑΒ 22 οὐδ’] οὐχ Η2 Μωσῆν GHP ἐκπυρώσει scripsi: πυρώσει Pap ABH1P, πυργώσει GH2 23 εστιν Pap post θεός add. καὶ codd. 23. 24 αὐτοῦ om. codd. 24 απεριλημπτον Pap)
Εἰπὼν οὖν τὰ πρέποντα περὶ τούτων ἐπιλέγει· „τὰ δὲ ὄρνεα οὐ διεῖλεν“ (Gen. 15, 10), ὄρνεα καλῶν τοὺς πτηνοὺς καὶ πεφυκότας μετεωροπολεῖν δύο λόγους, ἕνα μὲν ἀρχέτυπον τὸν ὑπὲρ ἡμᾶς, ἕτερον δὲ μίμημα τὸν καθ’ ἡμᾶς ὑπάρχοντα.
καλεῖ δὲ Μωυσῆς τὸν μὲν ὑπὲρ ἡμᾶς εἰκόνα θεοῦ, τὸν δὲ καθ’ ἡμᾶς τῆς εἰκόνος ἐκμαγεῖον. „ἐποίησε“ γάρ φησιν „ὁ θεὸς τὸν ἄνθρωπον“ οὐχὶ εἰκόνα θεοῦ, ἀλλὰ „κατ’ εἰκόνα“ (Gen. 1, 27)· ὥστε τὸν καθ’ ἕκαστον ἡμῶν νοῦν, ὃς δὴ κυρίως καὶ πρὸς ἀλήθειαν ἄνθρωπός ἐστι, τρίτον εἶναι τύπον ἀπὸ τοῦ πεποιηκότος, τὸν δὲ μέσον παράδειγμα μὲν τούτου, ἀπεικόνισμα δὲ ἐκείνου. φύσει δὲ ἄτμητος ὁ ἡμέτερος γέγονε νοῦς.
τὸ μὲν γὰρ ἄλογον ψυχῆς μέρος ἑξαχῆ διελὼν ὁ δημιουργὸς ἑπτὰ μοίρας εἰργάζετο, ὅρασιν, ἀκοήν, γεῦσιν, ὄσφρησιν, ἁφήν, φωνήν, γόνιμον, τὸ δὲ λογικόν, ὃ δὴ νοῦς ὠνομάσθη, ἄσχιστον εἴασε κατὰ τὴν τοῦ παντὸς ὁμοιότητα οὐρανοῦ.