Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐπίγειον οὖν βουληθεὶς ἀρχετύπου τῆς κατ’ οὐρανὸν σφαίρας ἑπταφεγγοῦς μίμημα παρ’ ἡμῖν ὁ τεχνίτης γενέσθαι πάγκαλον ἔργον προσέταξε, τὴν λυχνίαν, δημιουργηθῆναι. δέδεικται δὲ καὶ ἡ πρὸς ψυχὴν ἐμφέρεια αὐτῆς· ψυχὴ γὰρ τριμερὴς μέν ἐστι, δίχα δὲ ἕκαστον τῶν μερῶν, ὡς ἐδείχθη, τέμνεται, μοιρῶν [*](1 αναθεμεια Pap μέσῳ] θὼ vel μω Pap 2. 3 δέ ἓξ—καὶ οἱ om. G 3 ἑβδόμης λυχνίας coni. Mang. 4 τοσοῦτον Pap G 5 τῆς] τῶν ΑΒ κάτα τὸν Pap χορείας Pap: πορείας GHP, om. AB ὁ ἐστιν om. G ἡ om. Pap οἱ ἑπτὰ λύχνοι ἐπ’ αὐτῆς codd. ἐρήσεται Pap v: εἰρήσεται codd. 7 ὅνπερ Pap: ὃν codd. οὕτω ΑΒ 8 λαμπρότεροι codd. 10 δὲ codd. ἔπει Pap, ἐπὶ G: ὅτι ceteri ὡς om. Pap 11 θεραπεύεται καὶ δορυφορεῖται AB 13 ἅπασιν Pap δικαίως ABH1 ἄλλως Pap (Mang.): ἀλλ’ ὡς codd. εστιν Pap 13. 14 τάξιν om. ΑΒ 14. 15 παγίως — λέγουσιν add. H2P2 14 κατ’ codd.: κάτα τὸν Pap 15 διανοῆσαι codd. εἰκοτολογοῦσιν scripsi, εικοτολεγουσιν Pap: εἰκότως λέγουσιν codd. δὲ ἐμοὶ G, δέ μοι ABHP 16 δοκοῦσι στοχάζεσθαι AB 16—18 τρεῖς οι αυτον καὶ υπερ αὐτὸν φαίνονται Pap (ceteris omissis) 17 λέγοντας G 18 φαετοντα Pap 19 ἀέρα G οὑν om. H1P1 19. 20 αρχετυπου Pap (Mang.): ἀρχέτυπον ABGH2P2, om. H1P1 20 κατ’ codd.: κάτα τὸν Pap 21 ἔργον om. Pap 22 ἡ om. Pap 23 μέν om. codd. ἐστιν H ἑκάστων Pap G)

v.3.p.51
δὲ γενομένων ἓξ ἕβδομος εἰκότως τομεὺς ἦν ἁπάντων ὁ ἱερὸς καὶ θεῖος λόγος.

ἄξιον δὲ μηδ’ ἐκεῖνο παρησυχασθῆναι· τριῶν ὄντων ἐν τοῖς ἁγίοις σκευῶν, λυχνίας, τραπέζης, θυμιατηρίου, τὸ μὲν θυμιατήριον εἰς τὴν ὑπὲρ τῶν στοιχείων εὐχαριστίαν ἀνάγεται, ὡς ἐδείχθη πρότερον, ἐπεὶ καὶ αὐτὸ μοίρας ἔχει τῶν τεττάρων, γῆς μὲν τὰ ξύλα, ὕδατος δὲ τὰ ἐπιθυμιώμενα — πρότερον γὰρ τηκόμενα εἰς λιβάδας αὖθις ἀναλύεται —, τὸν δὲ ἀτμὸν ἀέρος, πυρὸς δὲ τὸ ἐξαπτόμενον—καὶ ἡ σύνθεσις δὲ λιβανωτοῦ καὶ χαλβάνης ὄνυχός τε καὶ στακτῆς (Exod. 30,34) τῶν στοιχείων σύμβολον —, ἡ δὲ τράπεζα εἰς τὴν ὑπὲρ τῶν θνητῶν ἀποτελεσμάτων εὐχαριστίαν — ἄρτοι γὰρ καὶ σπονδεῖα ἐπιτίθενται αὐτῇ (Num. 4,7), οἷς ἀνάγκη χρῆσθαι τὰ τῆς τροφῆς δεόμενα —, ἡ δὲ λυχνία εἰς τὴν ὑπὲρ τῶν κατ’ οὐρανὸν ἁπάντων, ἵνα μηδὲν μέρος τοῦ κόσμου δίκην ἀχαριστίας ὄφλῃ, ἀλλ’ εἰδῶμεν ὅτι πάντα τὰ μέρη τὰ κατ’ αὐτὸν εὐχαριστεῖ, τὰ στοιχεῖα, τὰ ἀποτελέσματα, οὐ τὰ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τὰ ἐν οὐρανῷ.

ἄξιον δὲ σκέψασθαι, διὰ τί τῆς τραπέζης καὶ τοῦ θυμιατηρίου τὰ μέτρα δηλώσας τῆς λυχνίας οὐδὲν ἀνέγραψε· μήποτε δι’ ἐκεῖνο, ὅτι τὰ μὲν στοιχεῖα καὶ τὰ θνητὰ ἀποτελέσματα, ὧν ἡ τράπεζα καὶ τὸ θυμιατήριον σύμβολα, μεμέτρηται περατωθέντα ὑπ’ οὐρανοῦ — ἀεὶ γὰρ τὸ περιέχον τοῦ περιεχομένου μέτρον —, ὁ δ’ οὐρανός, οὗ σύμβολόν ἐστιν ἡ λυχνία, ἀπειρομεγέθης ἐστί.

περιέχεται γὰρ ὑπ’ οὐδενὸς σώματος, οὔτε ἰσομεγέθους αὐτῷ οὔτε ἀπείρου, ἀλλ’ οὐδ’ ὑπὸ κενοῦ κατὰ Μωυσῆν διὰ τὴν ἐν τῇ ἐκπυρώσει μυθευομένην τερατολογίαν· ἔστι δὲ ὅρος αὐτοῦ ὁ θεός, ἡνίοχος καὶ κυβερνήτης αὐτοῦ.