Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ὑπ’ αὐτοῦ τοῦ στελέχους τῆς ἑβδόμης. πολὺν δ’ ὄντα τὸν περὶ ἑκάστου λόγον ὑπερθετέον εἰσαῦθις. τοσοῦτο δὲ αὐτὸ μόνον ὑπομνηστέον, ὅτι τῆς κατ’ οὐρανὸν τῶν ἑπτὰ πλανήτων χορείας μίμημά ἐστιν ἡ ἱερὰ λυχνία καὶ οἱ ἐπ’ αὐτῆς ἑπτὰ λύχνοι. πῶς;

ἐρήσεταί τις ἴσως· ὅτι, φήσομεν, ὅνπερ τρόπον οἱ λύχνοι, οὕτως καὶ τῶν πλανήτων ἕκαστος φωσφορεῖ· λαμπρότατοι γὰρ ὄντες αὐγοειδεστάτας ἄχρι γῆς ἀποστέλλουσιν ἀκτῖνας, διαφερόντως δ’ ὁ μέσος τῶν ἑπτά, ἥλιος.

μέσον δ’ αὐτὸν οὐ μόνον ἐπεὶ μέσην ἐπέχει χώραν, ὡς ἠξίωσάν τινες, καλῶ, ἀλλ’ ὅτι καὶ θεραπεύεσθαι καὶ δορυφορεῖσθαι πρὸς ὑπασπιζόντων ἑκατέρωθεν ἀξιώματος ἕνεκα καὶ μεγέθους καὶ ὠφελειῶν, ἃς τοῖς ἐπιγείοις ἅπασι παρέχει, δίκαιος ἄλλως ἐστί.

τὴν δὲ τῶν πλανήτων τάξιν ἄνθρωποι παγίως μὴ κατειληφότες — τί δ’ ἄλλο τῶν κατ’ οὐρανὸν ἴσχυσαν κατανοῆσαι βεβαίως; — εἰκοτολογοῦσιν, ἄριστα δ’ ἐμοὶ στοχάζεσθαι δοκοῦσιν οἱ τὴν μέσην ἀπονενεμηκότες ἡλίῳ τάξιν, τρεῖς μὲν ὑπὲρ αὐτὸν καὶ μετ’ αὐτὸν τοὺς ἴσους εἶναι λέγοντες, ὑπὲρ αὐτὸν μὲν φαίνοντα, φαέθοντα, πυρόεντα, εἶθ’ ἥλιον, μετ’ αὐτὸν δὲ στίλβοντα, φωσφόρον, τὴν ἀέρος γείτονα σελήνην.