Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Ἐπεὶ δ’ οὐ μόνον φησὶ „διεῖλεν,„ ἀλλὰ καὶ „μέσα διεῖλεν,„ ἀναγκαῖον κἂν ὀλίγα περὶ τῶν ἴσων τμημάτων ὑπομνῆσαι. τὸ μὲν γὰρ ἄκρως κατὰ μέσον διαιρεθὲν ἴσα ἀποτελεῖ τμήματα.

ἄνθρωπος μὲν [*](1 δὲ εστιν Pap κατὰ ora. AB 3 οὕτω ora. Pap τέμνειν Pap, ἔτεμεν P 4 ἄψυχα τὰ δ’ εμὺͅυχα Pap: ἔμψυχα (ad(1. ἣν H’P), τὰ δὲ ἄψυχα codd. 5 ἐσεῖς L’ τὰ] τῶν Ἄρηι κινουμένων AB (j φαῦσις, lug. P- αφανἀφάνταστός Pap (Mang.): ἄφαντος P^H’), ἄφατος ceteri καὶ τούτων] τούτων δὲ Tiirn. οιστιτικα Pap 7 εἰσίν Pap Λ: ἐστί ceteri ἡμ P, ἡμέρας H 8 ἔλαχεν Pap y ἀνθρώπων Pap καὶ μὴν ὂν ]’ap : καὶ μὴ μόνον G; καθ’ ὃν δὲ ΛΒ, in ras. P-; καὶ οὐ μόνον καθ’ ἔνα in ras. H- 10 τῆς ψυχῆς H διήρει Pap: διαιρεῖ codd. τούτων γὰρ—ἔτεμνεν om. ΑΒ 11 ἀπέκρινεν Pap: ἀπέφηνεν (tHP καὶ λαβὼν Pap: λαβὼν δέ τούτων GPH’, ἀλλά καὶ τούτων Π2 ἑκάτερον Pap: ἕκαστον GUi’ 12 ἔτεμνεν Pap: διαιρεῖ GHP ἀτίθασον Pap: ἄγριον codd. εἶδος codd.: ἦθος Pap 13 εἰργάσατο AB 15 τὸ] τὲ G 18 αὐτ(υ codd. λόγων fl, ἔργων P διήρει Pap: διαιρεῖ codd. αμορφην [Pap ἄποιον codd.: ἄπορον Pap 19 τέσσαρα Π, δ P 20 αὖ Pap: om. codd. 21 μσα διελεῖν Pap 22 ἀναγκαῖον κἄν Turn.: ἀναγκαίως ἂν Pap, ἀναγκαίως κἄν codd. περὶ] περ Pap ἴσων] εἰς τῶν ὁ μὲν τὸ γὰρ trans)os. Pap 22 — 33,1 ujtoμνῆσαι- τμημάτων om. Β)

v.3.p.33
οὖν οὐδεὶς δύναιτ’ ἀκριβῶς ἄν ποτε εἰς ἴσα διελεῖν οὐδέν, ἀλλ’ ἀνάγκη τῶν τμημάτων τὸ ἕτερον ἐνδεῖν ἢ περιττεύειν, καὶ εἰ μὴ μείζονι, ἀλλά τοι βραχεῖ μέρει πάντως, ὃ τάχα τὴν αἴσθησιν ἐκφεύγει τοῖς ἁδρομερεστέροις ἐκ φύσεως καὶ ἔθους προσβάλλουσαν ὄγκοις, τοὺς δὲ ἀτόμους καὶ ἀμερεῖς καταλαβεῖν ἀδυνατοῦσαν.

ἰσότητος δὲ οὐδὲν γενητὸν αἴτιον ἀδεκάστῳ λόγῳ τῆς ἀληθείας εὑρίσκεται. ἔοικεν οὖν ὁ θεὸς μόνος ἀκριβοδίκαιος εἶναι καὶ μέσα μόνος δύνασθαι διαιρεῖν τά τε σώματα καὶ πράγματα, ὡς μηδὲν τῶν τμημάτων μηδ’ ἀκαρεῖ καὶ ἀμερεῖ τινι πλέον ἢ ἔλαττον γενέσθαι, τῆς δ’ ἀνωτάτω καὶ ἄκρας ἰσότητος μεταλαχεῖν ἰσχῦσαι.

εἰ μὲν οὖν τὸ ἴσον μίαν εἶχεν ἰδέαν, ἱκανῶς ἂν τὰ λεχθέντα εἴρητο, πλειόνων δ’ οὐσῶν οὐκ ἀποκνητέον τὰ ἁρμόττοντα προσθεῖναι. λέγεται γὰρ ἴσον καθ’ ἕνα μὲν τρόπον ἐν ἀριθμοῖς, ὡς δύο δυσὶ καὶ τρία τρισὶ καὶ τὰ ἄλλα ταύτῃ, καθ’ ἕτερον δὲ ἐν μεγέθεσιν, ὧν μήκη, πλάτη, βάθη, διαστάσεις εἰσίν· παλαιστὴς γὰρ παλαιστῇ καὶ πήχει πῆχυς ἴσα μεγέθει, δυνάμει δέ ἐστιν ἄλλα, ὡς τὰ ἐν σταθμοῖς καὶ μέτροις.