Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἀναγκαία δέ ἐστιν ἰσότητος ἰδέα καὶ ἡ διὰ ἀναλογίας, καθ’ ἣν καὶ τὰ ὀλίγα τοῖς πολλοῖς καὶ τὰ βραχέα τοῖς μείζοσιν ἴσα νενόμισται· ᾗ καὶ πόλεις ἐπὶ καιρῶν εἰώθασι χρῆσθαι κελεύουσαι τὸ ἴσον ἕκαστον τῶν πολιτῶν ἀπὸ τῆς οὐσίας εἰσφέρειν, οὐ δήπου ἐν ἀριθμῷ, ἀλλ’ ἀναλογίᾳ τοῦ [*](1 οὖν Pap G: om. ceteri δύναιτ᾿ BGHP: δυνατ᾿ Pap, δύναται ἄν scripsi: ἀγρίαν Pap, ἂν BGHP, om. Α 2 ἐνδέειν GPH1 ἡ] οὐδὲν ἤ H1P καὶ per errorem om. Mang. 3 τοι] τωι Pap ταχα (την) Pap: τὴν μὲν codd. ἐκφεύγειν G τοῖς Pap ABH2: τοῖς δὲ GPH1 3. 4 α(δρο)μενεστεροις Pap, ἀνδρο(μενε)στέροις Β (litterae inclusae erasae), ἀδρομεστέροις Α 5 ἰσότητος Pap: ἀνισότητος ABG, ἀνισότης HP δὲ] δὴ conicio γενητὸν scripsi: ηττον Pap, ἴσον codd. 5.6 αιτιον αδεκαστω Pap: αἴτιον δ’ ἑκάστω GHP, ἔτι ἀδεκάστῳ ΑΒ ὁ τῆς om. ΑΒ μόνον GH1 8 τὰ πράγματα ΑΒ ἀκαρὶ Β, ἀκαρῆ AP καὶ ἐν μέρει AB 9 δὲ Pap ἄνω κάτω GHP1 μελαχειν Pap 9. 10 ἰσχύς. ἄγει μὲν GHP1, ἰχὺς εἰ μὲν P2 10 τὸ ἴσον] τοῦ ἴσου V μίαν εἶχεν ἰδέαν Pap: μίαν ἰδέαν GHP1, ἦν κατά μίαν ἰδέαν ABP2 ειρητο Pap (Turn.): εἴρηνται G, εἴρηντο ceteri 11 δὲ codd. λέγεται Pap ΑΒ: λέγει GHP 12 δύσιν et τρισὶν Pap 13 μεγέθεσιν Pap AB: μεγέθει GHP ων Pap: ὡς codd. μήκει, πλάτει, βάθει ABH2, post βάθη add. ἃ ABP2 14 εἰσί ABHP, τρεῖς conicio πηχη (sic) πῆχυς Pap: πῆχυς πήχει codd. 15 μεγέθη G δυνάμει] ἐν βάρει ΑΒ σταθμῶ AB 16 δέ ἀνισότητος AB ἡ δι’ ὅλου ἀλογίας G2 καιθην Pap τὰ om. v 17 βραχεια Pap 18 ἔπει Pap 19 ἀναλόγως HP) [*](10 sqq. cf. Aristotelis Politica VIII ὁ p. 1301 b 28 ss.)

v.3.p.34
περὶ τὸν κλῆρον τιμήματος, ὥσθ’ ὁ δραχμὰς ἑκατὸν εἰσενεγκὼν τῷ τὸ

τάλαντον εἰσενεγκόντι δόξαι ἂν ἐπιδεδωκέναι τὸ ἴσον. τούτων προϋποτυπωθέντων ἴδε πῶς μέσα διελὼν ἴσα διεῖλε κατὰ πάσας τὰς ἰσότητος ἰδέας ἐν τῇ τοῦ παντὸς οὐρανοῦ γενέσει. ἀριθμῷ μὲν οὖν ἴσα τὰ βαρέα τοῖς κούφοις ἔτεμνε, δύο δυσί, γῆν καὶ ὕδωρ, τὰ βάρος ἔχοντα, τοῖς φύσει κούφοις, ἀέρι καὶ πυρί, καὶ πάλιν ἓν ἑνί, τὸ μὲν ξηρότατον τῷ ὑγροτάτῳ, γῆν ὕδατι, τὸ δὲ ψυχρότατον τῷ θερμοτάτῳ, πυρὶ ἀέρα, τὸν αὐτὸν δὲ τρόπον καὶ σκότος φωτὶ καὶ ἡμέραν νυκτὶ καὶ χειμῶνι θέρος καὶ ἔαρι μετόπωρον καὶ ὅσα τούτων συγγενῆ·

μεγέθει δ’ ἴσα ἐν οὐρανῷ μὲν τοὺς παραλλήλους κύκλους, τούς τε ἰσημερινούς, ἐαρινὸν καὶ μετοπωρινόν, καὶ τοὺς τροπικούς, θερινόν τε καὶ χειμερινόν, ἐπὶ γῆς δὲ ζώνας, δύο μὲν ἴσας ἀλλήλαις, αἳ πρὸς τοῖς πόλοις εἰσὶ κατεψυγμέναι καὶ διὰ τοῦτ’ ἀοίκητοι, δύο δὲ τὰς μεθορίους τούτων τε καὶ τῆς διακεκαυμένης, ἃς δι’ εὐκρασίαν φασὶν οἰκεῖσθαι, τὴν μὲν πρὸς τοῖς νοτίοις, τὴν δὲ πρὸς τοῖς βορείοις κειμένην.

μήκει δ’ ἴσα ἐστὶ καὶ τὰ χρόνου διαστήματα, ἡ μεγίστη ἡμέρα τῇ μεγίστῃ νυκτὶ καὶ πάλιν ἡ βραχυτάτη τῇ βραχυτάτῃ καὶ ἡ μέση τῇ μέσῃ. τὰ δὲ τῶν ἄλλων ἡμερῶν τε καὶ νυκτῶν ἴσα μεγέθη μάλιστα μηνύειν αἱ ἰσημερίαι δοκοῦσιν.