Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ὥσπερ δὲ τὰ ὁλοσχερῆ, οὕτω καὶ τὰ κατὰ μέρος ἔτεμνεν, ὧν τὰ μὲν ἄψυχα, τὰ δ’ ἔμψυχα ἦν· καὶ τῶν ἀψύχων τὰ μὲν ἐν ταὐτῷ μένοντα, ὧν δεσμὸς ἕξις, τὰ δ’ οὐ μεταβατικῶς, ἀλλ’ αὐξητικῶς κινούμενα, ἃ φύσις ἡ ἀφάνταστος ἐζῴου· καὶ τούτων τὰ μὲν τῆς ἀγρίας ὕλης οἰστικὰ ἀγρίων καρπῶν, οἳ τροφὴ θηρίοις εἰσίν, τὰ δὲ τῆς ἡμέρου, ὧν γεωργία τὴν προστασίαν καὶ ἐπιμέλειαν ἔλαχε· τίκτει δὲ καρποὺς τῷ πάντων ἡμερωτάτῳ ζῴων πρὸς ἀπόλαυσιν, ἀνθρώπῳ.

καὶ μὴν ὃν τρόπον τὰ ἄψυχα, καὶ τὰ ψυχῆς μεμοιραμένα διῄρει — τούτων γὰρ ἓν μὲν ἀλόγων, ἓν δὲ λογικῶν ἀπέκρινεν εἶδος — καὶ λαβὼν ἑκάτερον πάλιν ἔτεμνεν τὸ μὲν ἄλογον εἰς ἀτίθασόν τε καὶ χειρόηθες εἶδος, τὸ δὲ λογικὸν εἰς ἄφθαρτόν τε καὶ θνητόν.

καὶ τοῦ θνητοῦ δύο μοίρας εἰργάζετο, ὧν τὴν μὲν ἀνδρῶν, τὴν δὲ γυναικῶν ἐπεφήμισε. καὶ κατ’ ἄλλον μέντοι τρόπον τὸ ζῷον εἰς ἄρρεν ἔτεμνε καὶ θῆλυ· ἐδέχετο δὲ καὶ ἄλλας ἀναγκαίας τομάς, αἳ διέστελλον πτηνὰ μὲν χερσαίων, χερσαῖα δὲ ἐνύδρων, ἔνυδρα δὲ ἀμφοῖν τῶν ἄκρων.

οὕτως ὁ θεὸς ἀκονησάμενος τὸν τομέα τῶν συμπάντων αὑτοῦ λόγον διῄρει τήν τε ἄμορφον καὶ ἄποιον τῶν ὅλων οὐσίαν καὶ τὰ ἐξ αὐτῆς ἀποκριθέντα τέτταρα τοῦ κόσμου στοιχεῖα καὶ τὰ διὰ τούτων παγέντα ζῷά τε αὖ καὶ φυτά.