Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ἐὰν οὖν μηδενὶ τῶν ἔξωθεν ἐπιφοιτώντων ἢ ἔνδον ταμιευομένων πραγμάτων ὁ νοῦς ἀξιώσῃ προσομιλεῖν, ἀλλ’ ἠρεμίαν ἀγαγὼν καὶ ἡσυχάσας πρὸς τὸν λέγοντα ἑαυτὸν ἀποτείνῃ, σιωπήσας κατὰ τὸ Μωυσέως παράγγελμα δυνήσεται μετὰ τῆς πάσης προσοχῆς ἀκροάσασθαι, ἑτέρως δ’ οὐκ ἂν ἰσχύσαι.
τοῖς μὲν οὖν ἀμαθέσι συμφέρον ἡσυχία, τοῖς δὲ ἐπιστήμης ἐφιεμένοις καὶ ἅμα φιλοδεσπότοις ἀναγκαιότατον ἡ παρρησία κτῆμα. λέγεται γοῦν ἐν Ἐξαγωγῇ· „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε“, καὶ χρησμὸς εὐθὺς ὑπόκειται τοιόσδε· „καὶ εἶπε κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρὸς μέ“ (Exod. 14, 14. 15) ; ὡς δέον καὶ σιωπᾶν τοὺς μηδὲν ἄξιον ἀκοῆς ἐροῦντας καὶ λέγειν τοὺς ἔρωτι σοφίας θείῳ πεπιστευκότας καὶ μὴ μόνον λέγειν σὺν ἠρεμίᾳ, ἀλλὰ καὶ μετὰ κραυγῆς μείζονος ἐκβοᾶν, οὐ στόματι καὶ γλώττῃ, δι’ ὧν ἀέρα λόγος ἔχει σφαιρούμενον αἰσθητὸν ἀκοῇ γίνεσθαι, ἀλλὰ τῷ παμμούσῳ καὶ μεγαλοφωνοτάτῳ ψυχῆς ὀργάνῳ, οὗ θνητὸς μὲν ἀκροατὴς οὐδὲ εἷς, ὁ δὲ ἀγένητος καὶ ἄφθαρτος μόνος.
τὸ γὰρ νοητῆς ἁρμονίας εὐάρμοστον καὶ σύμφωνον μέλος ὁ νοητὸς μουσικὸς μόνος καταλαβεῖν [*](1 ἀνδράσιν OAB εστι Pap, εἰσίν D δὲ codd. D 2 ἔνεισιν] εἰσίν D post ἔξωθεν add. τῶν OAB 3 ἠρέμιον G ἀνάγων OAB, ἀναγαγὼν G 4 ἑαυτὸν ἀποτείνῃ ante πρὸς transpos. codd. 4. 5 κατὰ—προσοχῆς om. Pap 5 Μωσέως codd. ἀκροᾶσθαι Pap ὁ ἑταίρων Pap, ἑτέρων L δὲ codd. ἴσχυσαι Pap: ἰσχύσει Η2, ἰσχύσῃ ceteri 7 δὲ Pap G: δ’ ceteri φιλοδεσπόταις G 8 κτῆμα om. Η ουν Pap ἐξαγ(ωγῇ) Pap (cf. tabulam phototypicam apud Scheilium, qui non recte legit εξαρω): ἐξόδω codd. 9 ὑμῶν Pap PH1: ἡμῶν ceteri σιωπήσεσθε Pap 10 εἶπεν Pap Μωσῆν GHP βόα Pap 12 ἐρῶντι coni. Mang. θείω Pap (idem ipse conieceram): θεῶ codd. συνηρεμουντα Pap, συνηρεμοῦντας coni. Cohn 15 ψύχης Pap: φωνῆς codd. 16 οὐδεὶς L1 ἀγέννητος codd. (Pap?) μόνον O) [*](10 Origenis fragm. ex codice affert Mang.: καὶ Μωυσῆς ἐβόα σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ θεὸς ἔφη· τί βοᾷς πρὸς μέ, Orig. Hom. in Exod. V4 p. 146: quomodo clamat? nulla eius vox clamoris auditur, et tamen dicit ad eum deus: quid clamas ad me? velim scire, quomodo sancti sine voce clamant ad deum . . . per silentium sanctorum clamor auditur. Comment. in loann. VI 10 p. 119: ἐὰν 51 μὴ μὴν conicio) παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐδὲ ἄν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγήν, ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα· „τί βοᾶς πρὸς μέ“; οὐκ αἰσθητῶς βεβοηκότα — οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ μεγάλως δὲ τὴν ἀκουομένην μόνω θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. cf. Theodoretum in psalm. 5,2 (p. 635).)
λάλος δὲ οὕτως ὁ ἰσχνόφωνος καὶ βραδύγλωσσος καὶ ἄλογος εἶναι δοκῶν ἀνευρίσκεται, ὥστε πῇ μὲν οὐ μόνον λέγων ἀλλὰ καὶ βοῶν εἰσάγεται, ἑτέρωθι δὲ ἀπαύστῳ καὶ ἀδιαστάτῳ χρώμενος λόγων ῥύμῃ.
„Μωυσῆς“ γάρ φησιν „ἐλάλει, καὶ ὁ θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ“ (Exod. 19, 19), οὐ κατὰ συντέλειαν ἐλάλησεν, ἀλλὰ κατὰ μηκυνομένην παράτασιν ἐλάλει, καὶ ὁ θεὸς οὐ κατὰ συντέλειαν ἐδίδαξεν, ἀλλ’ αἰεὶ καὶ συνεχῶς ἀπεκρίνετο. ὅπου δὲ ἀπόκρισις, ἐκεῖ πάντως ἐρώτησις.
ἐρωτᾷ δὲ ἕκαστος ὃ μὴ ἐπίσταται, μαθεῖν ἀξιῶν γνούς τε τῶν εἰς ἐπιστήμην ὠφελιμώτατον ἔργον εἶναι ζητεῖν, ἐρωτᾶν, πυνθάνεσθαι, μηδὲν δοκεῖν εἰδέναι μηδέ τι οἴεσθαι παγίως κατειληφέναι.
σοφοὶ μὲν οὖν ὑφηγητῇ καὶ διδασκάλῳ χρῶνται θεῷ, οἱ δ’ ἀτελέστεροι τῷ σοφῷ. διὸ καὶ λέγουσι· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). τοσαύτῃ δ’ ἄρα χρῆται παρρησίᾳ ὁ ἀστεῖος, ὥστε οὐ μόνον λέγειν καὶ βοᾶν, ἀλλ’ ἤδη καὶ καταβοᾶν ἐξ ἀληθοῦς πίστεως καὶ ἀπὸ γνησίου τοῦ πάθους θαρρεῖ.
τὸ γὰρ „εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας“ (Exod. 32, 32) καὶ τὸ „μὴ ἐγὼ ἐν γαστρὶ [*](1 ἱκανός] δυνατός Ο αισθηει Pap φερομένων OAB 2 ἡ Pap: καὶ codd. 3 οὐ om. OAB 4 γάρ om. OAB βόα πρὸς με Pap, πρὸς μὲ βοᾶς HP 5 κατὰ] κατ’ OHP ὁ οὕτως Pap HP1: οὗτος GL, οὐδὲν ἧττον AOBP2 7 ἀλλὰ om. GH1P1 9 Μωσῆς codd. ὁ om. OAB απεκρινετο Pap: ἀπεκρίνατο codd. φωνῆι Pap: ἐν φωνὴ codd. 11 παράστασιν GP1H1 ὁ om. Ο ἐδίδασκεν HP ἀίει Pap: ἀεὶ codd. 12 ἀπεκρίνετο Pap GP: ἀπεκρίνατο ceteri 13 δὲ] καὶ Β ἀξιῶν om. Pap γνοὺς Mang. (τε ex Pap addidi): γνησιωστε Pap, γνησίων GHP, γνησίων δὲ περὶ 14 ἐπιστήμην Pap HP1: ἐπιστήμης GP2, ἐπιστήμας OAB ὠφελιμώτατον Pap: ὠφελιμωτάτων codd. D 15 δοκεῖν] ἀδικεῖν G μηδ’ εἴ τι οἴεται OAB παγίως Pap H2: πλαγίως ceteri 16 θεῷ om. Pap δὲ OGHPN 17 λέγουσιν Pap 18 ποτε om. Pap δὲ N 19 ἀλλὰ καὶ N 21 μὲν post τὸ (lin. 20) transpos. codd. N ἀφεὶς Pap GP: ἁφῆς ceteri N 22 σου om. Pap N μη εγγαστρει Pap) [*](13—15 DR fol. 203v Φίλωνος ἐκ τῶν μετονομαζομένων: τῶν εἰς ἐπιστήμην ἔργων ζητεῖν καὶ πυνθάνεσθαι κάλλιστον, μηδὲν δὲ δοκεῖν εἰδέναι μηδὲ οἴεσθαι κατειληφέναι καλλιστότερον. 15—6,17 σοφοὶ—οἰκεῖον N fol. 165r.)
τοῦτο δ’ ἄρα πέρας ἦν οὐ τόλμης ἁπλῶς, ἀλλ’ εὐτολμίας αὐτῷ, διότι οἱ σοφοὶ πάντες φίλοι θεοῦ, καὶ μάλιστα κατὰ τὸν ἱερώτατον νομοθέτην. παρρησία δὲ φιλίας συγγενές· ἐπεὶ πρὸς τίνα ἄν τις ἢ πρὸς τὸν ἑαυτοῦ φίλον παρρησιάσαιτο; παγκάλως οὖν ἐν τοῖς χρησμοῖς φίλος ᾄδεται Μωυσῆς (Exod. 33, 11), ἵν’ ὅσα ἐπὶ θάρσει παρακεκινδυνευμένα διεξέρχεται, φιλίᾳ μᾶλλον ἢ αὐθαδείᾳ προφέρεσθαι δοκῇ. θρασύτης μὲν γὰρ αὐθάδους, φίλου δὲ θαρραλεότης οἰκεῖον.
Ἀλλὰ σκόπει πάλιν, ὅτι εὐλαβείᾳ τὸ θαρρεῖν ἀνακέκραται. τὸ μὲν γὰρ „τί μοι δώσεις;” (Gen. 15, 2) θάρσος ἐμφαίνει, τὸ δὲ „δέσποτα” εὐλάβειαν. εἰωθὼς δὲ χρῆσθαι μάλιστα διτταῖς ἐπὶ τοῦ αἰτίου προσρήσεσι, τῇ θεὸς καὶ τῇ κύριος, οὐδετέραν νῦν παρείληφεν, [*](1 αὐτὸν om. Pap 2 αὐτὸν om. IIP ὤσει ἄραι Pap: καθὰ αἴρει G, καθὰ ἄρη ceteri Ν τιθηνη Pap 4 κλαίουσιν Pap: κλαίει codd. N 4. 5 τὸ (τ del.) ὄψος Pap: τὸ ὄψον codd. N 7 αφ οὐ ἐγὼ πορεύομαι Pap προς Φαραω λαλήσαι Pap: λαλήσαι κλῇσαι N) πρός Φαραὼ codd. N τὼ ὀνόματι σου Pap 8 ἐκάκωσας N tco λαὼ G ἐρύσω Pap HP 9 ταῦτ’ ἄρα καὶ conicio γὰρ] οὑν N 9. 10 τῶν βασιλέων εαμμερει Pap 10 δ’ Pap: τὸ δ’ codd. ἀποφαίνεται Pap πρὸς] πρὸ Pap θαρρῆσαι codd. λαλῆσαι 0) 10. 11 τοῦτον ἄρα Pap 11 ἄρ’ ἢν N πέρας Η: περ ceteri et Pap, om. N ἀπλῶς OABP2: αὐτὸ GHP1, αὐτῶ N, om. Pap ἀλλὰ ABH αὐτῷ om. N διὰ τί; ὅτι OABGN 12 πάντα N τὸν ἱερώτατον νομοθέτην scripsi: τὸ τὸν Pap) ἱερώτατον νομοθέτημα Pap et codd. N 13 πρὸς prius] πρὸ Pap πρὸς alterura om. Pap, fort. recte 14 ἐν om. N θεοῦ φίλος conicio φίλος om H1P 15 Μωυσῆς Pap G: Μωσῆς ceteri N ἵνα OAB θάρρει Pap 16 προφέρεσθαι Pap: προσφέρεσθαι codd. Ν δοκεῖ Β 17 φίλους Pap 18 θαρροῦν codd. 20 δεσποτα Pap: ὦ δέσποτα codd. εὐλάβεια Pap χρήσασθαι Pap, fort. recte μάλιστα διτταῖς Pap: διτταῖς αἰτίαις codd. 21 αἰτίου Pap (Mang.): αἰτίου καὶ codd. προσρήσεσιν Pap τῆ τε τοῦ θεοῦ καὶ Tfj τοῦ κυρίου codd.) [*](11. 12 DR fol. 261v DV p. 693 Φίλωνος: πᾶς σοφὸς θεοῦ φίλος ἐστίν (τῷ ὄντι add. DV).)
ἀλλ’ εἰ καὶ τὸ ὑποκείμενον ἓν καὶ ταὐτόν ἐστιν, ἐπινοίαις αἱ κλήσεις διαφέρουσι· κύριος μὲν γὰρ παρὰ τὸ κῦρος, ὃ δὴ βέβαιόν ἐστιν, εἴρηται, κατ’ ἐναντιότητα ἀβεβαίου καὶ ἀκύρου, δεσπότης δὲ παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος οἶμαι — ὥστε τὸν δεσπότην κύριον εἶναι καὶ ἔτι ὡσανεὶ φοβερὸν κύριον, οὐ μόνον τὸ κῦρος καὶ τὸ κράτος ἀνημμένον ἁπάντων, ἀλλὰ καὶ δέος καὶ φόβον ἱκανὸν ἐμποιῆσαι —, τάχα μέντοι καὶ ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι συνέχων αὐτὰ ἄλυτα καὶ σφίγγων διαλυτὰ ὄντα ἐξ ἑαυτῶν.
ὁ δὴ φάσκων „δέσποτα, τί μοι δώσεις“ δυνάμει ταῦτα διεξέρχεται· οὐκ ἀγνοῶ σου τὸ ὑπερβάλλον κράτος, ἐπίσταμαι τὸ φοβερὸν τῆς δυναστείας, δεδιὼς καὶ τρέμων ἐντυγχάνω καὶ πάλιν θαρρῶ·
σὺ γὰρ ἐθέσπισάς μοι μὴ φοβεῖσθαι, σύ μοι γλῶσσαν παιδείας ἔδωκας τοῦ γνῶναι ἡνίκα δεῖ φθέγξασθαι, σὺ τὸ στόμα ἀπερραμμένον ἐξέλυσας, σὺ διοίξας ἐπὶ πλέον ἤρθρωσας, σὺ τὰ λεκτέα συνεβίβασας εἰπεῖν τὸν χρησμὸν βεβαιούμενος ἐκεῖνον· „ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις λαλήσειν“ (Exod. 4,12).
τίς γὰρ ἐγενόμην, ἵνα σύ μοι λόγου μεταδῷς, ἵνα μισθὸν ὁμολογῇς, χάριτος καὶ δωρεᾶς ἀγαθὸν τελεώτερον; οὐ τῆς πατρίδος εἰμὶ μετανάστης; οὐ τῆς συγγενείας ἀπελήλαμαι; οὐ τῆς πατρῴας οἰκίας ἠλλοτρίωμαι; οὐκ ἀποκήρυκτον καὶ φυγάδα πάντες ἔρημον καὶ ἄτιμον ὀνομάζουσιν;
ἀλλὰ σύ μοι, δέσποτα, ἡ πατρίς, σὺ ἡ συγγένεια, σὺ ἡ πατρῴα ἑστία, σὺ ἡ ἐπιτιμία, ἡ παρρησία, ὁ μέγας καὶ ἀοίδιμος καὶ ἀναφαίρετος πλοῦτος. [*](1 τὴν] τὴν τοῦ OAB δέσποτα P εὐλαβῶς Pap G, prius H: εὐσεβῶς ceteri καιρίως Pap HP 2 ταῦτ’ Pad G: ταῦτα ceteri εἶναι Pap G: om. ceteri ὁ δεσπότης Mang. per errorem τὸ om. OAB 3 αἱ κλήσεις] κεκλῆσθαι Pap διαφέρουσιν H 4 βεβαίου ΑΒ 5 τὸ Pap: om. codd. 7 ἀνημμένον ἀπάντων Pap GHP: ἀνειμένον (post εἰ ras.) ἀπάντων Ο, ἀπάντων ἀνειμμένον ΑΒ (ει in ras. Α) 8 δεσμός Mang.: δεσμῶν Pap, δεσπότης codd. 9 διαλυτὰ ὄντα scripsi: ἃ διαλύεται G (sed ἃ supra scr. G2), διαλύοντα ceteri et Pap αὐτῶν OAB ὁ δὴ] ὦ δὴ H, οδεδε Pap, ὁ δὲ Mang. 12 τυγχάνω vel ἐντυγχάνω σοι Cohn 12 ἐθέσπισας OAB (Pap)?: θεσπίσας G1H1P, ὁ θεσπίσας G2H2 13 εδωκας Pap: δέδωκας codd. ἡνίκα om. Α1Β, ἃ Α2 14 φθεγξ(ασθαι) Pap: φθέγγεσθαι codd. ἀπεραμμένον Pap OB διήνοιξας OAB ἐπιπλέον codd.: επιπλειστον Pap 15 ἀρθρώσας G Χρήμων Pap 16 ἐκεῖνον om. OAB σε om. G 17 λαλήσειν] ποιῆσαι OAB λόγον ABG1, λόγων G2 18 ἀγαθῶν H τελεώτερον Pap: τελειότερον codd. 20 alterum καὶ] τε καὶ OAB 20. 21 νομίζουσιν coni. Mang. 21 alterum σὺ om. Pap 21. 22 tertium σὺ ἡ — παρρησία om. Pap 22 περιουσία coni. Mang. αναι(ρε)τος Pap πλοῦτος] κλῆρος Pap) [*](8. 9 Platonis Tim. p. 41 Α.)
διὰ τί οὖν οὐχὶ θαρρήσω λέγειν ἃ φρονῶ; διὰ τί δ’ οὐ πεύσομαι μαθεῖν τι πλέον ἀξιῶν; ἀλλ’ ὁ λέγων ἐγὼ θαρρεῖν πάλιν ὁμολογῶ δεδιέναι καὶ καταπεπλῆχθαι, καὶ οὐκ ἔχει τὴν ἄμικτον ἐν ἐμοὶ μάχην φόβος τε καὶ θάρσος, ὡς ἴσως ὑπολήψεταί τις, ἀλλὰ τὴν ἀνακεκραμένην συμφωνίαν. ἀπλήστως οὖν εὐωχοῦμαι τοῦ κράματος, ὅ με ἀναπέπεικε μήτε ἄνευ εὐλαβείας παρρησιάζεσθαι μήτε ἀπαρρησιάστως εὐλαβεῖσθαι.