Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τὴν γὰρ οὐδένειαν τὴν ἐμαυτοῦ μετρεῖν ἔμαθον καὶ τὰς ἐν ὑπερβολαῖς ἀκρότητας τῶν σῶν εὐεργεσιῶν περιβλέπεσθαι· καὶ ἐπειδὰν "γῆν καὶ τέφραν" καὶ εἴ τι ἐκβλητότερον ἐμαυτὸν αἴσθωμαι, τηνικαῦτα ἐντυγχάνειν σοι θαρρῶ, ταπεινὸς γεγονώς, καταβεβλημένος εἰς χοῦν, ὅσα εἴς γε τὸ μηδ’ ὑφεστάναι δοκεῖν ἀνεστοιχειωμένος. καὶ τοῦτό μου τὸ πάθος τῆς ψυχῆς ἐστηλογράφησεν ἐν τῷ ἐμῷ μνημείῳ ὁ ἐπίσκοπος Μωυσῆς.

"ἐγγίσας" γάρ φησιν "Ἀβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός" (Gen. 18, 27), ἐπειδὴ τότε καιρὸς ἐντυγχάνειν γένεσιν τῷ πεποιηκότι, ὅτε τὴν ἑαυτῆς οὐδένειαν ἔγνωκεν. τὸ δὲ "τί μοι δώσεις;" οὐκ ἀποροῦντός ἐστι φωνὴ μᾶλλον ἢ ἐπὶ τῷ πλήθει καὶ μεγέθει ὧν ἀπήλαυκεν ἀγαθῶν εὐχαριστοῦντος.

"τί μοι δώσεις;" ἔτι γὰρ ἀπολείπεταί τι πλέον προσδοκῆσαι; ἄφθονοι μέν, ὦ φιλόδωρε, αἱ σαὶ χάριτες καὶ ἀπερίγραφοι καὶ ὅρον ἢ τελευτὴν οὐκ ἔχουσαι, πηγῶν τρόπον πλείω τῶν

v.3.p.9
ἀπαντλουμένων ἀνομβροῦσαι.

σκοπεῖν δὲ ἄξιον οὐ μόνον τὸν αἰεὶ πλημμυροῦντα χειμάρρουν τῶν σῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὰς ἀρδομένας ἡμῶν ἀρούρας· εἰ γὰρ περιττὸν ἀναχυθείη τὸ ῥεῦμα, λιμνῶδες καὶ τελματῶδες ἀντὶ καρποφόρου γῆς ἔσται τὸ πεδίον. πρὸς εὐφορίαν οὖν μεμετρημένης, ἀλλ’ οὐκ ἀμέτρου δεῖ τῆς ἐπιρροῆς ἐμοί.

διὸ πεύσομαι „τί μοι δώσεις“ ἀμύθητα δοὺς καὶ σχεδὸν πάντα ὅσα θνητὴν φύσιν χωρῆσαι δυνατὸν ἦν; ὃ γὰρ λοιπὸν ἐπιζητῶ μαθεῖν τε καὶ κτήσασθαι, τοῦτ’ ἐστίν, τίς ἂν γένοιτο ἄξιος τῶν σῶν εὐεργεσιῶν [καὶ] κληρονόμος.

ἢ „ἐγὼ ἀπολυθήσομαι ἄτεκνος“ (Gen. 15, 2), ὀλιγοχρόνιον καὶ ἐφήμερον καὶ ὠκύμορον λαβὼν ἀγαθόν, εὐχόμενος τοὐναντίον, πολυήμερον καὶ μακροχρόνιον καὶ ἀκήρατον καὶ ἀθάνατον, ὡς δυνηθῆναι καὶ σπέρματα βαλέσθαι καὶ ῥίζας ἐχυρότητος ἕνεκα ἀποτεῖναι καὶ ἄνω πρὸς οὐρανὸν τὸ στέλεχος ἀνεγεῖρον μετεωρίσαι;

τὴν γὰρ ἀνθρωπίνην ἀρετὴν βαίνειν μὲν ἐπὶ γῆς, φθάνειν δὲ πρὸς οὐρανὸν ἀναγκαῖον, ἵν’ ἐκεῖ τῆς ἀφθαρσίας ἑστιαθεῖσα τὸν ἀεὶ χρόνον ἀπήμων διαμένῃ.

ἄτεκνον γὰρ καὶ στεῖραν οἶδ’ ὅτι ψυχὴν ὁ τὰ μὴ ὄντα φέρων καὶ τὰ πάντα γεννῶν μεμίσηκας, ἐπεὶ καὶ χάριν ἔδωκας ἐξαίρετον τῷ διορατικῷ γένει τὸ μηδέποτε στειρωθῆναι καὶ ἀτοκῆσαι, ᾧ καὶ αὐτὸς προσνεμηθεὶς ἐφίεμαι κληρονόμου δικαίως. ἄσβεστον γὰρ αὐτὸ καταθεώμενος αἴσχιστον εἶναι νομίζω τὴν ἐμαυτοῦ φύσιν τοῦ καλοῦ περιιδεῖν καταλυθεῖσαν.

ἱκέτης οὖν γίνομαι καὶ ποτνιῶμαι, ἵνα σπερμάτων καὶ ἐμπυρευμάτων ὑποτυφομένων τὸ ἀρετῆς ἀνακαίηται καὶ ἀναφλέγηται σωτήριον φέγγος, ὃ λαμπαδευόμενον [*](1 ἀνομβροῦσαι Pap: ἀναβρύουσαι codd. ἀίει Pap: ἀεὶ codd. πλημυροντα Pap 2 σῶν om. OAB 4 οὑν scripsi: οὐ Pap GHP, γὰρ OAB 5 οὐ κατά μέτρον HP αμετρον Pap επιρροιης Pap ὁ θνητὴ φύσις OAB δύνατον Pap: δύνατον GHP, ἀδύνατος OAB 7 γὰρ] γοῦν Mang. λοιπὸν Pap GH2: om. ceteri μαθεῖν scripsi: μαυειν Pap, σχεῖν H2, om. ceteri τε καὶ] τέκνον OAB τοῦτο Pap ἐστὶ codd. 8 ευεργησιων (sic) Pap: ἔργων codd. καὶ seclusi, aut scrib. καὶ χαρίτων η Pap: codd. 10. 11 πολυχρόνιον GHP 11 λαβέσθαι G 12 ἐχυρωτάτας ἀποτεῖναι εἰς τὸ κάτω conicio ἐχυρότητος Pap G: ὁχυρότατος Β, ὀχυρότητος ceteri ἕνεκ’ ΑΒΗP ἀποτεῖναι ΑΒΒP Pap(?): ποτ’ εἶναι G, ἀποκτεῖναι Ο 13 ἀνεγεῖρον scripsi: ἀνεγείρων Pap GHP, ἀνεγείρω OAB ἀρετὴν] ψυχὴν coni. Mang. βαίνειν μέν] βαίνειν HP, καὶ νῦν G 15 διαμένῃ Pap: διαμένει G, διαμένοι ceteri ἄτεκνον] ἄπαιδα OAB σπείραν Pap οἶδ’ ὅτι HP (ὅτι del. P)G1(?): ὄιδα ὅτι Pap, ὁ ἰδιώτης G2, οἶδα OAB 16 φέρων] σπείρων coni. Mang. ἐπεὶ καὶ] καὶ ἔπι Pap 17 ἐξαιρέτων Pap στηρωθηναι Pap 18 ἀτονῆσαι G2 19 ἐμαυτῶι Pap, ἑαυτοῦ O, ἐν ἐμαυτῷ 20 καλοῦ] λοῦ in ras. Η2, κακοῦ Β, κακῶς O περιιδὼν Pap ἱκέτις Η 21 τὸ] τὰ G)

v.3.p.10
ἐπαλλήλοις διαδοχαῖς ἰσοχρόνιον γενήσεται κόσμῳ.

ζῆλον καὶ τοῖς ἀσκητικοῖς ἔδωκας τέκνων τῶν ψυχῆς σπορᾶς καὶ γενέσεως, καὶ μοιραθέντες ὑφ’ ἡδονῆς ἐξελάλησαν εἰπόντες· „τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου“ (Gen. 33, 5), ὧν ἀκακία καὶ τροφὸς καὶ τιθήνη, ὧν ἄβατοι καὶ ἁπαλαὶ καὶ εὐφυεῖς ψυχαί, τῶν ἀρετῆς παγκάλων καὶ θεοειδεστάτων εὐπαράδεκτοι χαρακτήρων.

δίδαξον δέ με κἀκεῖνο, εἰ „ὁ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου“ τῶν σῶν χαρίτων ἱκανὸς γενέσθαι κληρονόμος ἐστίν. ἐγὼ γὰρ ἄχρι νῦν τὸν μὲν ἐλπιζόμενον οὐκ ἔλαβον, ὃν δ’ ἔλαβον, οὐκ ἐλπίζω.

Τίς δὲ ἡ Μασὲκ καὶ τίς αὐτῆς ὁ υἱός, οὐ παρέργως ἐπισκεπτέον. ἑρμηνεύεται τοίνυν Μασὲκ ἐκ φιλήματος. φίλημα δὲ διαφέρει τοῦ φιλεῖν· τὸ μὲν γὰρ ψυχῶν ἕνωσιν ἁρμοζομένων εὐνοίᾳ, τὸ δὲ ἐπιπόλαιον καὶ ψιλὴν δεξίωσιν χρείας τινὸς εἰς ταὐτὸ συναγαγούσης ἔοικεν ἐμφαίνειν.

ὥσπερ γὰρ ἐν τῷ ἀνακύπτειν οὐκ ἔστι τὸ κύπτειν οὐδ’ ἐν τῷ καταπίνειν ἦν πάντως τὸ πίνειν οὐδ’ ἐν μαρσίππῳ ὁ ἵππος, οὕτως οὐδ’ ἐν τῷ καταφιλεῖν τὸ φιλεῖν, ἐπεὶ καὶ τῶν ἐχθρῶν μυρίους εἴκοντές τινες ταῖς τοῦ βίου χαλεπαῖς ἀνάγκαις δεξιοῦνται.

τίς οὖν ἐστιν ἡ ἐκ φιλήματος ἀλλὰ μὴ ἐξ ἀψευδοῦς φιλίας ἡμῖν συσταθεῖσα, φράσω μηδὲν ὑποστειλάμενος· ἡ ζωὴ ἡ σὺν αἰσθήσει, ἡ πᾶσιν ὠχυρωμένη, ἧς ἀνέραστος οὐδείς, ἣν δέσποιναν μὲν οἱ πολλοί, θεράπαιναν δὲ οἱ ἀστεῖοι [*](1 ἰσόχρονον HP κόσμου OAB 2 τῆς ψυχῆς OGHP, τῆς ψυχικῆς ΑΒ γενήσεως G, γενέσεως τε Pap, pro τε fort. scrib. ὥστε vel τε transpon. post σπορᾶς καὶ μοιραθέντες GHP: καὶ μοιρανθεντες Pap, οἳ καὶ μακρυνθέντες OAB, ὧν μοιραθέντες coni. Mang. ὑφ’] ἀφ’ OAB 3 εξεληλασαν Pap οἷς] οὑς OAB, 2 in mg. 3. 4 τὸν παῖδα Pap: τὸν δοῦλον prius Η, τῶν δούλων ceteri 4 ἀκακία Pap: ἀποικία cocid. τιθηνός codd. ἄβαστοι G, ἄπλαστοι coni. Mang. ὁ ὁ om. P Μασὲκ] μου OAB, Μασὲκ κατὰ G 7 κληρονόμος γενέσθαι ἱκανός OAB 8 ἔλαβον OABGP: ἔλαχον Pap (?) H 9 ἤλπιζον coni. Mang. 10 ἡ] ὁ O ὁ υἱὸς αὐτῆς OAB 10. 11 σκεπτέον Pap 11 Μασεκ Pap: ὁ Μσὲκ Ο, ἡ Μασὲκ ceteri δὲ Pap H2: τοίνυν OAB, om. GH1P 12 ἐνῶσιν Pap: αἵρεσιν OAB, εὕρεσιν GHP ἁρμοζομένης Pap αἰ εὐνοία H: εὐνοίας Pap, εὔνοιαν GP, εἰς εὔνοιαν OA, εἰς ἔννοιαν B 12. 13 επιπολεον καὶ ψειλην Pap: ψιλὴν καὶ ἐπιπόλαιον codd. 13 ἐς HP ταὐτὸν codd. συναγαγουσης Pap: συναγούσης codd. 14 οὐκέτι OAB οὐκ ἔστι τὸ κύπτειν om. Pap οὐδὲ Pap 15 ἢν πάντως Pap: οὐκέτι OAB, om. GHP οὐδὲ Pap ὁ om. Pap οὐδὲ Pap 16 τὸ φιλεῖν om. Pap ἥκοντες L 17 τινες om. Pap ταῖς] καὶ G ουν Pap: δὲ ΑΒ, δ’ ccteri 17. 18 ἡ ἐκ φιλήματος bis hab. G 18 συσταθεῖσα Pap: συντεθεῖσα Η2, συνταθεῖσα ceteri 19 (υπ)οκρυψαμενος Pap ἡ Μάσεκ προσαγορευομένη coni. Mang. πᾶσαν πᾶσα Turn. ᾠκειωμένη coni. Cobn 20 θεραπανιααδε Pap)

v.3.p.11
νομίζουσιν, οὐκ ἀλλόφυλον ἢ ἀργυρώνητον, ἀλλ’ οἰκογενῆ καὶ τρόπον τινὰ ὁμόφυλον. οὗτοι καὶ πεπαίδευνται καταφιλεῖν αὐτήν, οὐ φιλεῖν, ἐκεῖνοι δὲ ὑπερφυῶς ἀγαπᾶν καὶ τριπόθητον ἡγεῖσθαι.

Λάβαν δ’ ὁ μισάρετος οὐδὲ καταφιλῆσαι δυνήσεται τὰς προσκεκληρωμένας τῷ ἀσκητικῷ δυνάμεις, ἀλλ’ ὑποκρίσεως καὶ ψευδῶν πλασμάτων ἀνηρτηκὼς τὸν ἑαυτοῦ βίον, ὡσανεὶ δυσχεραίνων, οὐ πρὸς ἀλήθειαν ἀλγῶν, φησίν· „οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας“ (Gen. 31, 28)· εἰκότως γε καὶ προσηκόντως· εἰρωνείαν γὰρ μισεῖν ἀκαταλλάκτως ἐπαιδεύθημεν.

ἀγάπησον οὖν ἀρετὰς καὶ ἄσπασαι ψυχῇ τῇ σεαυτοῦ καὶ φίλησον ὄντως, καὶ ἥκιστα βουλήσῃ τὸ φιλίας παράκομμα ποιεῖν, καταφιλεῖν. „μὴ γάρ ἐστιν αὐταῖς ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ σῷ οἴκῳ; οὐχ ὡς αἱ ἀλλότριαι ἐλογίσθησαν παρὰ σοί; ἢ οὐ πέπρακας αὐτάς, καὶ κατέφαγες τὸ ἀργύριον“ (Gen. 31, 14. 15), ἵνα μηδὲ εἰσαῦθις ἀνακομίσασθαι δυνηθῇς τὰ σῶστρα καὶ τὰ λύτρα κατεδηδοκώς; προσποιοῦ νῦν βούλεσθαι καταφιλεῖν ὁ πᾶσι τοῖς κριταῖς ἄσπονδος. ἀλλ’ οὐ γαμβρὸν καταφιλήσει Μωυσῆς, ἀλλ’ ἀπὸ γνησίου τοῦ ψυχῆς πάθους φιλήσει· „ἐφίλησε“ γάρ φησιν „αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους“ (Exod. 18, 7).