Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

[*](p.473 M.)

Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει τὰ περὶ μισθῶν ὡς ἐνῆν ἐπ’ ἀκριβείας διεξήλθομεν· νυνὶ δὲ πρόκειται ζητεῖν, τίς ὁ τῶν θείων πραγμάτων κληρονόμος ἐστίν.

ἐπειδὴ γὰρ θεσπισθέντος ὁ σοφὸς ἤκουσε λογίου τοιούτου· „ὁ μισθός σου πολὺς ἔσται σφόδρα”, πυνθάνεται φάσκων· „δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ἐλιέζερ“, καὶ πάλιν „ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με” (Gen. 15, 1—3).

καίτοι τίς οὐκ ἂν τὸ τοῦ χρησμῳδοῦντος ἀξίωμα καὶ μέγεθος καταπλαγεὶς ἄφωνος καὶ ἀχανὴς ἐγένετο, καὶ εἰ μὴ διὰ δέος, ἀλλά τοι τῷ περιχαρεῖ; ἐπιστομίζουσι γὰρ ὡς αἱ σφοδραὶ λῦπαι, καὶ αἱ ὑπερβάλλουσαι χαραί.

διὸ καὶ Μωυσῆς ἰσχνόφωνος ὁμολογεῖ καὶ βραδύγλωσσος γενέσθαι, ἀφ’ οὗ ἤρξατο ὁ θεὸς αὐτῷ διαλέγεσθαι [*](φίλωνος Pap: φίλωνος ἰουδαίου ΑΒ, τοῦ αὐτοῦ P, om. OGH ἐστιν Pap Eus: πραγμάτων codd. καὶ περὶ—τομῆς om. OP καὶ] ἡ Pap Eus εἰς τὰ ἴσα Pap Eus: ἴσα codd. 1 συνταξει Pap: βίβλῳ codd. τὰ πέρι Pap: περὶ codd. 2 νυν Pap ζητεῖν om. Pap 3. 4 θεσπισθεντος ὁ add. ex codd.) σοφὸς ἤκουσε λογίου Pap: θεσπισθέντος λογίου τοιούτου ὁ σοφὸς ἤκουσεν codd. ἤκουεν Α 4 έσται Pap: om. codd. 5 δέσποτα τι μοι Pap: τί μοι, δέσποτα codd. ἀπολύομαι Pap: ἀπελεύσομαι codd. ὁ Μασεκ Pap (Mang.): μου ὀ ἐκ codd. οἰκογενοῦς Pap: ἱκέτιδος O, οἰκέτιδος ceteri μου om. Α κληρονομήσει (κληρονομήσειέ Ο) με add. post μου codd., om. Pap 7 om. Pap (probat Cohn) 9 εἰ καὶ OAB 10 αἱ om. OAB 11 αἱ Pap N: om. ceteri Μωσῆς codd. N 11. 12 καὶ βραδύγλωσσος ὁμολογεῖ transpos. codd. N) [*](8—2,4 καίτοι—φιλοσοφοῦντα N fol. 165r.)

v.3.p.2
(Exod. 4, 10). καὶ ἀψευδής ἐστιν ἡ τοῦ προφήτου μαρτυρία· τότε γὰρ εἰκὸς τὸ μὲν φωνητήριον ὄργανον ἐπέχεσθαι, τὸν δὲ κατὰ διάνοιαν λόγον ἀρθρούμενον ἀνυποτάκτῳ φορᾷ χρῆσθαι, νοημάτων οὐ ῥημάτων ἐπάλληλα κάλλη μετ’ εὐτρόχου καὶ ὑψηγόρου δυνάμεως φιλοσοφοῦντα.

θαυμάσιοι δὲ ἀρεταὶ ἥ τε εὐτολμία καὶ ἡ ἐν τῷ δέοντι παρρησία πρὸς τοὺς ἀμείνους, ὡς καὶ τὸ κωμικὸν ἀψευδῶς μᾶλλον ἢ κωμικῶς εἰρῆσθαι δοκεῖν

  • ἂν πάνθ’ ὁ δοῦλος ἡσυχάζειν μανθάνῃ,
  • πονηρὸς ἔσται· μεταδίδου παρρησίας.
  • πότε οὖν ἄγει παρρησίαν οἰκέτης πρὸς δεσπότην;

    ἆρ’ οὐχ ὅταν ἠδικηκότι μὲν ἑαυτῷ μηδὲν συνειδῇ, πάντα δ’ ὑπὲρ τοῦ κεκτημένου καὶ λέγοντι καὶ πράττοντι;

    πότε οὖν ἄξιον καὶ τὸν τοῦ θεοῦ δοῦλον ἐλευθεροστομεῖν πρὸς τὸν ἑαυτοῦ τε καὶ τοῦ παντὸς ἡγεμόνα καὶ δεσπότην ἢ ὅταν ἁμαρτημάτων καθαρεύῃ καὶ τὸ φιλοδέσποτον ἐκ τοῦ συνειδότος κρίνῃ, πλείονι χαρᾷ χρώμενος ἐπὶ τῷ θεράπων θεοῦ γενέσθαι, ἢ εἰ τοῦ παντὸς ἀνθρώπων γένους ἐβασίλευσε τὸ γῆς ὁμοῦ καὶ θαλάττης ἀναψάμενος ἀκονιτὶ κράτος;

    τὰς δὲ φιλοδεσπότους θεραπείας καὶ λειτουργίας τοῦ Ἀβραὰμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· „δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, [*](1 εστι Pap 3 ἀθροούμενον Α 4 ἐπάλληλα] ἀλλ’ ἐπάλληλα OAB 5 αἱ ἀρεταὶ ABH1P τωι Pap: om. codd. 7 δόκει Pap 8 ἡσυχάζη P, ἡσυχάζων v μανθάνει P 9 μεταδίδου Pap: μεταδιδοὺς GHP, μὴ μεταδιδοὺς OAB 10 οὐχ] οὑν οὐχ OAB 11 ἠδικηκότα L μηδέν] οὐδὲν AB συνῄδει G2, συνίδῃ HP δὲ codd. 12 καὶ πράποντι om. DL καὶ om. DL τοῦ θεοῦ codd. D: θεοῦ Pap 13 τε Pap D: om. codd. 13. 14 δεσπότην καὶ ἡγεμόνα D 14 post ἁμαρτημάτων add. τε Pap κακαθαρευη Pap, καθαρεύοι D ἐκ τοῦ] αὐτοῦ DL 15. 16 κρίνεσθαι θεοῦ (om. πλείονι— γενέσθαι) G θεοῦ γενέσθαι Pap: γενέσθαι θεοῦ codd. D 16 ἡ εἰ] ἧς ἡ G1P(H1), ἧς ὁ G2 ἐβασίλευσεν Pap DL τὸ om. OAB 17 θαλάσσης OBHP ἀκονιτὶ P: ακονειτι Pap, ἀκονητὶ OGH, ἀπονητὶ AB φιλοδεσποτας Pap 17. 18 θεραπείας καὶ λειτουργίας Pap: λειτουργίας καὶ θεραπείας codd. 18 ‘Aβραὰμ ABHP bic et saepius λόγον Β, ε Α 20 ἐνευλογηθήσεται τὸ σπερματι Pap 21 ἐπήκουσεν ΟΑΒ) [*](8 Menander frg. 370 (Comicorum Atticorum fragm. ed. Kock III 107). 10—16 D fol. 265 (titulum non indicat Harris p. 91) D L fol. 121r Φίλωνος ἐκ τοῦ τίς ὁ τῶν θείων κληρονόμος: πότε (τότε DL) ἄγει παρρησίαν—ἐβασίλυσε.)

    v.3.p.3
    καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου“ (Gen. 26, 3—5).

    μέγιστον δ’ ἐγκώμιον οἰκέτου μηδενὸς ὧν ἂν προστάξῃ ὁ δεσπότης ὀλιγωρεῖν, ἀόκνως δὲ καὶ φιλοπόνως ὑπὲρ δύναμιν πάντα σπουδάζειν αἰσίῳ γνώμῃ κατορθοῦν.

    εἰσὶ μὲν οὖν, οἷς ἀκούειν ἀλλ’ οὐ λέγειν ἐμπρεπές, ἐφ’ ὧν λέγεται „σιώπα καὶ ἄκουε“ (Deut. 27, 9), πάγκαλον παράγγελμα. θρασύτατον γὰρ καὶ λαλίστατον ἀμαθία, ἧς πρῶτον μέν ἐστιν ἄκος ἡσυχία, δεύτερον δὲ προσοχὴ τῶν ἄξιόν τι προφερομένων ἀκοῆς.

    μηδεὶς μέντοι νομισάτω τοῦτ’ αὐτὸ μόνον ἐμφαίνεσθαι διὰ τοῦ „σιώπα καὶ ἄκουε“, ἀλλὰ καὶ προτρέψασθαι δυνατώτερον ἕτερον· οὐ γὰρ παραινεῖ μόνον γλώττῃ σιωπᾶν καὶ ὠσὶν ἀκούειν, ἀλλὰ καὶ ψυχῇ ταῦτα παθεῖν ἀμφότερα.

    πολλοὶ γὰρ ἐπ’ ἀκρόασιν ἥκοντές τινος οὐκ ἐληλύθασι ταῖς διανοίαις, ἀλλ’ ἔξω πλανῶνται καὶ μυρία περὶ μυρίων ἑαυτοῖς διεξέρχονται, τὰ συγγενικά, τὰ ὀθνεῖα, τὰ ἴδια, τὰ δημόσια, ὧν εἰκὸς ἦν ἐν τῷ παρόντι μὴ μεμνῆσθαι, πάνθ’ ὡς ἔπος εἰπεῖν ἑξῆς συναριθμούμενοι, καὶ διὰ τὸν ἐν ἑαυτοῖς πολὺν θροῦν ἀδυνατοῦσι τοῦ λέγοντος ἀκροᾶσθαι· λέγει γὰρ ἐκεῖνος ὥσπερ οὐκ ἐν [*](1 εφυλαξεν Pap 1. 2 καὶ τὰ δικαιώματα μου καὶ τὰ νόμιμα μου Pap: καὶ τοὺς νόμους μου (μου (μου om. P) καὶ τὰς κρίσεις codd. 2 δὲ codd. Anton. δὲ om. Α 4 αἰσίῳ Pap G Anton.: αἰσία HPD, αἰδεσίμῳ OAB εἰσιν Pap 5 ἐμπρεπές Pap D: εὐπρεπές codd. ἐφ’ ὦν] ἀφ᾿ ὧν ὧν] D2R, ἄφρον post λέγεται add. παρὰ τοῦ νομοθέτου DRDH ὁ πᾶν καλὸν D θρασυτατον γὰρ καὶ λαλίστατον Pap: θρασύτατον γὰρ καὶ ἀκαλλέστατον D, κάκιστον γὰρ καὶ θρασύτατον codd. 7 post ἀμαθία add. ἄριστον δ’ ἡ εὐμάθεια OAB, mg. P2 ἧς] ἡ D ἐστιν] ἐστὶ λυσιτελέστατον D ἄκος Pap (coni. Mang.): ἀκοῆς codd. D 8 ἀξίων DK προφερομένων ἀκοῆς scripsi: φερομένων ἀκοῆς Pap, προσφερομένων ἀκοὴ D, προσοχῆς προφερομένων Β, ἀκοῆς (προσοχῆς A) προσφερομένων ceteri, ante ἀκοῆς ras. in Η τοῦτο codd. D αὐτῶ GHP, om. D 9. 10 ἀλλὰ— ἕτερον] πᾶν καλὸν παράγγελμα DR 9 προτρέψαι AB 10 ἕτερον] ἕκαστον AB γὰρ om. Pap γλωττη Pap DH: γλώσση codd. DK γλώσση μόνον 11 τῆ ψυχὴ ἀμφότερα παθεῖν D μαθεῖν G 12 ἥκοντος DR ἐληλύθασιν Pap 13 αὐτοῖς 0, ἐν ἑαυτοῖς DH 13—15 τὰ om. D 14 τὰ δημόσια scripsi: τα, tum ὁ litt. evanidae Pap; om. codd., τὰ κοινὰ coni. Cohn 14 πανθ’ Pap: πάντα GHP, πάντως ἃ OAB 15 εἰπεῖν] εἶναι P(H1) ἐξῆ Pap ἐν om. Β ἑαυτοῖς Pap DH: ἑαυτῆς Β, αὑτοῖς Η2, αὐτοῖς ceteri DR 16 ἀκροάσασθαι D ἐκεῖνος οὐχ ὡς ἐν ἀνθρώποις, ἀλλ’ ὡς ἐν D) [*](2—4 DR fol. 159v Anton. Mel. II 23 col. 1065 Φίλωνος: μέγιστον ἐγκώμιον—κατορθοῦν. 4—4,2 DR fol. 44v Φίλωνος τίς ἐστιν ὁ τῶν θείων κληρονόμος DH fol. 132r Φίλωνος. εἰσὶν οἶς ἀκούειν—ἀκοαὶ δὲ οὐκ εἰσίν (DH lin. 4,1 ἀψύχοις desinit). 4—6 D2R fol. 137r Φίλωνος ἐκ τοῦ περὶ κοσμοποιίας: εἰσὶν οἷς—πᾶν καλὸν παράγγελμα·· ἀμαθίᾳ γὰρ συμφέρον ἡσυχία.)

    v.3.p.4
    ἀνθρώποις, ἀλλ’ ἐν ἀψύχοις ἀνδριᾶσιν, οἷς ὦτα μέν ἐστιν, ἀκοαὶ δ’ οὐκ ἔνεισιν.