Quis Rerum Divinarum Heres Sit

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

πῶς; φυτοῦ μὲν ἀρχὴ σπέρμα, τέλος δ’ ὁ καρπός, ἑκάτερον οὐ γεωργίας, ἀλλὰ φύσεως ἔργον. πάλιν ἐπιστήμης ἀρχὴ μὲν ἡ φύσις, ὡς ἐδείχθη, πέρας δ’ οὐδ’ ἦλθεν εἰς ἀνθρώπους. τέλειος γὰρ οὐδεὶς ἐν οὐδενὶ τῶν ἐπιτηδευμάτων, ἀλλ’ ἀψευδῶς αἱ τελειότητες καὶ ἀκρότητες ἑνός εἰσι μόνου. φορούμεθ’ οὖν λοιπὸν ἡμεῖς ἐν τῷ τέλους καὶ ἀρχῆς μεθορίῳ, μανθάνοντες, διδάσκοντες, γεωπονοῦντες, ἐργαζόμενοι τῶν ἄλλων ἕκαστον ὡς ἂν ἱδρῶντες, ἵνα τι καὶ γένεσις πράττειν δοκῇ.

γνωριμώτερον μέντοι τὰς ἀρχὰς καὶ τὰ τέλη κατὰ θεὸν ὡμολόγησεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως εἰπών· „ἐν ἀρχῇ ἐποίησε“ (Gen. 1, 1) καὶ πάλιν „συνετέλεσεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν“ (cf. Gen. 2,1. 2.4).

νυνὶ μὲν οὖν „λάβετέ μοι“ (Exod. 25, 2) φησὶ διδοὺς τὰ πρέπονθ’ ἑαυτῷ καὶ προτρέπων τὰ δοθέντα μὴ κιβδηλεύειν, ἀλλ’ ἀξίως τοῦ δόντος [*](1 ὥστε om. Pap ανομολογησθαι Pap, ἀνομολογεῖσθαι ΑΒ (coni. Mang.) 2 χρόνω] spatium 4—5 litt. G 3 καὶ ἐπειδὴ ἅπαν γένος ΑΒ 4 καὶ εἰ τις καὶ Pap: καὶ εἴ τι codd., ὃς οἷός τε καὶ conicio, καὶ εἴ τις ἱκανὸς coni. Cohn διοιγνύειν Pap GP: ἀνοιγνύει AB, διοιγνύει Η 5 λογισμοῦ] νοῦ coni. Mang. λόγου Pap: τοῦ λόγου codd. τῆς αἰσθήσεως codd. ὁ την Pap: om. codd. 6, 7 καταλημψεις Pap 7 δ’ AB 8 ἀπὸ om. AB, υπο Pap 9 οἰκείας ΑΒ ὁ ἀόρατος conicio 10 θεῖος Pap: θεῖος codd 14 δ’ o Pap, δὲ ὁ GHP: δὲ ΑΒ ἑκάτερα G 16 πέρα G δ’ οὐδ’ ἔλθῃ H2, δ’ ἦλθεν Pap, δ’ οὐδ’ ἄν ἔλθοι v 17 ἀλλὰ ψευδῶς BH1 18 ἑνός] ἀνθρώπου Β εἰσιν Pap φορουμεθα Pap λοιπὸν om. AB, post ἀρχῆς transpos. GHP ἀρχὴ G 19 γεηπονοῦντες ΑΒ 20 ὡς ἂν ἱδρῶντες scripsi: ὦσαν ἱδροῦντες Pap, ὡσανεὶ δρῶντες codd. δοκεῖ G 21 ἀρχὰς Pap: ἀπαρχὰς codd. 24 φησιν Pap 25 ἑαυτῶι Pap: αὑτῶ codd. δοντος Pap (Mang.): δέοντος codd.)

v.3.p.29
φυλάττειν, αὖθις δ’ ἐν ἑτέροις ὁ μηδενὸς χρεῖος ὢν καὶ διὰ τοῦτο λαμβάνων μηδὲν ὁμολογήσει λαμβάνειν, ἕνεκα τοῦ πρὸς εὐσέβειαν ἀλεῖψαι καὶ προθυμίαν ὁσιότητος ἐμποιῆσαι καὶ πρὸς θεραπείαν ἀκονῆσαι τὴν ἑαυτοῦ, ὡς ἀποδεχομένου καὶ δεχομένου τὰς ψυχῆς ἑκουσίους ἀρεσκείας καὶ γνησίους θεραπείας.

„ἰδοὺ“ γάρ φησιν „εἴληφα τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται“ (Num. 3, 12). οὐκοῦν λαμβάνομεν καὶ δίδομεν, ἀλλὰ κυρίως μὲν λαμβάνομεν, καταχρηστικῶς δὲ διδόναι λεγόμεθα δι’ ἃς αἰτίας εἶπον. εὐθυβόλως δὲ λύτρα ὠνόμασε τοὺς Λευίτας· εἰς ἐλευθερίαν γὰρ οὐδὲν οὕτως ἐξαιρεῖται τὴν διάνοιαν ὡς τὸ πρόσφυγα καὶ ἱκέτην γενέσθαι θεοῦ. τοῦτο δ’ ἡ ἱερωμένη φυλὴ Λευιτῶν ἐπαγγέλλεται.

Λελαληκότες οὖν τὰ πρέποντα περὶ τούτων ἀναδράμωμεν ἐπὶ τὰ ἐξ ἀρχῆς· ὑπερεθέμεθα γὰρ πολλὰ τῶν ὀφειλόντων ἀκριβωθῆναι. „λάβε μοι“ φησί „δάμαλιν“ ἄζυγα καὶ ἀκάκωτον, ἁπαλὴν ἔτι καὶ νέαν καὶ σφριγῶσαν, ἡνιόχησιν καὶ παιδείαν καὶ ἐπιστασίαν εὐμαρῶς δέξασθαι δυναμένην ψυχήν· „λάβε μοι κριόν,“ λόγον ἀγωνιστὴν καὶ τέλειον, ἱκανὸν μὲν τὰ σοφίσματα τῶν ἀντιδοξούντων ἀνατεμεῖν τε καὶ λῦσαι, ἱκανὸν δὲ καὶ ἀσφάλειαν ὁμοῦ καὶ εὐκοσμίαν τῷ χρωμένῳ περιποιῆσαι·

„λάβε μοι“ καὶ τὴν ᾄττουσαν αἴσθησιν ἐπὶ τὸν αἰσθητὸν κόσμον, „αἶγα,“ πάντα „τριετίζοντα“, κατ’ ἀριθμὸν τέλειον παγέντα, ἀρχὴν [*](1 δὲ ABG, om. PH1 δι’ αὐτοῦ G, διὰ τοῦ ΑΒ 2 λαμβάνειν ΑΒ ὁμολογεῖ Barb. 4 τὴν] τὸν GPH1 καὶ δειχομενου Pap, καὶ διχομένου om. Β, secl. Mang., καὶ δεξιουμένου conicio ψυχας Pap ἑκουσίους P2 Barb.: ἑκουσίου Pap ABGH1, ἀκουσίαυ H1P1, ἀκουσίους Η2 5 γνησίου Pap ὁ μήτρας Pap παρὰ] περὶ ΑΒ 7 post οὐκοῦν add καὶ ABG 8 post λαμβάνομεν add. καὶ GHP Barb. δὲ om. GHP Barb. 8. 9 λεγομετα Pap 9 δι’ ἃς αἰτίας εἶπον Pap: δι’ ἃς εἶπον αἰτίας GHP, διὰ τἀς αἰτίας ταύτας ΑΒ, om. Barb. 9. 10 ὠνόμασε— οὐδὲν om. Pap 11 οἰκέτην ΑΒ δ’ Pap: om. codd. Barb. 11. 12 επαγγελεται Pap 13. 14 ἀναδράμωμεν ἔπι τὰ ἐξ ἀρχῆς Pap: ἐπὶ τὰ ἑξῆς ἀναδράμωμεν codd. 15 φησιν Pap ἄζυγα Pap: ἄζυγον codd. 16 νέαν σφριγῶσαν A σφιργωσαν Pap ἐπιστασίαν Pap (Mang.): ἐπίστασιν codd. εὐμενῶς G 17 δυναμένην om. G ψυχὴν om. ΑΒ μοι Pap HP: μοι καὶ ABG 18. 19 ἱκανόν μὲν—ἱκανὸν δὲ om. AB 19 νόμου ΑΒ 20 ᾄττουσαν scripsi διττουσαν Pap, διάγουσαν codd., διάττουσαν Mang. 21 κάτα Pap) [*](1—12 Barberinus IV 56 fol. 134r Φίλωνος ἐκ τοῦ τίς ὁ τῶν θείων κληρονόμος πραγμάτων: μηδενὸς χρεῖος—ἐπαγγέλλεται.)

v.3.p.30
μεσότητα τελευτὴν ἔχοντα· πρὸς δὲ τούτοις „τρυγόνα καὶ περιστεράν“ (Gen. 15, 9), τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην σοφίαν, πτηνὰς μὲν ἀμφοτέρας καὶ ἄνω πηδᾶν μεμελετηκυίας, διαφερούσας δ’ ἀλλήλων, ᾗ διαφέρει γένος εἴδους ἢ μίμημα ἀρχετύπου.

φιλέρημος μὲν γὰρ ἡ θεία σοφία, διὰ τὸν μόνον θεόν, οὗ κτῆμά ἐστι, τὴν μόνωσιν ἀγαπῶσα — συμβολικῶς αὕτη τρυγὼν καλεῖται —, ἥμερος δὲ καὶ τιθασὸς καὶ ἀγελαῖος ἡ ἑτέρα, τὰ ἀνθρώπων ἄστη περιπολοῦσα καὶ διαίτῃ τῇ μετὰ θνητῶν

ἀσμενίζουσα· περιστερᾷ ταύτην ἀπεικάζουσιν. ταύτας μοι δοκεῖ τὰς ἀρετὰς Μωυσῆς αἰνιξάμενος μαίας Ἑβραίων ὀνομάσαι Σεπφώραν τε καὶ Φουάν (Exod. 1, 15)· ἡ μὲν γὰρ ὀρνίθιον, Φουὰ δὲ ἐρυθρὸν ἑρμηνεύεται. τῆς μὲν οὖν θείας ἐπιστήμης ὄρνιθος τρόπον τὸ αἰεὶ μετεωροπολεῖν ἴδιον, τῆς δὲ ἀνθρωπίνης αἰδῶ καὶ σωφροσύνην ἐμποιεῖν, ὧν τὸ ἐρυθριᾶν ἐφ’ οἷς ἄξιον.

δεῖγμα ἐναργέστατον· „ἔλαβεν δὲ“ φησίν „αὐτῷ πάντα ταῦτα“ (Gen. 15, 10). τοῦτ’ ἔπαινός ἐστι τοῦ σπουδαίου, τὴν ἱερὰν ὧν ἔλαβε παρακαταθήκην, ψυχῆς, αἰσθήσεως, λόγου, θείας σοφίας, ἀνθρωπίνης ἐπιστήμης, καθαρῶς καὶ ἀδόλως μὴ ἑαυτῷ, μόνῳ δὲ τῷ πεπιστευκότι φυλάξαντος.

εἶτ’ ἐπιλέγει· „διεῖλεν αὐτὰ μέσα,“ τὸ τίς μὴ προστιθείς, ἵνα τὸν ἄδεικτον ἐννοῇς θεὸν τέμνοντα τὰς τῶν σωμάτων καὶ τὰς τῶν πραγμάτων ἑξῆς ἁπάσας ἡρμόσθαι καὶ ἡνῶσθαι δοκούσας φύσεις τῷ τομεῖ τῶν συμπάντων ἑαυτοῦ λόγῳ, ὃς εἰς τὴν ὀξυτάτην ἀκονηθεὶς ἀκμὴν διαιρῶν οὐδέποτε λήγει.

τὰ γὰρ αἰσθητὰ πάντα ἐπειδὰν μέχρι τῶν ἀτόμων καὶ λεγομένων ἀμερῶν διεξέλθῃ, πάλιν ἀπὸ τούτων τὰ λόγῳ θεωρητὰ εἰς ἀμυθήτους καὶ [*](1 και Pap: τε καὶ codd. 3 ἄνω πηδᾶν Pap ΑΒ: ἀναπηδᾶν GHP δὲ Pap, om. GPH1 4 γένους εἶδος ABG, fort. recte μὲν Pap GH2: om. ABH1P 5 εστιν Pap ἀγαπῶσαν Pap ὁ δὲ καὶ GHP: καὶ Pap AB τιθασσὸς ABG 8 ἐνασμενίζουσα coni. Mang. ἀπεικάζουσιν Pap: ἀπεικάζουσι ABG, ἀπεικάζουσα HP 9 Μωσῆς codd. ὀνομάσαι HP, ωνομασαι Pap: ὠνόμασε AB, ὠνόμασεν G 10 ἐρυθρὰ ΑΒ 11 ἐρμηνεύεται] ὀνομάζεται AB ἀεὶ codd. 13 ων το Pap: ὥστε codd. δεῖγμα ἄξιον HP post δεῖγμα add. δὲ ΑΒ, fort. recte ἔλαβεν δὲ Pap: ἔλαβε δέ HP, ἔλαβε ABG 14 πάντα ταῦτα Pap G: ταῦτα πάντα ceteri 17 φυλάξοντος Pap 18 μεσοτηι τις Pap μὴ Pap ΑΒ: οὐ GH2, om H1P προστίθεις Pap: προσθεὶς codd. αδεικτον Pap (Mang): ἀδίδακτον oodd. ἐννοῇ G 19 prius των Pap: τε τῶν codd. καὶ—πραγμάτων om. Β τὰς τῶν Pap: τῶν codd. 20 τῶ τεκεῖ τ τῶ G ἑαυτοῦ Pap: αὖ Η, αὐτοῦ ceteri, αὐτῷ Turn. λόγων Β 21 δικαιων Pap γὰρ Pap: om. codd. et post πάντα punctum posuerunt 22 μέχρι codd.: μὲν μεχρι Pap, δὲ μέχρι Mang. „ex Ms. Coisl.“, δ’ ἄχρι Jessen)

v.3.p.31
ἀπεριγράφους μοίρας ἄρχεται διαιρεῖν οὗτος ὁ τομεύς, καὶ „τὰ πέταλα τοῦ χρυσίου τέμνει τρίχας“ (Exod. 36, 10), ὥς φησι Μωυσῆς, εἰς μῆκος ἀπλατὲς ἀσωμάτοις γραμμαῖς ἐμφερές.

ἕκαστον οὖν τῶν τριῶν διεῖλε μέσον, τὴν μὲν ψυχὴν εἰς λογικὸν καὶ ἄλογον, τὸν δὲ λόγον εἰς ἀληθές τε καὶ ψεῦδος, τὴν δὲ αἴσθησιν εἰς καταληπτικὴν φαντασίαν καὶ ἀκατάληπτον· ἅπερ εὐθὺς τμήματα „ἀντιπρόσωπα τίθησιν ἀλλήλοις“, λογικὸν ἄλογον, ἀληθὲς ψεῦδος, καταληπτὸν ἀκατάληπτον, ἀπολιπὼν τὰ πτηνὰ ἀδιαίρετα (Gen. 15, 10)· τὰς γὰρ ἀσωμάτους καὶ θείας ἐπιστήμας εἰς μαχομένας ἐναντιότητας ἀδύνατον τέμνεσθαι.

Πολὺν δὲ καὶ ἀναγκαῖον ὄντα λόγον τὸν περὶ τῆς εἰς ἴσα τομῆς καὶ περὶ ἐναντιοτήτων οὔτε παρήσομεν οὔτε μηκυνοῦμεν, ἀλλ’ ὡς ἔστιν ἐπιτέμνοντες ἀρκεσθησόμεθα μόνοις τοῖς καιρίοις. καθάπερ γὰρ ἡμῶν τὴν ψυχὴν καὶ τὰ μέλη μέσα διεῖλεν ὁ τεχνίτης, οὕτως καὶ τὴν τοῦ παντὸς οὐσίαν, ἡνίκα τὸν κόσμον ἐδημιούργει.

λαβὼν γὰρ αὐτὴν ἤρξατο διαιρεῖν ὧδε· δύο τὸ πρῶτον ἐποίει τμήματα, τό τε βαρὺ καὶ κοῦφον, τὸ παχυμερὲς ἀπὸ τοῦ λεπτομεροῦς διακρίνων· εἶθ’ ἑκάτερον πάλιν διαιρεῖ, τὸ μὲν λεπτομερὲς εἰς ἀέρα καὶ πῦρ, τὸ δὲ παχυμερὲς εἰς ὕδωρ καὶ γῆν, ἃ καὶ στοιχεῖα αἰσθητὰ αἰσθητοῦ κόσμου, ὡσανεὶ θεμελίους, προκατεβάλετο.

πάλιν δὲ τὸ βαρὺ καὶ κοῦφον καθ’ ἑτέρας ἔτεμνεν ἰδέας, τὸ μὲν κοῦφον εἰς ψυχρόν τε καὶ θερμόν — ἐπεφήμισε δὲ τὸ μὲν ψυχρὸν ἀέρα, τὸ δὲ θερμὸν φύσει πῦρ —, τὸ δὲ βαρὺ εἰς ὑγρόν τε αὖ καὶ ξηρόν· ἐκάλεσε δὲ τὸ μὲν ξηρὸν γῆν, τὸ δὲ ὑγρὸν ὕδωρ.

ἕκαστον δὲ τούτων ἄλλας τομὰς ἐδέχετο· γῆ μὲν γὰρ εἰς ἠπείρους καὶ νήσους διῃρεῖτο, ὕδωρ δὲ εἰς θάλασσαν καὶ ποταμοὺς καὶ ὅσον πότιμον, ἀὴρ δὲ εἰς τὰς θέρους καὶ χειμῶνος τροπάς, πῦρ δὲ [*](2 εἰς τρίχας coni. Mang. φησιν Pap, φησιν ὁ ΑΒ Μωσῆς εἰς Pap: ἐν G, ἒν ceteri 3 γραμμαῖς Pap (Mang.): γράμμασιν codd. 4 ἰὸν δὲ λόγον om. ΑΒ 5 καταλημπτικην Pap 5. ὁ ακαταλημπτον Pap 7 καταλημπτον ακαταλημπτον Pap 8 πτηνὰ] ἑπτά G 8 τὰς μὲν γὰρ ABG 8. 9 ἐπιστήμης G 10 πολὺν δὲ καὶ] τὸν δὲ ΑΒ δὲ] ἴε Pap λόγον ὄντα Mang. per erroi-em εἰς Pap A: om. ceteri 11 καὶ] καὶ τὸν Pap 12 ἔνεστιν coni. Mang. ἐπιτέμνοντες Pap A(H1): ἐπιτεμόντες ceteri μόνοις Pap: μόνον codd. 13 γὰρ om. Pap μέσον ΑΒ 14 ἥνικα Pap: ὅτε codd. 15 τὸ πρῶτον Pap: τὸ μὲν πρῶτον codd. τό τε] τὸ ΑΒ βαρὺ] βραχὺ GH1P 16 λεπτομεροῦς Pap (Mang.) λεπτοτέρου codd. 16. 17 ἑκάτερα P 17 δὲ om. ΑΒ 18 prius καὶ Pap ΑΒ: τε καὶ GHP α Pap: om. codd. 19 ante ὡσανεὶ add. ἃ Α προκατεβάλλετο Β καὶ τὸ κοῦφον codd. καὶ add. ante καθ’ ΑΒ 20 ἔτεμνεν om. H 20. 21 ἐπεφήμισεν Pap 23 γὰρ om. G 24 διηιρεῖτο Pap: διήρητο codd. τὸ δὲ ὕδωρ Pap θαλάσσας AB)

v.3.p.32
εἰς τὸ χρειῶδες — ἄπληστον δ’ ἐστὶ καὶ φθαρτικὸν τοῦτο — καὶ κατὰ τοὐναντίον εἰς τὸ σωτήριον, ὅπερ εἰς τὴν οὐρανοῦ σύστασιν ἀπεκληροῦτο.

ὥσπερ δὲ τὰ ὁλοσχερῆ, οὕτω καὶ τὰ κατὰ μέρος ἔτεμνεν, ὧν τὰ μὲν ἄψυχα, τὰ δ’ ἔμψυχα ἦν· καὶ τῶν ἀψύχων τὰ μὲν ἐν ταὐτῷ μένοντα, ὧν δεσμὸς ἕξις, τὰ δ’ οὐ μεταβατικῶς, ἀλλ’ αὐξητικῶς κινούμενα, ἃ φύσις ἡ ἀφάνταστος ἐζῴου· καὶ τούτων τὰ μὲν τῆς ἀγρίας ὕλης οἰστικὰ ἀγρίων καρπῶν, οἳ τροφὴ θηρίοις εἰσίν, τὰ δὲ τῆς ἡμέρου, ὧν γεωργία τὴν προστασίαν καὶ ἐπιμέλειαν ἔλαχε· τίκτει δὲ καρποὺς τῷ πάντων ἡμερωτάτῳ ζῴων πρὸς ἀπόλαυσιν, ἀνθρώπῳ.

καὶ μὴν ὃν τρόπον τὰ ἄψυχα, καὶ τὰ ψυχῆς μεμοιραμένα διῄρει — τούτων γὰρ ἓν μὲν ἀλόγων, ἓν δὲ λογικῶν ἀπέκρινεν εἶδος — καὶ λαβὼν ἑκάτερον πάλιν ἔτεμνεν τὸ μὲν ἄλογον εἰς ἀτίθασόν τε καὶ χειρόηθες εἶδος, τὸ δὲ λογικὸν εἰς ἄφθαρτόν τε καὶ θνητόν.

καὶ τοῦ θνητοῦ δύο μοίρας εἰργάζετο, ὧν τὴν μὲν ἀνδρῶν, τὴν δὲ γυναικῶν ἐπεφήμισε. καὶ κατ’ ἄλλον μέντοι τρόπον τὸ ζῷον εἰς ἄρρεν ἔτεμνε καὶ θῆλυ· ἐδέχετο δὲ καὶ ἄλλας ἀναγκαίας τομάς, αἳ διέστελλον πτηνὰ μὲν χερσαίων, χερσαῖα δὲ ἐνύδρων, ἔνυδρα δὲ ἀμφοῖν τῶν ἄκρων.

οὕτως ὁ θεὸς ἀκονησάμενος τὸν τομέα τῶν συμπάντων αὑτοῦ λόγον διῄρει τήν τε ἄμορφον καὶ ἄποιον τῶν ὅλων οὐσίαν καὶ τὰ ἐξ αὐτῆς ἀποκριθέντα τέτταρα τοῦ κόσμου στοιχεῖα καὶ τὰ διὰ τούτων παγέντα ζῷά τε αὖ καὶ φυτά.