Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
τῆς γὰρ ἀκαθαρσίας ἡμῶν ἐν μέσῳ φησὶ τὴν σκηνὴν ἱδρῦσθαι τὸ λόγιον, ἵν’ ἔχωμεν ᾧ καθαρθησόμεθα ἐκνιψάμενοι καὶ ἀπολουσάμενοι τὰ καταρρυπαίνοντα ἡμῶν τὸν ἄθλιον καὶ δυσκλείας γέμοντα βίον. τὰ συντείνοντα οὖν πρὸς τὴν κατασκευὴν ἴδωμεν ὃν τρόπον εἰσφέρειν προσέταξεν.
„ἐλάλησε“ φησί „κύριος πρὸς Μωυσῆν λέγων· εἰπὸν τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβετέ μοι ἀπαρχάς, παρὰ πάντων οἷς ἂν δόξῃ [*](1 διανηται Pap, διανοῆσαι v ἵνα Pap D 2 ἐγκωμίοις Pap ABD: ἐγκωμίῳ GHP καὶ εὐδαιμονισμοῖς om. D γεγαίροι v 3. 4 τὰς πρὸς—ἐπιδεικνύμενος om. D 4 δὲ om. Β φαντασιούμενοι Β 4. 5 τὸν αἰσθητὸν ἅπαντα κόσμον Pap D L D R: τὸν αἰσθητὸν κόσμον ἅπαντα D M, πάντα τὸν αἰσθητὸν κόσμον codd. 5 prius καὶ Pap D: τε καὶ codd. 5—7 ζῷα—σχέσεις om. 7 τῆ ψυχὴ D διαγγεληι Pap D R, διαγγέλλοι v 9 δὴ Pap: δὲ codd. 11 τὸ ἄληθες Pap 13 βίῳ om. Pap ταῦτ’ Β 15 ἀκόνα ut vid. L, ἀκρότητα V τὴν γῆν DC, γῆς DK καταπέμψαι post οὐρανοῦ transp. D C 16 τῆς] τέλεον τῆς D μείζονος D R 17. 18 καὶ τὰ—σκηνὴν om. AB ἀπεικονίσματα καὶ μιμήματα D 19 ἱδρῦσθαι Pap D: ἱδρύσασθαι codd. τὸ λόγιον post φησὶ transpos. D post λόγιον add. διετάξατο ABP2 ἶνα codd. D 20 τὰ] πρὸς τὸν DR 22 φησιν Pap εἶπον codd. 23 λάβε G παρα παντων Pap: om. codd.) [*](14—21 DC fol. 173v τοῦ αὐτοῦ D R fol. 162v post locum ad vol. I p. 72,3 allatum: βουληθεὶς οὖν (οὖν om. D C) ὁ θεὸς τῆς θείας—βίον.)
θεὸν ἐξετάζονται μόνον. ἐρεύνησον δέ, εἰ θέλεις γνῶναι, ἕκαστα, φυτά, ζῷα, τέχνας, ἐπιστήμας. ἆρ’ οὖν αἱ πρῶται τῶν φυτῶν σπερματικαὶ καταβολαὶ γεωργίας ἢ τῆς ἀοράτου φύσεώς εἰσιν ἀόρατα ἔργα; τί δ’ αἱ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γενέσεις; οὐχ ὡσανεὶ μὲν συναιτίους ἔχουσι τοὺς τοκέας, τὴν δ’ ἀνωτάτω καὶ πρεσβυτάτην καὶ ὡς ἀληθῶς αἰτίαν τὴν φύσιν;
τέχναις δὲ καὶ ἐπιστήμαις οὐ πηγὴ καὶ ῥίζα καὶ θεμέλιοι καὶ εἴ τι ἄλλο πρεσβυτέρας ὄνομα ἀρχῆς ὑπόκειται ἡ φύσις, ᾗ πάντ’ ἐποικοδομεῖται τὰ καθ’ ἑκάστην θεωρήματα; φύσεως δὲ μὴ προϋποκειμένης ἀτελῆ τὰ πάντα. ἐνθένδε μοι δοκεῖ τις ὁρμηθεὶς εὐστόχως εἰπεῖν