Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
οἱ μὲν οὖν ἑαυτοῖς ταῦτα ἐπιγράφοντες ἄξια τῆς ἑαυτῶν βαρυδαιμονίας ἐκληρώσαντο, ψυχὴν μὲν ἐπίβουλον, ἀλόγοις πάθεσι πεφυρμένην καὶ πλήθει κακιῶν κατειλημμένην, τοτὲ μὲν ὑπὸ λαιμαργίας καὶ λαγνείας ὥσπερ ἐν χαμαιτυπείῳ περιυβριζομένην, τοτὲ δὲ ὑπὸ πλήθους ἀδικημάτων ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένην μετὰ κακούργων, οὐκ ἀνθρώπων, ἀλλ’ ἐπιτηδευμάτων, ἃ πᾶσι τοῖς κριταῖς [ἢ τιμωρηταῖς] ἀγώγιμα γέγονε, λόγον δὲ στόμαργον, ἠκονημένον κατὰ τῆς ἀληθείας, βλαβερὸν μὲν τοῖς ἐντυγχάνουσιν, αἰσχύνην δὲ τοῖς κεκτημένοις ἐπιφέροντα, αἴσθησιν δὲ ἀκόρεστον, ἐμφορουμένην μὲν αἰεὶ τῶν αἰσθητῶν, ὑπὸ δὲ ἀκράτορος τῆς ἐπιθυμίας μηδέποτε ἐμπλησθῆναι δυναμένην, ἀλογοῦσαν τῶν σωφρονιστῶν, ὡς παρορᾶν καὶ παρακούειν καὶ ὅσα ἂν ἐπ’ ὠφελείᾳ διεξέρχωνται παραπτύειν.
οἱ δὲ λαβόντες μὴ ἑαυτοῖς, ἀλλὰ θεῷ τούτων ἕκαστον αὐτῷ ἀνέθεσαν, ἱεροπρεπὲς καὶ ἅγιον ὄντως φυλάξαντες τῷ κτησαμένῳ, τὴν μὲν διάνοιαν, ἵνα μηδὲν ἄλλο ἢ περὶ [*](1 πανθ’ ὅμου ταυτ’ οὐ Pap: πάντα ὁμοῦ ταῦτα (τὰ G) GHP, οὐ πάντα ὁμοῦ ταῦτα ἑαυτοῦ κτηματ' Pap: κτήματα αὐτοῦ GHP, κτήματα αὐτῶ ΑΒ 2 ἑαυτοῦ PL, τ ἑαυ Η 3 τὴν Pap GP: om. ceteri 4 ταῦτα om. Pap. ἀνατεθείκασιν Pap 4. 5 ψυχήν, αἴσθησιν, λόγον om. ΑΒ 5 πάντα ταύτα Pap: ταῦτα πάντα codd. ὁ ὥστε Pap (Turn.): ὅτε G, ὧ τε HP, ὧ καὶ κατ’ αὐτὸν Pap: καθ’ αὑτὸν GHP, καθ’ ἑαυτὸν ABL 7 αἰ ἑρμηνείαι Pap 8 post ἄξια add. ταῦτα ABH2, αὐτὰ GP, ταὐτὰ Η1, ταύτης coni. Mang. αὐτῶν AB 11. 12 ὥσπερ—ἀδικημάτων add. mg. H2 11 χαμαιτύπη ABGP περιμυριζομένην G δὲ] δὴ Pap 12 καθειργμένην Pap: καθειργνυμένην codd. 13 ἀλλὰ Pap Α η τιμωρηταῖς Pap: om. codd., fort. aliud latet (καὶ 14 γέγονε Pap ABG: γίνεται HP 15 βλάβην conicio 16 ἀεὶ codd. 17 της Pap: om. codd. 20 τούτων Pap et H2: ταῦτα ceteri αὐτῶ H2: αὐτῶν ceteri et Pap 21 φυλάξαντες Pap HPD: διαφυλάξαντες ABG τῶ κτησαμένῳ Pap GHP: τὸ κεκτημένον ΑΒ, τὸ κτῆμα coni. Mang, τῷ παρακαταθεμένῳ conicio μηδὲν codd: μὴ Pap ἢ Pap D: ἢ τὰ codd.) [*](19—26,7 ibid. οἱ μὲν οὖν ταῦτα καλῶς δεξάμενοι καὶ φυλάξαντες τῷ δεδωκότι τὴν διάνοιαν ἐτηρησαν, ἶνα μηδὲν ἄλλο—διαγγέλλῃ.)
νῷ γὰρ ὁ θεὸς καταλαμβάνειν τὸν μὲν νοητὸν κόσμον δι’ ἑαυτοῦ, τὸν δὲ ὁρατὸν δι’ αἰσθήσεως ἐφῆκεν. εἰ δὴ δύναιτό τις πᾶσι τοῖς μέρεσι ζῆσαι θεῷ μᾶλλον ἢ ἑαυτῷ, διὰ μὲν τῶν αἰσθήσεων εἰς τὰ αἰσθητὰ διακύψας ἕνεκα τοῦ τἀληθὲς εὑρεῖν, διὰ δὲ τῆς ψυχῆς τὰ νοητὰ καὶ ὄντα ὄντως φιλοσοφήσας, διὰ δὲ τοῦ κατὰ τὴν φωνὴν ὀργάνου καὶ τὸν κόσμον καὶ τὸν δημιουργὸν
ὑμνήσας, εὐδαίμονι καὶ μακαρίῳ βίῳ χρήσεται. ταῦτα ἐκ τοῦ „λάβε μοι“ παρεμφαίνεσθαι νομίζω. βουληθεὶς μέντοι καὶ τῆς θείας ἀρετῆς ἀπ’ οὐρανοῦ τὴν εἰκόνα ἐπὶ γῆν καταπέμψαι δι’ ἔλεον τοῦ γένους ἡμῶν, ἵνα μὴ ἀτυχήσῃ τῆς ἀμείνονος μοίρας, συμβολικῶς τὴν ἱερὰν σκηνὴν καὶ τὰ ἐν αὐτῇ κατασκευάζει, σοφίας ἀπεικόνισμα καὶ μίμημα.