Quis Rerum Divinarum Heres Sit
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
εἰκότως οὖν τὸ λόγιον ἀνέθηκε τὰς ἀρχὰς τῷ ἡγεμόνι θεῷ. καὶ ἐν ἑτέροις „εἶπεν“ φησίν „κύριος πρὸς Μωυσῆν λέγων· ἁγίασόν μοι πᾶν πρωτότοκον, πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν“ [*](1 λήψεσθε Mang: λήψεσθαι codd., λημψεσθαι Pap 1. 2 καὶ ἐνταῦθα codd. 2 λαβεῖν Pap: λαμβάνειν codd. ἐστιν ὁ διδούς codd. 3 ἐξετάζοντα G ante ἀσινῆ add. ἀλλ’ H2 δε Pap: τε codd. καὶ om. AB 4 αὗ καὶ] αὐτὰ G διαφυλάττοντος Pap, διαφυλάττοντα G, φυλάττοντας P ἀπαρχὰς coni. Mang. ὁ ἐραύνησον Pap δ add. μόνον AB 7 αρ᾿ ουν Pap: ἆρά γε οὑν codd. τῶν] τε τῶν G σπερματικαὶ] ἀρχαὶ σπέρματα καὶ ΑΒ 8 ἀόρατα] ἄρα τὰ H1P, del. Η2 9 γένεσις Pap μὲν] μὴ PH1 10 δ’ ἀνωτάτωι Pap, δ’ ἀνωτάτην AB, διανωτάτην G πρεσβυτάτην Pap: πρεσβυτέραν codd. 11 οὐ] ἡ P 12 θεμέλιοι Pap: θεμέλιος codd. ὄνομα πρεσβυτέρας ΑΒ ἡ φύσις om. ΑΒ 13 πάντα Pap καθ’ ἑκάστην Pap: om. ceteri 14 τὰ Pap: om. codd. ἐνθένδε Pap: ἐντεῦθεν codd. ορμηθεις Pap: om. ceteri 16 τοι] τὸ P τοῦ παντός ABHP 17. 18 αρχην—παντος Pap: om. codd. 18 ἀπένειμεν H1P, ἀπένειμε Pap G: ἀπόνειμε H2, om. AB 19 ἀνέθηκεν Pap GP ἀρχὰς Pap: ἀπαρχὰς codd. 20 εἶπεν φησιν Pap: εἶπε codd. πρὸς Μωυσῆν codd.: Μω(υσηι) Pap 21 πάσαν Pap: om. codd.) [*](16 cf. ad vol. I p. 273,10.)
ὥστε ἀνωμολογῆσθαι καὶ διὰ τούτων, ὅτι τὰ πρῶτα καὶ χρόνῳ καὶ δυνάμει κτήματα θεοῦ, καὶ διαφερόντως τὰ πρωτογενῆ. ἐπειδὴ γὰρ πᾶν γένος ἄφθαρτον, δικαίως τῷ ἀφθάρτῳ προσνεμηθήσεται, καὶ εἴ τις καὶ συνόλως μήτραν διοιγνύειν ἀπὸ ἀνθρώπου, τοῦ λογισμοῦ καὶ λόγου, ἕως κτήνους, αἰσθήσεώς τε καὶ σώματος.
ὁ γὰρ διοιγνὺς τὴν μήτραν ἑκάστων, τοῦ μὲν νοῦ πρὸς τὰς νοητὰς καταλήψεις, τοῦ δὲ λόγου πρὸς τὰς διὰ φωνῆς ἐνεργείας, τῶν δὲ αἰσθήσεων πρὸς τὰς ἀπὸ τῶν ὑποκειμένων ἐγγινομένας φαντασίας, τοῦ δὲ σώματος πρὸς τὰς οἰκείους αὐτῷ σχέσεις τε καὶ κινήσεις ἀόρατος καὶ σπερματικὸς καὶ τεχνικὸς θεῖός ἐστι λόγος, ὃς προσηκόντως ἀνακείσεται τῷ πατρί.
καὶ μὴν ὥσπερ αἱ ἀρχαὶ θεοῦ, οὕτως καὶ τὰ τέλη θεοῦ. μάρτυς δὲ Μωυσῆς προστάττων ἀφαιρεῖν καὶ ὁμολογεῖν τὸ τέλος τῷ κυρίῳ (Num. 31, 28 ss.). μαρτυρεῖ δὲ καὶ τὰ ἐν κόσμῳ.