De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

παρὰ μὲν οὖν ἀνθρώποις τὸ ἄδικον πλῆθος πρὸ ἑνὸς τοῦ δικαίου προτετίμηται, παρὰ δὲ τῷ θεῷ τὸ σπάνιον ἀγαθὸν πρὸ μυρίων ἀδίκων· ᾧ καὶ παραγγέλλει μηδέποτε τοιούτῳ συναινέσαι πλήθει· „οὐκ ἔσῃ“ γάρ φησι „μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23, 2). ἆρ’ οὖν μετ’ ὀλίγων χρή; μετ’ οὐδενὸς μὲν οὖν φαύλου — εἷς δ’ ὢν ὁ φαῦλος πολύς ἐστι κακίαις, ᾧ συντάσσεσθαι μεγίστη ζημία —· τοὐναντίον γὰρ ἀνθίστασθαι καὶ πολεμεῖν ἀκαταπλήκτῳ χρωμένους δυνάμει προσήκει.

„ἐὰν“ γάρ φησιν „ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον“, τὸ ὑπέραυχον καὶ σκιρτητικὸν πάθος ἀφηνιάζον, „καὶ ἀναβάτην“, τὸν ἐποχούμενον αὐτῷ φιλοπαθῆ νοῦν, „καὶ λαὸν πλείονά σου“, τοὺς ζηλωτὰς τῶν εἰρημένων φαλαγγηδὸν ἐπιόντας, „οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν“· εἷς γὰρ ὢν ἑνὶ τῷ πάντων ἡγεμόνι χρήσῃ συμμάχῳ, „ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ“ (Deut. 20, 1).

τούτου γὰρ ἡ σύνοδος καθαιρεῖ πολέμους, εἰρήνην ἀνοικοδομεῖ, τὰ πολλὰ καὶ συνήθη κακὰ ἀνατρέπει, τὸ σπάνιον καὶ θεοφιλὲς γένος ἀνασῴζει, ᾧ πᾶς ὁ γενόμενος ὑπήκοος μισεῖ καὶ βδελύττεται τὰ τῶν γεωδεστέρων στίφη.

„ἃ γὰρ πολυπληθεῖ“ φησί "ποσὶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε, ὅτι βδελύγματά ἐστιν“ (Lev. 11, 42). ἀλλ’ οὐ μίσους ἐστὶν ἐπαξία ψυχὴ μὴ καθ’ ἓν μέρος ἀλλὰ κατὰ πάντα ἢ τὰ πλεῖστα βαίνουσα ἐπὶ τὴν γῆν καὶ τὰ σώματος περιλιχνεύουσα καὶ συνόλως εἰς τὰς οὐρανοῦ θείας περιόδους ἀνακῦψαι μὴ δυναμένη;

καὶ μὴν ὥσπερ τὸ πολύπουν, οὕτως καὶ τὸ ἄπουν ἐν ἑρπετοῖς ψεκτόν, τὸ μὲν διὰ τὴν λεχθεῖσαν αἰτίαν, τὸ δ’ ὅτι ὅλον δι’ ὅλων πέπτωκεν ἐπὶ γῆν, ὑπ’ οὐδενὸς ἀλλ’ οὐδ’ ἐπὶ τὸ βραχύτατον ἐξαιρόμενον· πάντα γὰρ τὸν πορευόμενον ἐπὶ κοιλίαν ἀκάθαρτον εἶναί φησι (ibid.), τὸν τὰς τῆς γαστρὸς ἡδονὰς μεταδιώκοντα αἰνιττόμενος.

ἔνιοι δὲ προσυπερβάλλοντες οὐ μόνον τῷ τῆς ἐπιθυμίας ἐχρήσαντο γένει, ἀλλὰ [*](1 κατὰ] καὶ τὰ L 3 post ἀδελφαὶ vid. add. κακίαι vel κῆρες 4 ὁ ὀρθὸς H2: ὀρθὸς ὁ ceteri 6 ἀγαθῶν ι vel διὸ ι pro ᾦ conicio ᾦ] ἐφ’ ᾧ vel Mang. 8 ὀλίγον Α οὖν om. Α 9 6 om. Α 15 τῶ MH2: τῶν AH1P 20 πολυπληθῆ (sic!) φησι MA: φησί, πολυπληθεῖ HP ἐν scripsi: ἐπὶ codd. 21 ἕρπουσιν addidi βδέλυγμά conicio 22 ἀλλ’] ἄρ’ conicio μὴ MA: ἡ H2, om. H1P ἀλλὰ MAP: ἀλλ’ ἡ H 23 τῆς γῆς coni. Mang. τὰ τοῦ σώματος HP 23. 24 πολιχνέύουσα H 26 δὲ HP 27 ἣν γῆν HP τὸ om. A)

v.2.p.281
καὶ τὸ ἀδελφὸν αὐτῇ πάθος, τὸν θυμόν, προσεκτήσαντο, βουληθέντες ὅλον τὸ τῆς ψυχῆς ἄλογον ἐκζωπυρῆσαι μέρος, τὸν δὲ νοῦν διαφθεῖραι· τὸ γὰρ εἰρημένον λόγῳ μὲν ἐπὶ ὄφεως, ἔργῳ δὲ ἐπὶ παντὸς ἀλόγου καὶ φιλοπαθοῦς ἀνθρώπου χρησμὸς ὡς ἀληθῶς ἐστι θεῖος· „ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ“ (Gen. 3, 14)· περὶ μὲν γὰρ τὰ στέρνα ὁ θυμός, τὸ δὲ ἐπιθυμίας εἶδος ἐν κοιλίᾳ.

πορεύεται δὲ ὁ ἄφρων δι’ ἀμφοτέρων, θυμοῦ τε καὶ ἐπιθυμίας, ἀεὶ μηδένα διαλείπων χρόνον, τὸν ἡνίοχον καὶ βραβευτὴν νοῦν ἀποβαλών· ὁ δ’ ἐναντίος τούτῳ θυμὸν μὲν καὶ ἐπιθυμίαν ἐκτέτμηται, κυβερνήτην δὲ ἐπιγέγραπται λόγον θεῖον, καθὰ καὶ Μωυσῆς ὁ θεοφιλέστατος, ὅς, ὅταν τὰς ὁλοκαύτους τῆς ψυχῆς ἱερουργῇ θυσίας, „τὴν μὲν κοιλίαν ἐκπλυνεῖ“ (Lev. 8, 21), τουτέστιν ὅλον τὸ ἐπιθυμίας εἶδος ἐκνίψεται, τὸ δὲ „στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀφελεῖ“ (Lev. 8, 29), σύμπαντα δήπου τὸν πολεμικὸν θυμόν, ἵνα τὸ λοιπὸν μέρος καὶ ἄμεινον τῆς ψυχῆς, τὸ λογικόν, μηδενὸς ἀντισπῶντος ἔτι καὶ μεθέλκοντος ἐλευθέροις καὶ εὐγενέσι τῷ ὄντι χρήσηται πρὸς τὰ καλὰ πάντα ὁρμαῖς.

οὕτως γὰρ εἴς τε πλῆθος καὶ μέγεθος ἐπιδώσει· λέγεται γάρ· „ἕως τίνος παροξυνοῦσιν ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ πιστεύσουσί μοι ἐν πᾶσι τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς; πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ ἢ τοῦτο“ (Num. 14, 11. 12)· ἐπειδὰν γὰρ ὁ θυμῷ καὶ ἐπιθυμίᾳ χρώμενος πολὺς ὅμιλος καταλυθῇ τῆς ψυχῆς, πάντως εὐθὺς ὁ τῆς λογικῆς φύσεως διεξηρτημένος ἀνίσχει καὶ ἀνατέλλει.

ὥσπερ δὲ τὸ πολύπουν καὶ ἄπουν, ἐναντία ὄντα ἐν τῷ γένει τῶν ἑρπετῶν, ἀκάθαρτα ἀναγράφεται, οὕτως καὶ ἡ ἄθεος καὶ πολύθεος ἀντίπαλοι ἐν ψυχῇ δόξαι βέβηλοι. σημεῖον δέ· ἀμφοτέρας ὁ [*](6 ἕδος coni. Mang. 8 βραβευτὴν] κυβερνήτην coni. Mang. νοῦν] λόγον Η ύτω H: τούτων MAP 9 θεῖον λόγον HP 12 εἶδος om. Α, ἕδος Mang. ἀφελῆ Α δήπου MA: δὴ HP 15 post εὐγενέσιν add. ὀφθαλμοῖς 2 ὁρμαῖς (lin. 16) hic posuit Mang. 16 ὁρμαῖς] ὁρᾶν H 22 τῆς ψυχῆς om. MA 25 ἀντίπαλος P ψυχαῖς Α) [*](23 sqq. Clemens Protrept. § 25 p. 21 P: ἀκρότητες ἄρα ἀμαθίας ἀθεότης καὶ δεισιδαιμονία, ὧν ἐκτὸς μένειν σπουδαστέον. οὐχ ὁρᾷς τὸν ἱεροφάντην τῆς ἀληθείας Μωυσέα προστάττοντα θλαδίαν καὶ ἀποκεκομμένον μὴ ἐκκλησιάζειν καὶ προσέτι τὸν ἐκ πόρνης; αἰνίττεται δὲ διὰ μὲν τῶν προτέρων τὸν ἄθεον τρόπον τὸν τῆς θείας καὶ γονίμου δυνάμεως ἐστερημένον, διὰ δὲ τοῦ λοιποῦ τοῦ τρίτου τὸν πολλοὺς ἐπιγραφόμενον ψευδωνύμους θεοὺς ἀντὶ τοῦ μόνου ὄντος θεοῦ, ὥσπερ ὁ ἐκ τῆς πόρνης τοὺς πολλοὺς ἐπιγράφεται πατέρας ἀγνοίᾳ τοῦ πρὸς ἀλήθειαν πατρός.)

v.2.p.282
νόμος ἐκκλησίας ἱερᾶς ἀπελήλακε, τὴν μὲν ἄθεον θλαδίαν καὶ ἀποκεκομμένον εἴρξας ἐκκλησιάζειν, τὴν δὲ πολύθεον τὸν ἐκ πόρνης ὁμοίως κωλύσας ἀκούειν ἢ λέγειν (Deut. 23, 1. 2)· ἄθεος μὲν γὰρ ὁ ἄγονος, πολύθεος δὲ ὁ ἐκ πόρνης τυφλώττων περὶ τὸν ἀληθῆ πατέρα καὶ διὰ τοῦτο πολλοὺς ἀνθ’ ἑνὸς γονεῖς ἐπιγραφόμενος.

Δύο μὲν αὗται δωρεαὶ προείρηνται, θεωρητικοῦ τε ἐλπὶς βίου καὶ πρὸς πλῆθος καὶ μέγεθος τῶν καλῶν ἐπίδοσις. τρίτη δ’ ἐστὶν εὐλογία, ἧς ἄνευ βεβαιώσασθαι τὰς προτέρας χάριτας οὐκ ἔστι· λέγει γάρ· „καὶ εὐλογήσω σε“, τουτέστιν ἐπαινετὸν λόγον δωρήσομαι· τὸ γὰρ εὖ πάντως ἐπ’ ἀρετῆς· λόγος δὲ ὁ μὲν πηγῇ

ἔοικεν, ὁ δὲ ἀπορροῇ, πηγῇ μὲν ὁ ἐν διανοίᾳ, προφορὰ δὲ ἡ διὰ στόματος καὶ γλώττης ἀπορροῇ. ἑκάτερον δὲ εἶδος λόγου βελτιωθῆναι πολὺς πλοῦτος, διάνοιαν μὲν εὐλογιστίᾳ πρὸς πάντα μικρὰ καὶ μείζω χρωμένην, προφορὰν δὲ ὑπὸ παιδείας ὀρθῆς ἡνιοχουμένην.

πολλοὶ γὰρ λογίζονται μὲν τὰ βέλτιστα, ὑπὸ δὲ ἑρμηνέως κακοῦ προὐδόθησαν, λόγου, μουσικὴν τὴν ἐγκύκλιον οὐκ ἐκπονήσαντες· οἱ δὲ ἔμπαλιν ἑρμηνεῦσαι μὲν ἐγένοντο δυνατώτατοι, βουλεύσασθαι δὲ φαυλότατοι, καθάπερ οἱ λεγόμενοι σοφισταί· τούτων γὰρ ἀχόρευτος μὲν καὶ ἄμουσος ἡ διάνοια, πάμμουσοι δὲ αἱ διὰ τῶν φωνητηρίων ὀργάνων διέξοδοι.

χαρίζεται δὲ ὁ θεὸς τοῖς ὑπηκόοις ἀτελὲς οὐδέν, πλήρη δὲ καὶ τέλεια πάντα· διὸ καὶ νῦν τὴν εὐλογίαν οὐχ ἑνὶ λόγου τμήματι, τοῖς δὲ μέρεσιν ἀμφοτέροις ἐπιπέμπει δικαιῶν τὸν εὐεργετούμενον καὶ ἐνθυμεῖσθαι τὰ βέλτιστα καὶ ἐξαγγέλλειν τὰ νοηθέντα δυνατῶς· ἡ γὰρ τελειότης δι’ ἀμφοῖν, ὡς ἔοικε, τοῦ τε ὑποβάλλοντος τὰ ἐνθυμήματα καθαρῶς καὶ τοῦ διερμηνεύοντος αὐτὰ ἀπταίστως.

ἢ οὐχ ὁρᾷς τὸν Ἄβελ — ὄνομα δέ ἐστι τὰ θνητὰ πενθοῦντος καὶ τὰ ἀθάνατα εὐδαιμονίζοντος —, ὡς ἀνεπιλήπτῳ μὲν κέχρηται διανοίᾳ, τῷ δὲ μὴ γεγυμνάσθαι περὶ λόγους ἥττηται πρὸς δεινοῦ παλαῖσαι Κάιν τέχνῃ μᾶλλον ἢ ῥώμῃ περιγενέσθαι δυναμένου;

διὸ καὶ θαυμάζων τῆς περὶ τὴν φύσιν εὐμοιρίας τὸν τρόπον αἰτιῶμαι τοσοῦτον, ὅτι προκληθεὶς εἰς [*](1 τῶ ante θλαδίαν add. H2 1. 2 ἀποκεκομμένην Α 2 τὸν Α: τὸ P, τῶ H, om. M, τῷ τὸν ν 5 ἐπιγραφόμενος scripsi (cf. Clem.): αἰνιττόμενος codd. 7 δέ ἐστιν M 8 πρότερον Η 10 ἐπ’ ἀρετῆς] ἐπαινετόν Mang. ἔοικεν om. Α 11 προφορὰ H2: προφορὰ MH1P, προφοραὶ Α διὰ] ἀπὸ Η 11. 12 ἀπορροὴ H: ἀπορροὴ MAP 12 διάνοια HP 13 μεῖζον HP χρωμένην Turn.: χρωμένη codd. προφορὰ H 14 ἡνιοχουμένη HP βέλτια P 18 διὰ om. M 21 ἐπινέμει coni. Μang. 23 τε Cohn: γε codd. 25 ἐστι τοῦ τὰ H2 27 Κάιν Μang.: καὶ codd. 28 ante τῆς add. αὐτὸν H2 29 τοῦτον H2)

v.2.p.283
ἅμιλλαν λόγων ἧκεν ἀγωνιούμενος, δέον ἐπὶ τῆς συνήθους ἠρεμίας στῆναι πολλὰ χαίρειν φράσαντα τῷ φιλονείκῳ, εἰ δ’ ἄρα ἐβούλετο πάντως διαγωνίσασθαι, μὴ πρότερον κονίσασθαι ἢ τοῖς τεχνικοῖς παλαίσμασιν ἐνασκηθῆναι· τῶν γὰρ ἀγροικοσόφων οἱ τὰ πολιτικὰ κεκομψευμένοι μάλιστά πως εἰώθασι περιεῖναι.

διὸ καὶ Μωυσῆς ὁ πάνσοφος παραιτεῖται μὲν εἰς τὴν τῶν εὐλόγων καὶ πιθανῶν ἐπίσκεψιν ἐλθεῖν, ἀφ’ οὗ τὸ ἀληθείας φέγγος ἤρξατο ὁ θεὸς ἐναστράπτειν αὐτῷ διὰ τῶν ἐπιστήμης καὶ σοφίας αὐτῆς ἀθανάτων λόγων, ἄγεται δὲ οὐδὲν ἧττον πρὸς τὴν θέαν αὐτῶν οὐχ ἕνεκα τοῦ πλειόνων ἔμπειρος γενέσθαι πραγμάτων — ἀποχρῶσι γὰρ αἱ περὶ θεοῦ καὶ τῶν ἱερωτάτων αὐτοῦ δυνάμεων ζητήσεις τῷ φιλοθεάμονι —, ἀλλ’ ὑπὲρ τοῦ περιγενέσθαι τῶν ἐν Αἰγύπτῳ σοφιστῶν, οἷς αἱ μυθικαὶ πιθανότητες πρὸ τῆς τῶν ἀληθῶν ἐναργείας τετίμηνται.

ὅταν μὲν οὖν τοῖς τοῦ πανηγεμόνος ἐμπεριπατῇ πράγμασιν ὁ νοῦς, οὐδενὸς ἑτέρου προσδεῖται πρὸς τὴν θεωρίαν, ἐπειδὴ τῶν νοητῶν μόνη διάνοια ὀφθαλμὸς ὀξυωπέστατος· ὅταν δὲ καὶ τοῖς κατὰ αἴσθησιν ἢ πάθος ἢ σῶμα, ὧν ἐστιν ἡ Αἰγύπτου χώρα σύμβολον, δεήσεται καὶ τῆς περὶ λόγους τέχνης ὁμοῦ καὶ δυνάμεως.

οὗ χάριν ἐπάγεσθαι τὸν Ἀαρὼν αὐτῷ διείρηται, τὸν προφορικὸν λόγον· „οὐκ ἰδοὺ“ φησίν „Ἀαρὼν ὁ ἀδελφός σου“; μιᾶς γὰρ ἀμφοῖν τῆς λογικῆς φύσεως μητρὸς οὔσης ἀδελφὰ δήπου τὰ γεννήματα. „ἐπίσταμαι, ὅτι λαλήσει“· διανοίας μὲν γὰρ τὸ καταλαμβάνειν, προφορᾶς δὲ τὸ λαλεῖν ἴδιον. „λαλήσει“ φησίν „αὐτός σοι“· τὰ γὰρ ἐν αὐτῷ ταμιευόμενα μὴ δυνάμενος ὁ νοῦς ἀπαγγεῖλαι τῷ πλησίον ἑρμηνεῖ χρῆται λόγῳ πρὸς τὴν ὧν πέπονθε δήλωσιν.

εἶτ’ ἐπιλέγει· „ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι“, ἐπειδὴ τῷ ὄντι ὁ λόγος τοῖς ἐνθυμήμασιν ὑπαντῶν, ῥήματα καὶ ὀνόματα προστιθεὶς χαράττει τὰ ἄσημα, ὡς ἐπίσημα ποιεῖν. καὶ „ἰδών σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14)· γήθει γὰρ ὁ λόγος καὶ εὐφραίνεται, ὅταν μὴ ἀμυδρὸν ᾖ τὸ ἐνθύμημα, διότι τηλαυγοῦς ὄντος ἀπταίστῳ καὶ εὐτρόχῳ διερμηνεύσει χρῆται κυρίων καὶ εὐθυβόλων καὶ γεμόντων πολλῆς ἐμφάσεως εὐπορῶν ὀνομάτων·

ἐπειδὰν γοῦν ἀδηλότερά πως ᾖ τὰ νοήματα, κατὰ κενοῦ βαίνει καὶ ὀλισθὼν πολλάκις μέγα πτῶμα ἔπεσεν, [*](1 λόγων om. Α συνηθείας L ἠρεμίας om. HP 8 αὐτῆς om. HP λέγεται H δ’ H 9. 10 ἀποχρῶσαι A 12 οἶς αἱ Mang.: ὅσαι codd. πρὸς H1 15 ὀξυδερκέστατος Α κατ’ Η2 18 διήρηται Α 19 post ἀμφοῖν add. οὔσης HP 20 λαλήσει M: λαλεῖ AHP 22 αὑτῷ 2 23 πέπονθεν M 24 σοι M: σου AHP 27 γηθεῖ v εὐφραίνεται Mang. : εὐφορεῖ MHP, εὐφορία A 30 ἀπορῶν Α)

v.2.p.284
ὡς μηκέτι ἀναστῆναι δύνασθαι. „καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ“, ἴσον τῷ ὑπηχήσεις αὐτῷ τὰ ἐνθυμήματα, ἃ ῥημάτων καὶ λόγων ἀδιαφορεῖ θείων· ἄνευ γὰρ τοῦ ὑποβολέως οὐ φθέγξεται ὁ λόγος, ὑποβολεὺς δὲ λόγου νοῦς, ὡς νοῦ θεός.