De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

„καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν“ (Exod. 4, 15. 16)· ἐμφαντικώτατα τό τε „προσλαλήσει σοι“ φάναι, οἷον διερμηνεύσει τὰ σά, καὶ ὅτι „ἔσται σου στόμα“· διὰ γὰρ γλώττης καὶ στόματος φερόμενον τὸ τοῦ λόγου νᾶμα συνεκφέρει τὰ νοήματα. ἀλλ’ ὁ μὲν λόγος ἑρμηνεὺς διανοίας πρὸς ἀνθρώπους, ἡ δὲ διάνοια γίνεται τῷ λόγῳ τὰ πρὸς τὸν θεόν, ταῦτα δέ ἐστιν ἐνθυμήματα, ὧν μόνος ὁ θεὸς ἐπίσκοπος.

ἀναγκαῖον οὖν ἐστι τῷ μέλλοντι πρὸς ἀγῶνα σοφιστικὸν ἀπαντᾶν ἐπιμεμελῆσθαι λόγων ἐρρωμένως οὕτως, ὡς μὴ μόνον ἐκφεύγειν τὰ παλαίσματα, ἀλλὰ καὶ ἀντεπιτιθέμενον ἀμφοτέροις, τέχνῃ τε καὶ δυνάμει, περιεῖναι.

ἢ οὐχ ὁρᾷς τοὺς ἐπαοιδοὺς καὶ φαρμακευτὰς ἀντισοφιστεύοντας τῷ θείῳ λόγῳ καὶ τοῖς παραπλησίοις τολμῶντας ἐγχειρεῖν, οὐχ οὕτως ἐπὶ τῷ τὴν ἰδίαν ἐπιστήμην ἀποφῆναι περιβόητον, ὡς ἐπὶ τῷ διασῦραι καὶ χλευάσαι τὰ γινόμενα; καὶ γὰρ τὰς βακτηρίας εἰς δρακόντων μεταστοιχειοῦσι φύσεις, καὶ τὸ ὕδωρ εἰς αἵματος χρόαν μετατρέπουσι, καὶ τῶν βατράχων τὸ ὑπολειφθὲν ἐπῳδαῖς ἀνέλκουσιν ἐπὶ γῆν (Exod. 7, 12. 22. 8, 7), καὶ πάντα οἱ κακοδαίμονες τὰ πρὸς τὸν οἰκεῖον ὄλεθρον συναύξοντες ἀπατᾶν δοκοῦντες ἀπατῶνται.

πρὸς οὓς πῶς ἐνῆν ἀπαντῆσαι μὴ τὸν ἑρμηνέα διανοίας λόγον, Ἀαρὼν ἐπίκλησιν, ἑτοιμασάμενον; ὃς νῦν μὲν εἴρηται στόμα, αὖθις δὲ καὶ προφήτης κεκλήσεται, ὅταν καὶ ὁ νοῦς ἐπιθειάσας προσρηθῇ θεός· „δίδωμι γάρ σε“ φησί „θεὸν Φαραώ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης“ (Exod. 7, 1). ὢ ἀκολουθίας ἐναρμονίου· τὸ γὰρ ἑρμηνεῦον τὰ θεοῦ προφητικόν ἐστι γένος ἐνθέῳ κατοκωχῇ

τε καὶ μανίᾳ χρώμενον. τοιγαροῦν „ἡ ῥάβδος ἡ Ἀαρὼν κατέπιε τὰς [*](2 ὑπηχήσεις H: ὑφηχήσεις MA, ἐπηχήσεις P 3 ἄνευ] ἐκ Α 4 λόγου] λόγχης Α 5 post προσλαλήσει add. καὶ M σου] σοι HP1 σὺ] σοὶ H 6 αὐτὸς Α ἐμφατικώτατα M 7 σοι om. P 7 διερμηνεύσει τὰ σά HP: διερμηνεέσεται M, διερμηνεὺς Α 12 ἐπιμεμελῆσθαι MP: ἐπιμελεῖσθαι AH 12. 13 ἐρρωμένος Α 19 τρέπουσι v 20 ἀνέχουσιν Α 24 στόμα Mang. : σόφισμα codd. κληθήσεται Α 25 προρηθῆ M ὁ θεός Α σε] σοι Α 6 Ἀαρὼν 6 Α 26 έσται σου om. P 27 ἐν θεῶ ΑΗ κατοκωχῇ scripsi : κατακωχῆ codd. 28 ἡ Ἀαρὼν M: Ἀαρὼν ceteri) [*](21. 22 cf. Rh. Mus. XLIX p. 309.)

v.2.p.285
ἐκείνων ῥάβδους“ (Exod. 7,12), ὡς δηλοῖ τὸ λόγιον· ἐγκαταπίνονται γὰρ καὶ ἀφανίζονται πάντες οἱ σοφιστικοὶ λόγοι τῇ τῆς φύσεως ἐντέχνῳ ποικιλίᾳ, ὡς ὁμολογεῖν ὅτι „δάκτυλος θεοῦ“ (Exod. 8, 19) τὰ γινόμενά ἐστιν, ἴσον τῷ γράμμα θεῖον διαγορεῦον ἀεὶ σοφιστείαν ὑπὸ σοφίας ἡττᾶσθαι· δακτύλῳ γὰρ θεοῦ καὶ τὰς πλάκας, ἐν αἷς ἐστηλιτεύθησαν οἱ χρησμοί, φησὶν ὁ ἱερὸς λόγος γραφῆναι (Exod. 32, 16). διόπερ οὐκέτι δύνανται οἱ φαρμακευταὶ στῆναι ἐναντίον Μωυσεῖ, πίπτουσι δ’ ὡς ἐν ἀγῶνι ῥώμῃ τοῦ ἀντιπάλου νικηθέντες καρτερᾷ (Exod. 8, 18).

Τίς οὖν ἡ τετάρτη δωρεά; τὸ μεγαλώνυμον· φησὶ γάρ· „μεγαλυνῶ τὸ ὄνομά σου“ (Gen. 12, 2). τὸ δέ ἐστιν, ὥς γ’ ἐμοὶ φαίνεται, τοιόνδε· ὥσπερ τὸ ἀγαθὸν εἶναι καὶ καλόν, οὕτω καὶ τὸ δοκεῖν εἶναι λυσιτελές. καὶ ἀμείνων μὲν δόξης ἀλήθεια, εὔδαιμον δὲ τὸ ἐξ ἀμφοῖν· μυρίοι γὰρ ἀνόθως καὶ ἀκολακεύτως προσελθόντες ἀρετῇ καὶ τὸ γνήσιον αὐτῆς ἐναυγασάμενοι κάλλος, τῆς παρὰ τοῖς πολλοῖς φήμης οὐ φροντίσαντες ἐπεβουλεύθησαν, κακοὶ νομισθέντες οἱ πρὸς ἀλήθειαν ἀγαθοί.

καὶ μὴν οὐδὲ τοῦ δοκεῖν ὄφελος μὴ πολὺ πρότερον τοῦ εἶναι προσόντος, ὥσπερ ἐπὶ σωμάτων πέφυκεν ἔχειν· εἰ γὰρ πάντες ἄνθρωποι τὸν νοσοῦντα ὑγιαίνειν ἢ τὸν ὑγιαίνοντα νοσεῖν ὑπολάβοιεν, ἡ δόξα καθ’ αὑτὴν οὔτε νόσον οὔτε ὑγείαν ἐργάσεται.

ᾧ δὲ ἀμφότερα δεδώρηται ὁ θεός, καὶ τὸ εἶναι καλῷ καὶ ἀγαθῷ καὶ τὸ δοκεῖν εἶναι, οὗτος πρὸς ἀλήθειαν εὐδαίμων καὶ τῷ ὄντι μεγαλώνυμος. προνοητέον δ’ ὡς μεγάλου πράγματος καὶ πολλὰ τὸν μετὰ σώματος βίον ὠφελοῦντος εὐφημίας. περιγίνεται δ’ αὕτη σχεδὸν ἅπασιν, ὅσοι χαίροντες σὺν ἀσμενισμῷ μηδὲν κινοῦσι τῶν καθεστηκότων νομίμων, ἀλλὰ τὴν πάτριον πολιτείαν οὐκ ἀμελῶς φυλάττουσιν.

εἰσὶ γάρ τινες οἳ τοὺς ῥητοὺς νόμους σύμβολα νοητῶν πραγμάτων ὑπολαμβάνοντες τὰ μὲν ἄγαν ἠκρίβωσαν, τῶν δὲ ῥᾳθύμως ὠλιγώρησαν· οὓς μεμψαίμην ἂν ἔγωγε τῆς εὐχερείας· ἔδει γὰρ ἀμφοτέρων ἐπιμεληθῆναι, ζητήσεώς τε τῶν ἀφανῶν ἀκριβεστέρας καὶ [*](2 τῇ om. Α ἀτέχνῳ conicio 4 ἴσον τῶ (corr. ex τὸ) H: εἰς ὃν τὸ MAP σοφίαν Α 4. 5 σοφιστείας P 7 Μωσεῖ codd. 8 κραταιοτέρᾳ coni. Mang. 10 γέ μοι MA 12 ἄμεινον (sic!) ex corr. Α 14 ἐναγασάμενοι Η2 παρὰ] περὶ H 16 καὶ MA : οὐ HP τοῦ M: τὸ AHP 17 εἰ] οἱ Α 20 καλὸν καὶ ἀγαθὸν Α 22 ὠφελοῦντας A 23 πραγίνεται H 27 ῥαθύμων Α 28 ἀκριβεστάτης conicio 28. 286,1 καὶ ταμιείας Mang. : καὶ ταμίας HP1, κατὰ μιᾶς M, κατὰ μίαν AP2) [*](10 qq. Teletis reliquiae ed. Ηense p. 1. 2.)

v.2.p.286
ταμιείας τῶν φανερῶν ἀνεπιλήπτου.

νυνὶ δ’ ὥσπερ ἐν ἐρημίᾳ καθ’ ἑαυτοὺς μόνοι ζῶντες ἢ ἀσώματοι ψυχαὶ γεγονότες καὶ μήτε πόλιν μήτε κώμην μήτ’ οἰκίαν μήτε συνόλως θίασον ἀνθρώπων εἰδότες, τὰ δοκοῦντα τοῖς πολλοῖς ὑπερκύψαντες τὴν ἀλήθειαν γυμνὴν αὐτὴν ἐφ’ ἑαυτῆς ἐρευνῶσιν· οὓς ὁ ἱερὸς λόγος διδάσκει χρηστῆς ὑπολήψεως πεφροντικέναι καὶ μηδὲν τῶν ἐν τοῖς ἔθεσι λύειν, ἃ θεσπέσιοι καὶ μείζους ἄνδρες ἢ καθ’ ἡμᾶς ὥρισαν.

μὴ γὰρ ὅτι ἡ ἑβδόμη δυνάμεως μὲν τῆς περὶ τὸ ἀγένητον, ἀπραξίας δὲ τῆς περὶ τὸ γενητὸν δίδαγμά ἐστι, τὰ ἐπ’ αὐτῇ νομοθετηθέντα λύωμεν, ὡς πῦρ ἐναύειν ἢ γεωπονεῖν ἢ ἀχθοφορεῖν ἢ ἐγκαλεῖν ἢ δικάζειν ἢ παρακαταθήκας ἀπαιτεῖν ἢ δάνεια ἀναπράττειν ἢ τὰ ἄλλα ποιεῖν, ὅσα κἀν τοῖς μὴ ἑορτώδεσι καιροῖς ἐφεῖται·

μηδ’ ὅτι ἡ ἑορτὴ σύμβολον ψυχικῆς εὐφροσύνης ἐστὶ καὶ τῆς πρὸς θεὸν εὐχαριστίας, ἀποταξώμεθα ταῖς κατὰ τὰς ἐτησίους ὥρας πανηγύρεσι· μηδ’ ὅτι τὸ περιτέμνεσθαι ἡδονῆς καὶ παθῶν πάντων ἐκτομὴν καὶ δόξης ἀναίρεσιν ἀσεβοῦς ἐμφαίνει, καθ’ ἣν ὑπέλαβεν ὁ νοῦς ἱκανὸς εἶναι γεννᾶν δι’ ἑαυτοῦ, ἀνέλωμεν τὸν ἐπὶ τῇ περιτομῇ τεθέντα νόμον· ἐπεὶ καὶ τῆς περὶ τὸ ἱερὸν ἁγιστείας καὶ μυρίων ἄλλων ἀμελήσομεν, εἰ μόνοις προσέξομεν τοῖς δι’ ὑπονοιῶν δηλουμένοις.

ἀλλὰ χρὴ ταῦτα μὲν σώματι ἐοικέναι νομίζειν, ψυχῇ δὲ ἐκεῖνα· ὥσπερ οὖν σώματος, ἐπειδὴ ψυχῆς ἐστιν οἶκος, προνοητέον, οὕτω καὶ τῶν ῥητῶν νόμων ἐπιμελητέον· φυλαττομένων γὰρ τούτων ἀριδηλότερον κἀκεῖνα γνωρισθήσεται, ὧν εἰσιν οὗτοι σύμβολα, πρὸς τῷ καὶ τὰς ἀπὸ τῶν πολλῶν μέμψεις καὶ κατηγορίας ἀποδιδράσκειν.

οὐχ ὁρᾷς, ὅτι καὶ Ἀβραὰμ τῷ σοφῷ καὶ μεγάλα ἀγαθὰ καὶ μικρὰ προσεῖναί φησι, καὶ καλεῖ τὰ μὲν μεγάλα ὑπάρχοντα καὶ ὑπαρκτά, ἃ τῷ γνησίῳ κληρονομεῖν ἐφεῖται μόνῳ, τὰ δὲ μικρὰ δόματα, ὧν οἱ νόθοι καὶ ἐκ παλλακῶν ἀξιοῦνται (Gen. 25,5. 6)· ἐκεῖνα

μὲν οὖν ἔοικε τοῖς φύσει, ταῦτα δὲ τοῖς θέσει νομίμοις. ἄγαμαι καὶ τῆς παναρέτου Λείας, ἥτις ἐπὶ τῆς Ἀσὴρ γενέσεως, ὅς ἐστι τοῦ [*](1 δέ M 2. 3 μήτε κώμην om. P 3 οἰκείαν H1 4 τὴν] ἢ τὴν Α ἑαυτῆς Turn.: ἑαυτῇ Η2, ἑαυτοὺς MAPH1 5 ῥητῆς coni. Mang. 6 ἢ] οἱ Α 8 ἀγέννητον ΑΗ γεννητὸν ΑΗ 9 πῦρ ἐναύειν Mang.: πῦρ ἐναυγεῖν MAP2, πυρεναυσεῖν H(P1?) γεηπονεῖν Α 11 μὴ HP: μὴ ἐν MAL 12 τῆ ἑορτὴ M εὐφροσύνης] ἑορτῆς Α 13 ταῖς] ἔταις Η 14 ἡδονῶν 2 15 ἐμφαίνειν Α ὑπέβαλεν A 16 ἀνελάβομεν Α 17 ἀγιστίας Α ἀμελήσωμεν A 21 τούτων H2: om. ceteri 21 γνωσθήσεται HP 22 τῷ] τὸ Α 23 ὁ Ἁβραὰμ AHP 23 σοφῶ μεγάλα Α 25 καὶ] ἢ conicio 26 δόγματα Α 27 νομίμως Α 28 τὴν πανάρετον Λείαν ι Mang.)

v.2.p.287
αἰσθητοῦ καὶ νόθου σύμβολον πλούτου, φησί· „μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες“ (Gen. 30, 13)· στοχάζεται γὰρ ὑπολήψεως ἐπιεικοῦς, δικαιοῦσα μὴ μόνον ὑπὸ ἀρρένων καὶ ἀνδρείων ὡς ἀληθῶς λόγων ἐπαινεῖσθαι, παρ’ οἷς ἡ ἀλώβητος φύσις καὶ τὸ ἀληθὲς ἀδέκαστον τετίμηται, ἀλλὰ καὶ πρὸς τῶν θηλυτέρων, οἳ τῶν φαινομένων πάντα τρόπον ἥττηνται μηδὲν ἔξω τούτων θεωρητὸν νοῆσαι δυνάμενοι.

τελείας δὲ ψυχῆς ἐστι καὶ τοῦ εἶναι καὶ τοῦ δοκεῖν εἶναι μεταποιεῖσθαι, καὶ σπουδάζειν μὴ μόνον παρὰ τῇ ἀνδρωνίτιδι εὐδοκιμεῖν, ἀλλὰ καὶ πρὸς τῆς γυναικωνίτιδος ἑστίας ἐπαινεῖσθαι.

διὸ καὶ Μωυσῆς τὴν τῶν ἱερῶν ἔργων κατασκευὴν οὐ μόνον ἀνδράσιν ἀλλὰ καὶ γυναιξὶν ἐπέτρεψε ποιεῖσθαι· τά τε γὰρ νήματα πάντα τῆς ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ τριχῶν αἰγείων ἐπιτελοῦσι (Exod. 35, 25. 26), καὶ τὸν ἑαυτῶν κόσμον ἀόκνως εἰσφέρουσι, „σφραγῖδας, ἐνώτια, δακτυλίους, περιδέξια, ἐμπλόκια“ (Exod. 35, 22), πάνθ’ ὅσα χρυσὸν εἶχε τὴν ὕλην,

τὸν σώματος κόσμον ἀντικαταλλαττόμεναι τοῦ τῆς εὐσεβείας· προσφιλοτιμούμεναι μέντοι καὶ τὰ κάτοπτρα ἑαυτῶν συγκαθιεροῦσιν εἰς τὴν τοῦ λουτῆρος κατασκευήν (Exod. 38, 26), ἵν’ οἱ μέλλοντες ἱερουργεῖν ἀπονιπτόμενοι χεῖρας καὶ πόδας, τὰ ἐγχειρήματα οἷς ἐφορμεῖ καὶ ἐνίδρυται ὁ νοῦς, ἐνοπτρίζωνται ἑαυτοὺς κατὰ μνήμην τῶν ἐσόπτρων, ἐξ ὧν ὁ λουτὴρ δεδημιούργηται· οὕτω γὰρ οὐδὲν αἶσχος ἐν τῷ τῆς ψυχῆς εἴδει περιόψονται γινόμενον, ἤδη δὲ τὸ νηστείας καὶ καρτερίας ἀνάθημα ἀναθήσουσιν ἱεροπρεπέστατον καὶ τελεώτατον ἀναθημάτων.

ἀλλ’ αὗται μὲν ἀσταί τε καὶ ἀστεῖαι γυναῖκες [αἰσθήσεις] ὡς ἀληθῶς, παρ’ αἷς ἡ ἀρετὴ Λεία τετιμῆσθαι βούλεται, αἱ δὲ προσαναφλέγουσαι τὸ πῦρ ἐπὶ τὸν ἄθλιον νοῦν ἀπόλιδες· λέγεται γὰρ ὅτι καὶ „γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ“ (Num. 21,30).

ἀλλ’ οὐχ ἑκάστη τῶν τοῦ ἄφρονος αἰσθήσεων ἐξαπτομένη πρὸς τῶν αἰσθητῶν ἐμπίπρησι τὸν νοῦν, πολλὴν [*](1 ἄκα Η2: om. ceteri νόμου M φασί Α 4 ἀδεκάστως conicio 5 τέτμηται L 6 #x003C;λόγῳ#x003Ε; θεωρητὸν conicio 8 παρά om. HP περὶ τὴν ἀνδρωνίτιδα Α 9 Mωσῆς codd. 15 ἰὸν MA: τοῦ HP ἀντικαταλλαττόμεναι MA: ἀνταλλαττόμεναι HP 17 λουτροῦ HP ἵν᾿] ἤν Α 17. 18 χεῖρας καὶ πόδας ἀπονιπτόμενοι Η 19 ἐνοπτρίζονται Α, ἐνοπτρίζηται H1P 20 ἕδει coni. Mang. 21. 22 ἀναθήσουσιν om. Α 22. 23 ἀλλάττεται, spat., καὶ ἀστεῖαι Α 23 ἀσταί] post τ in ras. H, ἀστατοί P (sed ο in ras.) αἰσθήσεις secl. Maug. 24 Λεία HP: λίαν MA 25 ἀπόλιδες om. Α προσέκαυσαν HP 25. 26 πῦρ τοῦτο ἐπὶ Α 26 μωαβαλζαάλ· οὐχ ἑκάστη A ἀλλ’ οὐχ Mang. (cf. Α): ἀλλ’ οὐδ’ MP(H1?), ἀλλὰ καὶ H2, ἀρ᾿ οὐχ conicio 27 τὸν αἰσθητὸν Α ἐμπίπρησι H: ἐμπίμπρησι MAP τὸν om. Α πολὺν Α)

v.2.p.288
καὶ ἀπέρατον φλόγα ἐπεισχέουσα μετὰ ῥύμης ἀνηνύτου καὶ φορᾶς; ἄριστον οὖν ἐξευμενίζεσθαι τὸ γυναικῶν τάγμα ἐν ψυχῇ, τῶν αἰσθήσεων, καθάπερ καὶ τῶν ἀνδρῶν, τῶν κατὰ μέρος λογισμῶν· οὕτως γὰρ