De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὴν δὲ σοφίαν αὐτοῦ διασυνίστησιν οὐ μόνον ἐκ τοῦ τὸν κόσμον δεδημιουργηκέναι, ἀλλὰ καὶ ἐκ τοῦ τὴν ἐπιστήμην τῶν γεγονότων ἱδρυκέναι βεβαιότατα παρ’ ἑαυτῷ·

λέγεται γὰρ ὅτι „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν“ (Gen. 1,31), οὐκ ἴσον τῷ ὄψιν ἑκάστοις προσέβαλεν, ἀλλ’ εἴδησιν καὶ γνῶσιν καὶ κατάληψιν ὧν ἐποίησεν εἶχεν. οὐ τοίνυν εὐπρεπὲς ὑφηγεῖσθαι καὶ διδάσκειν καὶ δεικνύναι τὰ καθ’ ἕκαστα τοῖς ἀγνοοῦσιν ὅτι μὴ τῷ ἐπιστήμονι, ὅστις οὐχ ὡς ἄνθρωπος ὑπὸ τέχνης ὠφέληται, ἀλλ’ αὐτὸς ἀρχὴ καὶ

πηγὴ τεχνῶν καὶ ἐπιστημῶν ἀνωμολόγηται. παρατετηρημένως δὲ οὐ τὸν ἐνεστῶτα, ἀλλὰ τὸν μέλλοντα τῇ ὑποσχέσει χρόνον προδιώρισται, εἰπὼν οὐχ ἣν δείκνυμι ἀλλ’ „ἥν σοι δείξω“ (Gen. 12,1), εἰς μαρτυρίαν πίστεως ἣν ἐπίστευσεν ἡ ψυχὴ θεῷ, οὐκ ἐκ τῶν ἀποτελεσμάτων ἐπιδεικνυμένη τὸ εὐχάριστον, ἀλλ’ ἐκ προσδοκίας τῶν μελλόντων·

ἀρτηθεῖσα γὰρ καὶ ἐκκρεμασθεῖσα ἐλπίδος χρηστῆς καὶ ἀνενδοίαστα νομίσασα ἤδη παρεῖναι τὰ μὴ παρόντα διὰ τὴν τοῦ ὑποσχομένου βεβαιότητα πίστιν, ἀγαθὸν τέλειον, ἆθλον εὕρηται· καὶ γὰρ αὖθις λέγεται, ὅτι „ἐπίστευσεν [*](1 ἤκουσε V 2 τὸν Turn.: τό codd. 3 ἐπώνυμον Α 4 διήγνυσιν Α 5 ὤτων] νοητῶν vel ὄντων Mang. τηλαυγεστἐρς καὶ ἀριδηλοdρας scripsi: τηλωγεστάτας καὶ ἀριδηλοτάτας codd. 9 αὑτὴν H2: αὐτὴν ceteri ἡλίου secl. Mangr. 11 τᾷ] τὸ P 12 εἶναι ἐπιστήμων conicio 13 ἁπαξάπαντες coni. Mang. 14 ἐκ τούτων Α 15 ἑαυτ HP, ἑαυτοῦ v 18 interpunxi post εἶχεν (εἶχε codd.) et οὐ addidi 19 δτι] ἀλλὰ Mang. 20 ὠφελεῖται PL 21 παρατετηρημἐνοςΑ 22 ἐνεστῶτα Η2: ἑστῶτα MAPH1 προσδιώρισται coni. Mang. 25. 26 ἀπαρτηθεῖσα coni. Mang. 26 γὰρ om. HP1 27 βεβαιότητα scripsi: βεβιοτάτην codd. post πίστιν add. καὶ L 28 post ταειον Mang. add. πίστιν ἄθλων Α)

v.2.p.277
Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15, 6), καὶ Μωυσεῖ δὲ ὁμοίως πᾶσαν ἐπιδειξάμενος τὴν γῆν φησιν, ὅτι „ἔδειξα τοῖς ὀφθαλμοῖς σου, κἀκεῖ οὐκ εἰσελεύσῃ“ (Deut. 34, 4).

μὴ μέντοι νομίσῃς ἐπὶ καθαιρέσει τοῦ πανσόφου, ὡς ὑπολαμβάνουσιν ἔνιοι τῶν ἀπερισκέπτων, τοῦτο εἰρῆσθαι· καὶ γὰρ εὔηθες τοὺς δούλους οἰηθῆναι πρὸ τῶν φίλων τοῦ θεοῦ τὴν ἀρετῆς χώραν διανέμεσθαι.

ἀλλὰ πρῶτον ἐκεῖνό σοι βούλεται παραστῆσαι, ὅτι ἕτερος νηπίων καὶ ἕτερος τελείων χῶρός ἐστιν, ὁ μὲν ὀνομαζόμενος ἄσκησις, ὁ δὲ καλούμενος σοφία, ἔπειτα ὅτι τὰ κάλλιστα τῶν ἐν τῇ φύσει ὁρατὰ μᾶλλόν ἐστιν ἢ κτητά· κτήσασθαι μὲν γὰρ τὰ θειοτέρας μοίρας λαχόντα πῶς ἔνεστιν; ἰδεῖν δ’ οὐκ ἀδύνατον, ἀλλ’ οὐχ ἅπασιν, ἔστι δ’ αὐτὸ μόνον τῷ καθαρωτάτῳ καὶ ὀξυωπεστάτῳ γένει, ᾧ τὰ ἴδια ἐπιδεικνύμενος ὁ τῶν ὅλων πατὴρ ἔργα μεγίστην πασῶν χαρίζεται δωρεάν.

θεωρητικοῦ γὰρ τίς ἀμείνων βίος ἢ μᾶλλον οἰκειούμενος λογικῷ; διὰ τοῦτο καὶ τῆς τῶν θνητῶν ζῴων φωνῆς κριτήριον ἐχούσης ἀκοὴν τοὺς τοῦ θεοῦ λόγους οἱ χρησμοὶ φωτὸς τρόπον ὁρωμένους μηνύουσι· λέγεται γὰρ ὅτι „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18), οὐκ ἤκουεν, ἐπειδήπερ οὐκ ἀέρος πλῆξις ἦν διὰ τῶν στόματος καὶ γλώττης ὀργάνων τὸ γινόμενον, ἀλλὰ φέγγος ἀρετῆς τὸ περιαυγέστατον, λογικῆς ἀδιαφοροῦν πηγῆς, ὃ καὶ ἑτέρωθι μηνύεται τὸν τρόπον τοῦτον· „ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς“ (Exod. 20, 22), οὐχὶ ἠκούσατε, διὰ τὴν αὐτὴν αἰτίαν.

ἔστι δ’ ὅπου τὰ ἀκουστὰ τῶν ὁρατῶν καὶ ἀκοὴν ὁράσεως διακρίνει λέγων· „φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν“ (Deut. 4, 12), ἄγαν περιττῶς· τὴν μὲν γὰρ εἰς ὄνομα καὶ ῥῆμα καὶ συνόλως τὰ τοῦ λόγου μέρη τεμνομένην ἀκουστὴν εἰκότως εἶπεν — ὑπὸ γὰρ ἀκοῆς [*](1 Ἀβραὰμ AH Mωσεῖ]AHP, Μώση M 7 alterum ἕτερος HP: om. MA 8 ἀσκητὴς A 9 κτιστά. κτἰσασθαιΑ τὰ scripsi: τὰς codd., τῆς v 11 ἔστι δ’ scripsi : ἐπὶ codd., εἴη δ’ v αὐτὸ μόνον Cohn: αὐτῶ μόνω codd., ἄν μόνῳ v καθαρωτάτῳ] ὁρατικωτάτῳ coni. Mang. καὶ ὀξυωπεστάτῳ om. Α 10 ἀμείνω Α 14 λογικῶς M, λογικός Α 15 τοῦ om. Α 19 ἀδιαφόρου A) [*](15 sqq. Clemens, Strom. VI §34 p. 756 P: θεῷ δὲ τῷ παντοκράτορι καὶ μηδενὸς ὄντος ὑποκειμένου φωνὴν καὶ φαντασίαν ἐγγεννῆσαι ἀκοῇ δυνατόν..... „φωνὴν ῥημάτων ὑμεῖς ἠκούετε καὶ ὁμοίωμα οὐκ ετῃετε„. ὁρᾷς, ὅπως ἡ κυριακὴ φωνὴ λόγος ἀσχημ̔ ἱστὸς, ἡ τοῦ λόγου δύνμις ῥῆμα κυρίου φωτεινὸν .... Origenes Contra Celsum VI 62 p. 680: ἀληθῶς γὰρ οὐκ ἔσται τῷ θεῷ φωνή, εἴπερ ἐστὶν ἡ φωνὴ ἀὴρ πεπληγμένος ἥ πληγὴ ἀέρος . . . ἄλλ᾿ ἡ λεγομένη φωνὴ θεοῦ, ὡς θεοῦ φωνή, ὁρᾶσθαι λέγεται ὑπὸ τ(υ λαοῦ ἐν τῷ „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν τοῦ Seou"’ ... cf. II 72 p. 441.)

v.2.p.278
δοκιμάζεται —, τὴν δὲ μὴ ῥημάτων μηδ’ ὀνομάτων ἀλλὰ θεοῦ φωνήν, ὁρωμένην τῷ τῆς ψυχῆς ὄμματι, ὁρατὴν δεόντως εἰσάγει.

προειπὼν δὲ τὸ „ὁμοίωμα οὐκ εἴδετε“ ἐπιφέρει „ἀλλ’ ἢ φωνήν„, ἣν πάντως εἴδετε — τὸ γὰρ προσυπακουόμενον τοῦτ’ ἂν εἴη —· ὥσθ’ οἱ μὲν τοῦ θεοῦ λόγοι ὅρασιν ἔχουσι τὴν ἐν ψυχῇ κριτήριον, ἀκοὴν δ’ οἱ εἰς ὀνομάτων καὶ ῥημάτων ἰδέας μεριζόμενοι.

καινὸς δ’ ὢν ἐν ἅπασι τὴν ἐπιστήμην καὶ τοῦτ’ ἰδίως καὶ ξένως κεκαινούργηκεν εἰπὼν ὁρατὴν εἶναι τὴν φωνήν, τὴν μόνην σχεδὸν τῶν ἐν ἡμῖν οὐχ ὁρατὴν ὑπεξῃρημένης διανοίας· τὰ μὲν γὰρ κατὰ τὰς ἄλλας αἰσθήσεις πάνθ’ ὁρατά, τὰ χρώματα, οἱ χυλοί, οἱ ἀτμοί, τὰ θερμά, τὰ ψυχρά, τὰ λεῖα, τὰ τραχέα, τὰ μαλακὰ καὶ σκληρά, ᾗ σώματα.

τί δέ ἐστι τοῦτο, σαφέστερον ἐρῶ· ὁ χυλὸς ὁρατός ἐστιν, οὐχ ᾗ χυλός, ἀλλ’ ᾗ μόνον σῶμα, τὸ γὰρ ᾗ χυλὸς εἴσεται ἡ γεῦσις· καὶ ὁ ἀτμός, ᾗ μὲν ἀτμός, ὑπὸ ῥινῶν ἐξετασθήσεται, ᾗ δὲ σῶμα, καὶ πρὸς ὀφθαλμῶν· καὶ τὰ ἄλλα ταύτῃ δοκιμασθήσεται. φωνὴ δὲ οὔθ’ ὡς ἀκουστὸν οὔθ’ ὡς σῶμα, εἰ δὴ καὶ σῶμά ἐστιν, ὁρατὸν εἶναι πέφυκεν, ἀλλὰ δύο ταῦτα τῶν ἐν ἡμῖν ἀόρατα, νοῦς καὶ λόγος.

ἀλλὰ γὰρ οὐχ ὅμοιον τὸ ἡμέτερον ἠχεῖον τῷ θείῳ φωνῆς ὀργάνῳ· τὸ μὲν γὰρ ἡμέτερον ἀέρι κίρναται καὶ πρὸς τὸν συγγενῆ τόπον καταφεύγει, τὰ ὦτα, τὸ δὲ θεῖον ἀκρατοῦς καὶ ἀμιγοῦς ἐστι λόγου, φθάνοντος μὲν ἀκοὴν διὰ λεπτότητα, ὁρωμένου δὲ ὑπὸ ψυχῆς ἀκραιφνοῦς διὰ τὴν ἐν τῷ βλέπειν ὀξύτητα.

Οὐκοῦν μετὰ τὴν ἀπόλειψιν τῶν θνητῶν πρώτην ὁ θεὸς χαρίζεται τῇ ψυχῇ δωρεάν, ὡς ἔφην, ἐπίδειξιν καὶ θεωρίαν τῶν ἀθανάτων, δευτέραν δὲ τὴν εἰς πλῆθος ὁμοῦ καὶ μέγεθος τῶν ἀρετῆς δογμάτων ἐπίδοσιν· λέγει γάρ· „καὶ ποιήσω σε εἰς ἔθνος μέγα“, διὰ μὲν τοῦ ἔθνους τὸ πλῆθος, διὰ δὲ τοῦ μεγάλου τὴν πρὸς τὸ ἄμεινον αὔξησιν παραλαμβάνων.

τὴν δὲ τοῦ ποσοῦ καθ’ ἑκάτερον εἶδος, τό τε ἐν μεγέθει καὶ τὸ ἐν πλήθει, παραύξησιν διασυνίστησι καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς· „ἰδοὺ“ γάρ φησι „τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος“ (Exod. 1,9), [*](2 δὲ ὄντως AP 3 ἣν] ἢ M πάντες Η 4 προυπακουόμενον M 5 ἔχουσιν H οἱ om. L 7 εἶναι in ras. H2 11 ἢ A ὁρῶ H 12 οὐχὶ χυλός A bis ἢ Α 13 γνῶσις PL καὶ ὁ ἀτμὸς καὶ ὁ ἀτμὸς ὁ μἑνὑπὸ Α ἀτμόςἐστιν,ὑπὀ M ᾖ]εἰ Α 14 πρὸς] πρὸ A τἄλλαΑ 15 δ’ M 16 ἀόρατος Α IG. 17 ἀλλ’ οὐχP 17 ὁμοιον] ὡμοίωται H2 ἠχεῖον sciipsi: ἠχὴ ἐν MP, ἠχεῖ ἐν A, ἤχημα Η 18 κίρναται H2: κρίνεται ceteri 20 ἀκραιφνῶς Β2 22 ἀπόληψιν Α 24 δέ atldidi τὸ πλῆθος HP 26 μὲν om. H, δὲ P)

v.2.p.279
ἐπειδή γε ἀμφότερα τῷ ὁρατικῷ τοῦ ὄντος γένει προσμαρτυρεῖ, ὡς πληθύν τε καὶ μέγεθος κτησαμένῳ, τὰ περὶ τὸν βίον καὶ λόγον κατορθώματα.

οὐ γάρ, ὅπερ ἄν τις τὸν ἐν τοῖς ὀνόμασιν εἱρμὸν διαφυλάττων, πολὺ πλῆθος, ἀλλὰ μέγα εἶπεν, εἰδὼς τὸ πολὺ καθ’ αὑτὸ ἀτελὲς μέγεθος, εἰ μὴ προσλάβοι δύναμιν νοήσεως καὶ ἐπιστήμης. τί γὰρ ὄφελος πολλὰ μὲν θεωρήματα παραλαμβάνειν, ἕκαστον δὲ αὐτῶν εἰς τὸ ἁρμόττον μέγεθος μὴ συναυξῆσαι; οὐδὲ γὰρ ἀγρὸς τέλειος, ᾧ μυρία μὲν ὅσα ἐνυπάρχει φυτὰ χαμαίζηλα, τέλειον δὲ μηδὲν ἔρνος γεωργικῇ τέχνῃ συνανέβλαστεν ἤδη καρποτοκεῖν δυνάμενον.

τοῦ δὲ μεγέθους καὶ πλήθους τῶν καλῶν ἀρχὴ καὶ τέλος ἡ ἀδιάστατος περὶ θεοῦ μνήμη καὶ ἡ κατάκλησις τῆς ἀπ’ αὐτοῦ συμμαχίας πρὸς τὸν ἐμφύλιον καὶ συγκεχυμένον καὶ συνεχῆ τοῦ βίου πόλεμον· λέγει γὰρ „ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο· ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστι θεὸς ἐγγίζων ὡς κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἂν αὐτὸν ἐπικαλεσώμεθα“ (Deut. 4,6.7) ;

οὐκοῦν ὅτι καὶ πρὸς βοήθειαν δύναμις ἀρωγὸς εὐτρεπὴς ἐφεδρεύει παρὰ θεῷ καὶ αὐτὸς ὁ ἡγεμὼν ἐγγυτέρω πρόσεισιν ἐπ’ ὠφελείᾳ τῶν ἀξίων ὠφελεῖσθαι, δεδήλωται. τίνες δ’ οἱ τούτων ἐπάξιοι τυγχάνειν εἰσίν; ἢ δῆλον ὅτι οἱ σοφίας καὶ ἐπιστήμης ἐρασταὶ πάντες;

οὗτοι γάρ εἰσιν ὁ σοφὸς καὶ ἐπιστήμων, ὃν εἶπε, λεώς, ὧν ἕκαστος μέγας εἰκότως ἐστίν, ἐπειδὴ μεγάλων ὀρέγεται, ἑνὸς δὲ καὶ λίαν ὑπερβαλλόντως, τοῦ μὴ διαζευχθῆναι θεοῦ τοῦ μεγίστου, ἀλλὰ τὴν πρόσοδον αὐτοῦ συνεγγίζοντος σταθερῶς ἄνευ καταπλήξεως ὑπομεῖναι.

οὗτος ὁ ὅρος ἐστὶ τοῦ μεγάλου λεώ, τὸ τῷ θεῷ συνεγγίζειν ἢ „ᾧ θεὸς συνεγγίζει“. ὁ μὲν δὴ κόσμος καὶ ὁ κοσμοπολίτης σοφὸς πολλῶν καὶ μεγάλων ἀγαθῶν ἀναπέπλησται, ὁ δὲ ἄλλος ἀνθρώπων ὅμιλος πλείοσι μὲν κέχρηται κακοῖς, ἀγαθοῖς δὲ ἐλάττοσι· σπάνιον γὰρ ἐν πεφυρμένῳ καὶ συγκεχυμένῳ βίῳ τὸ καλόν.

διόπερ ἐν χρησμοῖς ᾄδεται· „οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο κύριος ὑμᾶς καὶ ἐξελέξατο — ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη —, ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶσ“ (Deut. 7, 7. 8). εἰ γάρ τις βουληθείη τὸν ὄχλον μιᾶς ψυχῆς ὥσπερ [*](1 γε Η2: γάρ ceteri τῶ (ex τοῦ corr.) ὄντως A ὡς om. HP1 6 προσλαμβάνειν HP 8 συνανεβλάστησεν H 9. 10 ἀρχὴ τῶν καλῶν HP 13 bis μέγα MAP: bis μέρος H 15 ἀρρωγὸς HP 16 ἐγγύτερα Α 18 ἦ v δηλονότι AHP 20 ἐπειδὴ δὲ Α 20. 21 ὑπερβαλόντως HP 21 prius τοῦ] τῶ HP 22 σταθηρῶς Α 23 λεώ (vel λαοῦ) scripsi: θεοῦ codd., del. Mang. τῷ om. L συνεγγίζον coni. Mang. ᾦ] ὁ Α 25 ἀγαθὸς Α 26 ἐν πεφυρμένῳ scripsi: ἐμπερφυρμένω Α, ἐμπερορημένῳ MHP, ἐν πεφορημένῳ v 27 πολυπληθῆτε Α 28 προείλατο Α 28. 29 προείλετο — ἔθνη om. Η 28 ὁ κύριος AH)

v.2.p.280
κατὰ ἔθνη διανεῖμαι, πολλὰς μὲν ἂν εὕροι τάξεις ἀκοσμούσας, ὧν ἡδοναὶ ἢ ἐπιθυμίαι ἢ λῦπαι ἢ φόβοι ἢ πάλιν ἀφροσύναι καὶ ἀδικίαι καὶ αἱ τούτων συγγενεῖς καὶ ἀδελφαὶ ταξιαρχοῦσι, μίαν δὲ αὐτὸ μόνον εὖ διακεκοσμημένην, ἧς ὁ ὀρθὸς λόγος ἀφηγεῖται.