De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τὸ ἐμπαίζειν ἐπιθυμιῶν καὶ πάντων παθῶν ἀμετρίαις, τὸ φοβεῖσθαι τὸν θεόν (Gen. 42, 18), εἰ καὶ μηδέπω γέγονεν ἀγαπᾶν ἱκανός, τὸ ζωῆς ἐν Αἰγύπτῳ μεταποιεῖσθαι τῆς ἀληθοῦς — ὃ δὴ [*](2 τὸ] τῶ Α 5 σπονδὴν Α: σπουδὴν MHP 6 σπονδὴν Mang. : σπουδὴν codd., etiam M ut vid. 9 κενοδόξων Α 10 ὡσὰν AP ἐνύπνιον PL ὄντα τῶν ἀληθῶς ὄντων conicio διακρίνῃ καὶ διαστείλῃ Α 11 μὲν om. H1P1 12 ἀσαφεῖς] ψευδεῖς coni. Mang. κατὰ] καὶ κατὰ A 13 μήπου Α κεκαθαρμένον conicio 14 τὸ μὴ ὑπήκοον om. Α 15 ἀλλὰ M 16 τῷ] τὸ Α γένει H Ἑβραῖον vel γένους conicio 18 ὅτι om. H1P 19 σπουδαζομένων sciipsi: σπουδαζόντων codd., σπουδασθέντων Mang. 21 ἐπισυμῶν A) [*](19 Origenes, Selecta in Gene.tim p. 44: τὸ μηδέν ἐπιχωρίων Λἰγυπίων ποιεῖν αἰνίσσετα διὰ τοῦ „ὧδε οὐκ ἐποίησα οὐδέν“. 23 — 273,2 Origenes, Selecta in Genesim (ad Gen. 46,30) p. 50: θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτω̣ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυmίων καὶ μεῖναι ἐν τῇ κατὰ θεόν ζωῇ. διόπερ θαυμάζων ὁ Ἱακὼβ εἶπε τῷ Ἰωρὴφ τὸ „ἔτι γὰρ σὺ ζῇς“. cf. Homil. in Genes. XV 3 p. 100.)
τὸ ὁμολογεῖν ὅτι „τοῦ θεοῦ ἐστι“ (Gen. 50, 19), τῶν δ’ εἰς γένεσιν ἐλθόντων οὐδενός, τὸ γνωριζόμενον τοῖς ἀδελφοῖς πάντας τοὺς φιλοσωμάτους κινῆσαι καὶ σαλεῦσαι τρόπους ἑστάναι παγίως ἐπὶ τῶν ἰδίων οἰομένους δογμάτων καὶ ἀνὰ κράτος ἀπώσασθαι (Gen. 45, 1. 2), τὸ φάναι μὴ πρὸς ἀνθρώπων ἀπεστάλθαι, ὑπὸ δὲ τοῦ θεοῦ κεχειροτονῆσθαι (Gen. 45, 7. 8) πρὸς τὴν τοῦ σώματος καὶ τῶν ἐκτὸς ἔννομον ἐπιστασίαν,
πολλὰ δὲ καὶ ἄλλα τούτοις ὁμοιότροπα τῆς ἀμείνονος καὶ ἱερωτέρας ὄντα τάξεως, Αἴγυπτον τὸν σωματικὸν οἶκον οἰκεῖν οὐκ ἀνέχεσθαι οὐδ’ ἐνθάπτεσθαι σορῷ τὸ παράπαν, ἔξω δὲ παντὸς τοῦ θνητοῦ κεχωρηκότα παρέπεσθαι θεσμοθέτῃ λόγῳ Μωυσῇ ποδηγετοῦντι·
τροφεὺς γὰρ καὶ τιθηνὸς οὗτος ἀστείων ἔργων, λόγων, βουλευμάτων, ἅ, κἂν τοῖς ἐναντίοις ἀνακραθῇ ποτε διὰ τὴν ὑποσύγχυτον τοῦ θνητοῦ πολυμιγίαν, οὐδὲν ἧττον διακρίνει παρελθών, ἵνα μὴ μέχρι παντὸς τὰ καλοκἀγαθίας σπέρματα καὶ φυτὰ ἀφανισθέντα οἴχηται.
καὶ προτρέπεται μάλα ἐρρωμένως ἀπολιπεῖν τὴν παντὸς ἀτόπου χρηματίζουσαν μητέρα, μὴ μέλλοντας καὶ βραδύνοντας, ἀλλ’ ὑπερβάλλοντι τάχει χρωμένους· φησὶ γὰρ μετὰ σπουδῆς δεῖν θύειν τὸ Πάσχα (Exod. 12, 11), τὸ δέ ἐστιν ἑρμηνευθὲν διάβασις, ἵν’ ἀνενδοιάστῳ γνώμῃ καὶ προθυμίᾳ συντόνῳ χρώμενος ὁ νοῦς τήν τε ἀπὸ τῶν παθῶν ἀμεταστρεπτὶ ποιῆται διάβασιν καὶ τὴν πρὸς τὸν σωτῆρα θεὸν εὐχαριστίαν, ὃς εἰς ἐλευθερίαν οὐ προσδοκήσαντα αὐτὸν ἐξείλετο.
καὶ τί θαυμάζομεν, εἰ τὸν ὑπηγμένον κράτει πάθους ἀλόγου προτρέπει μὴ ἐνδιδόναι μηδὲ τῇ ῥύμῃ τῆς ἐκείνου φορᾶς κατασυρῆναι, βιάσασθαι δὲ ἀντισχόντα κἄν, εἰ μὴ δύναιτο, ἀποδρᾶναι; δευτέρα γὰρ ἔφοδος εἰς σωτηρίαν τοῖς ἀμύνεσθαι μὴ δυναμένοις δρασμός ἐστιν· ὁπότε [*](1 θαυμαστώσας Α ἦν om. Η μέγα] μέρος Η 4 ἐλθόντος L 5 ἀδελφοῖς MA: ἀνθρώποις HP 6 οἰομένοις Η 9 τῶν om. Α 10 τὸ aate Αἴγυπτον fort. add. 11. 12 ἀνέχεσθαι, ἐνθάπεσθαι, παρέπεσθαι Mang.: ανέχεται, ἐνθάπτεται, παρέπεται codd. 11 οὐδὲν θάπτεται Α 12 κεχωρηκὼς coni. Mang. vel ὀστᾶ add. 13 οὗτος καὶ τιθηνὸς HP 15 διακρίνει Cohn: διακρίνεται codd. 15. 16 παρελθόντα, fortasse servato διακρίνεται legendum παρ’ ἐλπίδα (cf. lin. 23), πρλυNντα coni. Mang. 16. 17 ἀφαυανθέντα coni. Mang. 17 προτρέπει HP 18 μητέρα Αἴγυπτον probahiliter coni. Mang. 19—21 ὑπερβάλλοντας τάχει χρώμενος (corr. ex χρωμένους) ὁ νοῦς τήν τε L (om. χρωμένους — συντόνῳ) 19 δεῖν om. H 20 δ’ ἔστιν Α ἶνα M, ἣν L 21 ἀνενδότῳ Mang. 22 ποιεῖται L καὶ] εἰς coni. Mang. 23 εὐχαριστείαν Η ἐξειλατο Α 26 εἰ μὴ κρατεῖν δύναιτο vel εἰ μὴ ἀμύναιτο conicio)
διὸ λόγιον ἐχρήσθη τοιόνδε· „ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31, 3), ἴσον τῷ γέγονας μὲν ἀθλητὴς τέλειος καὶ βραβείων καὶ στεφάνων ἠξιώθης ἀγωνοθετούσης ἀρετῆς καὶ προτεινούσης ἆθλά σοι τὰ νικητήρια· κατάλυσον δὲ ἤδη τὸ φιλόνεικον, ἵνα μὴ πάντοτε πονῇς, ἀλλὰ καὶ τῶν πονηθέντων ἀπόνασθαι δυνηθῇς.
τοῦτο δὲ ἐνταυθοῖ καταμένων οὐδέποτε εὑρήσεις τοῖς αἰσθητοῖς ἔτι συνοικῶν καὶ ταῖς σωματικαῖς ἐνδιατρίβων ποιότησιν, ὧν Λάβαν ἐστὶν ἔξαρχος — ὄνομα δὲ ποιότητος τοῦτ’ ἐστίν —, ἀλλὰ μετανάστην χρὴ γενέσθαι εἰς τὴν πατρῴαν γῆν τὴν ἱεροῦ λόγου καὶ τρόπον τινὰ τῶν ἀσκητῶν πατρός· ἡ δ’ ἐστὶ σοφία, τῶν φιλαρέτων ψυχῶν ἄριστον ἐνδιαίτημα.
ἐν ταύτῃ τῇ χώρᾳ καὶ γένος ἐστί σοι τὸ αὐτομαθές, τὸ αὐτοδίδακτον, τὸ νηπίας καὶ γαλακτώδους τροφῆς ἀμέτοχον, τὸ χρησμῷ θείῳ καταβαίνειν εἰς Αἴγυπτον κεκωλυμένον (Gen. 26, 2) καὶ τῆς σαρκὸς ἐντυγχάνειν δελεαζούσαις ἡδοναῖς, ἐπίκλησιν Ἰσαάκ.
οὗ τὸν κλῆρον παραλαβὼν ἐξ ἀνάγκης ἀποθήσῃ τὸν πόνον· αἱ γὰρ ἀφθονίαι τῶν ἑτοίμων καὶ κατὰ χειρὸς ἀγαθῶν ἀπονίας αἴτιαι. πηγὴ δέ, ἀφ’ ἧς ὀμβρεῖ τὰ ἀγαθά, ἡ τοῦ φιλοδώρου θεοῦ σύνοδός ἐστιν· οὗ χάριν ἐπισφραγιζόμενος τὰ τῶν εὐεργεσιῶν φησιν· „ἔσομαι μετὰ σοῦ“.
Τί οὖν ἂν ἐπιλίποι καλὸν τοῦ τελεσφόρου [παντὸς] παρόντος θεοῦ μετὰ χαρίτων τῶν παρθένων αὐτοῦ θυγατέρων, ἃς ἀδιαφθόρους καὶ ἀμιάντους ὁ γεννήσας πατὴρ κουροτροφεῖ; τότε μελέται μὲν καὶ πόνοι καὶ ἀσκήσεις ἡσυχάζουσιν, ἀναδίδοται δὲ ἄνευ τέχνης φύσεως προμηθείᾳ πάντα ἀθρόα πᾶσιν ὠφέλιμα.
καλεῖται δ’ ἡ φορὰ τῶν αὐτοματιζομένων ἀγαθῶν ἄφεσις, ἐπειδήπερ ὁ νοῦς ἀφεῖται τῶν κατὰ τὰς ἰδίας ἐπιβολὰς ἐνεργειῶν καὶ ὥσπερ τῶν ἑκουσίων ἠλευθέρωται διὰ τὴν πληθὺν τῶν ὑομένων καὶ ἀδιαστάτως ἐπομβρούντων.
ἔστι δὲ ταῦτα [*](1 ἀνταγωνιστὴν Η 3 τῶ] τῆ HP συνεχείᾳ Turn. 4 κήραν codd. ἐναπομάξηται Η 7 μὲν MAP: μοι H 10 πάντοπ H2: ἅπαντα MAH1P ἀπώνασθαι MP 14 τὴν] τοῦ II 15. 16 ἐνδιαίτημα ἄριστον HP 18 κεκωλυdνω P 20 ἀποθήσει Α 21 χεῖρας H2 ἀπονοίας L 24 ἄν οὑν HP παντός seclusi, πάντως H2, πάντων coni. Mang. 26 τότε μὲν μελέται HP 29 ἀφίεται Mang. 30 καὶ ὡς φόρτων (immo φόρων) τῶν ἐτησίων ἠλευθέρωται coni. Mang. 31 ἀδιστάκτως H ταῦτα om. Α)
τὸ ἐμαυτοῦ πάθος, ὃ μυριάκις παθὼν οἶδα, διηγούμενος οὐκ αἰσχύνομαι· βουληθεὶς ἔστιν ὅτε κατὰ τὴν συνήθη τῶν κατὰ φιλοσοφίαν δογμάτων γραφὴν ἐλθεῖν καὶ ἃ χρὴ συνθεῖναι ἀκριβῶς εἰδώς, ἄγονον καὶ στεῖραν εὑρὼν τὴν διάνοιαν ἄπρακτος ἀπηλλάγην, τὴν μὲν κακίσας τῆς οἰήσεως, τὸ δὲ τοῦ ὄντος κράτος καταπλαγείς, παρ’ ὃν τὰς τῆς ψυχῆς ἀνοίγνυσθαί τε καὶ συγκλείεσθαι μήτρας συμβέβηκεν.
ἔστι δὲ ὅτε κενὸς ἐλθὼν πλήρης ἐξαίφνης ἐγενόμην ἐπινιφομένων καὶ σπειρομένων ἄνωθεν ἀφανῶς τῶν ἐνθυμημάτων, ὡς ὑπὸ κατοχῆς ἐνθέου κορυβαντιᾶν καὶ πάντα ἀγνοεῖν, τὸν τόπον, τοὺς παρόντας, ἐμαυτόν, τὰ λεγόμενα, τὰ γραφόμενα. σχεδὸν γὰρ ἑρμηνεύει εὕρεσιν, φωτὸς ἀπόλαυσιν, ὀξυδερκεστάτην ὄψιν, ἐνάργειαν τῶν πραγμάτων ἀριδηλοτάτην, οἵα γένοιτ’ ἂν δι’ ὀφθαλμῶν ἐκ σαφεστάτης δείξεως.
τὸ μὲν οὖν δεικνύμενον τὸ ἀξιόρατον καὶ ἀξιοθέατον καὶ ἀξιέραστόν ἐστι, τὸ τέλειον ἀγαθόν, ὃ καὶ τὰς τῆς ψυχῆς πικρίας πέφυκε μεταβάλλον γλυκαίνειν, ἡδυσμάτων συμπάντων παράρτυμα κάλλιστον, δι’ οὗ καὶ τὰ μὴ τρέφοντα τροφὴ γίνεται σωτήριος· λέγεται γὰρ ὅτι „ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ“ (Exod. 15,25), τὸν κεχυμένον καὶ πλαδῶντα καὶ πικρίας γέμοντα νοῦν, ἵνα γλυκανθεὶς ἡμερωθῇ.
τὸ δὲ ξύλον τοῦτο οὐ μόνον τροφήν, ἀλλὰ καὶ ἀθανασίαν ἐπαγγέλλεται· τὸ γὰρ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ φησὶ πεφυτεῦσθαι (Gen. 2, 9), τὴν ἀγαθότητα δορυφορουμένην ὑπὸ τῶν κατὰ μέρος ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων· αὕτη γὰρ τὸν μεσαίτατον καὶ ἄριστον ἐν ψυχῇ κεκλήρωται τόπον.
ὁ δὲ ὁρῶν ἐστιν ὁ σοφός· τυφλοὶ γὰρ ἢ ἀμυδροὶ τὰς ὄψεις οἵ γε ἄφρονες. διὰ τοῦτο καὶ τοὺς προφήτας ἐκάλουν πρότερον τοὺς βλέποντας (I Reg. 9, 9)· καὶ ὁ ἀσκητὴς ἐσπούδασεν ὦτα ὀφθαλμῶν ἀντιδοὺς ἰδεῖν ἃ πρότερον [*](1 ὠδίνει H2 2 ἀμβλωθρίδια καὶ coni. Mang. ἠλιτόμηνα H2: λιπόμηνα M, λειπόμηνα PH1, λειπόμενα Α δ’ H ἐὰν MA(H1 ?) 3 ἄρδει H1 5 ὅτι P κατὰ] ἐπὶ conicio 6 εἰδώς scripsi: ἰδών codd. 7 κακίσαι τῆς οἰκήσεως Α 8 ὃν codd.: οὖ Mang. ἀνοίγεσθαι Α 9 δ’ M 10 ἐπινηφομἐνων Α σπειρομένων] ἐπομβρουμένων coni. Mang. ἐμφανῶς Α 11 πἀwως Η2 13 σχεδὸν—γυρεσιν corrupta, ἔσχον γάρ ἑρμηνείας ῥεῦσιν Markland ὀξdορκεστάτην Α 14 ἐνάργειαν M: ἐνέργειαν ΑΗ οἷα MAP 15 σαφηνεστάτης A 16 ὃ H: om. MAP 17 μεταβάλλων Α 20 τὸν] τὸ Α πταδῶπα] spatinm in A 23 φασὶ Α 24 ἀρετῶν Maiig. : ἀγαθῶν codd., ante ἀγαθῶν ras. iu H 26 ἣ] οἱ P 27 altenim τοὺς] ras. 3 litt., om. L)
εἰς γὰρ τὸν ὁρῶντα Ἰσραὴλ μεταχαράττεται τὸ μαθήσεως καὶ διδασκαλίας νόμισμα, οὗπερ ἐπώνυμος ἦν Ἰακώβ, δι’ οὗ καὶ τὸ ὁρᾶν γίνεται φῶς τὸ θεῖον, ἀδιαφοροῦν ἐπιστήμης, ἣ τὸ τῆς ψυχῆς διοίγνυσιν ὄμμα καὶ πρὸς τὰς ὤτων τηλαυγεστέρας καὶ ἀριδηλοτέρας ἄγει καταλήψεις. ὥσπερ γὰρ διὰ μουσικῆς τὰ κατὰ μουσικὴν καὶ διὰ πάσης τέχνης τὰ ἐν ἑκάστῃ καταλαμβάνεται, οὕτω καὶ διὰ σοφίας τὸ σοφὸν θεωρεῖται.
σοφία δὲ οὐ μόνον φωτὸς τρόπον ὄργανον τοῦ ὁρᾶν ἐστιν, ἀλλὰ καὶ αὑτὴν ὁρᾷ. αὕτη θεοῦ τὸ ἀρχέτυπον [ἡλίου] φέγγος, οὗ μίμημα καὶ εἰκὼν ἥλιος. ὁ δὲ δεικνὺς ἕκαστα ὁ μόνος ἐπιστήμων θεός· ἄνθρωποι μὲν γὰρ τῷ δοκεῖν ἐπίστασθαι λέγονται μόνον ἐπιστήμονες· ὁ δὲ θεὸς τῷ εἶναι ἧττον ἢ πέφυκε λέγεται· νικῶνται γὰρ ὑπὸ τῶν τοῦ ὄντος δυνάμεων οἱ περὶ αὐτὸν ἅπαντες ἅπαξ λόγοι.