De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
Ἐξελθὼν οὖν ἐκ τῶν κατὰ τὴν Χαρρὰν τόπων ὁ νοῦς λέγεται „διοδεῦσαι τὴν γῆν ἕως τοῦ τόπου Συχὲμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν“ (Gen. 12, 6). τί δέ ἐστι τὸ διοδεῦσαι, σκεψώμεθα· τὸ φιλομαθὲς ζητητικὸν καὶ περίεργόν ἐστι φύσει, πανταχῇ βαδίζον ἀόκνως καὶ πανταχόσε διακῦπτον καὶ μηδὲν ἀδιερεύνητον τῶν ὄντων μήτε σωμάτων μήτε πραγμάτων ἀπολιπεῖν δικαιοῦν. λίχνον γὰρ ἐκτόπως θεαμάτων καὶ ἀκουσμάτων εἶναι πέφυκεν, ὡς μὴ μόνον τοῖς ἐπιχωρίοις ἀρκεῖσθαι, ἀλλὰ καὶ τῶν ξενικῶν καὶ πορρωτάτω διῳκισμένων ἐφίεσθαι.
λέγουσι γοῦν, ὡς ἔστιν ἄτοπον ἐμπόρους μὲν καὶ καπήλους γλίσχρων ἕνεκα κερδῶν διαβαίνειν τὰ πελάγη καὶ τὴν οἰκουμένην ἐν κύκλῳ περιιέναι ἅπασαν, μὴ θέρος, μὴ χειμῶνα, μὴ πνεύματα βίαια, μὴ ἐναντία, μὴ νεότητα, μὴ γῆρας, μὴ νόσον σώματος, μὴ φίλων συνήθειαν, μὴ τὰς ἐπὶ γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἄλλοις οἰκείοις ἀλέκτους ἡδονάς, μὴ πατρίδος καὶ πολιτικῶν φιλανθρωπιῶν ἀπόλαυσιν, μὴ χρημάτων καὶ κτημάτων καὶ τῆς ἄλλης περιουσίας ἀσφαλῆ χρῆσιν, μὴ τῶν ἄλλων ὁτιοῦν συνόλως μέγα ἢ μικρὸν ἐμποδὼν τιθεμένους,
τοῦ δὲ καλλίστου καὶ περιμαχήτου καὶ μόνῳ τῷ γένει τῶν ἀνθρώπων οἰκειοτάτου χάριν, σοφίας, μὴ οὐχὶ θάλατταν μὲν ἅπασαν περαιοῦσθαι, πάντα δὲ γῆς [*](2 συντρεφόμενος Μang.: συστρεφόμενος codd. 5 εὐερκέστατον Turn.: εὐεργέστατον MHP, εὐεργετικώτατον Α 7 ἐπειδὴ A: ἐπειδὰν MHP 9 τόπων] ὀπῶν Mang. 11 δέ MA: γάρ HP τὸ om. Α 12 βαδίζων Α 13 ὄντων μὴ δὲ MA 16 καὶ τῶν πορρωτάτω L λέγουσι] λόγισαι Mang. 17 γοῦν MA: γὰρ HP μέν om. HP 19. 20 μὴ νεότητα om. HP 22 πατρίδων Α πολιτειῶν Α φιλοτησιῶν Η2 23 κτημάτων καὶ om. Η 25. 26 καὶ μένῳ—ἄπασαν om. H 26 μὲν] μὴ P 25. 26 καὶ μόνῳ—ἅπασαν om. Η1, ἕνεκα λόγου μὴ περαιοῦσθαι πάντα μὲν πελάγη H2) [*](16 sqq. cf. commentationem meam „PhiIo und die kynisch - stoische Diatribe p 44. 45.)
διόδευσον μέντοι, ψυχή, καὶ τὸν ἄνθρωπον, εἰ θέλεις, ἕκαστον τῶν περὶ αὐτὸν ἀγαγοῦσα εἰς ἐπίκρισιν, οἷον εὐθέως τί τὸ σῶμα καὶ τί ποιοῦν ἢ πάσχον διανοίᾳ συνεργεῖ, τί ἡ αἴσθησις καὶ τίνα τρόπον τὸν ἡγεμόνα νοῦν ὠφελεῖ, τί λόγος καὶ τίνων γινόμενος ἑρμηνεὺς πρὸς καλοκἀγαθίαν συμβάλλεται, τί ἡδονὴ καὶ τί ἐπιθυμία, τί λύπη καὶ φόβος καὶ τίς ἡ πρὸς ταῦτα ἰατρική, δι’ ἧς ἢ ληφθείς τις εὐμαρῶς διεκδύσεται ἢ οὐχ ἁλώσεται πρὸς αὐτῶν τὸ παράπαν, τί τὸ ἀφραίνειν, τί τὸ ἀκολασταίνειν, τί τὸ ἀδικεῖν, τίς ἡ τῶν ἄλλων πληθὺς νοσημάτων, ὅσα ἡ φθοροποιὸς ἀποτίκτειν πέφυκε κακία, καὶ τίς ἡ τούτων ἀποστροφή, καὶ κατὰ τὰ ἐναντία τί τὸ δίκαιον ἢ τὸ φρόνιμον ἢ τὸ σῶφρον, τὸ ἀνδρεῖον, τὸ εὔβουλον, ἀρετὴ συνόλως ἅπασα καὶ εὐπάθεια, καὶ ὃν τρόπον ἕκαστον αὐτῶν εἴωθε περιγίνεσθαι.
διόδευσον μέντοι καὶ τὸν μέγιστον καὶ τελεώτατον ἄνθρωπον, τόνδε τὸν κόσμον, καὶ διάσκεψαι τὰ μέρη, ὡς τόποις μὲν διέζευκται, δυνάμεσι δὲ ἥνωται, καὶ τίς ὁ ἀόρατος οὗτος τῆς ἁρμονίας καὶ ἑνώσεως πᾶσι δεσμός. ἐὰν μέντοι σκοπούμενος μὴ ῥᾳδίως καταλαμβάνῃς ἃ ζητεῖς, ἐπίμενε μὴ κάμνων· οὐ γὰρ τῇ ἐκεχειρίᾳ ληπτὰ ταῦτ’ ἐστίν, ἀλλὰ μόλις πολλοῖς καὶ μεγάλοις πόνοις ἀνευρισκόμενα.