De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

μεθαρμοσάμενος καὶ μετασκευασάμενος, ὅσα τῷ δοκεῖν, ἀκολούθησον τὸ πρῶτον οἷς ἂν ἐθέλῃ καὶ πρὸς μηδὲν ἐναντιωθεὶς ὁμολόγησον τὰ αὐτὰ φιλεῖν τε καὶ μισεῖν· οὕτω γὰρ ἐξευμενισθήσεται. πραϋνθέντος δὲ ἀποθήσῃ τὴν ὑπόκρισιν, καὶ μηδὲν ἔτι προσδοκῶν ἐξ ἐκείνου κακὸν πείσεσθαι μετὰ ῥᾳστώνης ἐπανελεύσῃ πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν.

εἰσάγεται γὰρ διὰ τοῦτο Χαρρὰν θρεμμάτων μὲν ἀνάπλεως, οἰκήτορσι δὲ κεχρημένη κτηνοτρόφοις· τί γὰρ ἂν εἴη χωρίον ἀλόγῳ φύσει καὶ τοῖς τὴν ἐπιμέλειαν καὶ προστασίαν αὐτῆς ἀνειληφόσιν ἐπιτηδειότερον τῶν ἐν ἡμῖν αἰσθήσεων;

πυθομένου γοῦν τοῦ ἀσκητοῦ „πόθεν ἐστέ“ ἀποκρίνονται τἀληθὲς οἱ ποιμένες ὅτι „ἐκ Χαρράν“ (Gen. 29, 4)· ἐκ γὰρ αἰσθήσεως αἱ ἄλογοι ὡς ἐκ διανοίας αἱ λογικαὶ δυνάμεις εἰσί. προσπυθομένου δέ, εἰ γινώσκουσι Λάβαν, φασὶν εἰκότως εἰδέναι (Gen. 29, 5)· γνωρίζει γὰρ τὸ χρῶμα καὶ πᾶσαν ποιότητα αἴσθησις, ὡς οἴεται, χρωμάτων δὲ καὶ ποιοτήτων ὁ Λάβαν σύμβολον.

καὶ αὐτὸς δὲ ἐπειδὰν ἤδη τελειωθῇ, τὸν μὲν τῶν αἰσθήσεων οἶκον ἀπολείψει, τὸν δὲ τῆς ψυχῆς ὡς ψυχῆς ἱδρύεται, ὃν ἔτι ὢν ἐν τοῖς πόνοις καὶ ταῖς ἀσκήσεσιν ἀναζωγραφεῖ· λέγει γάρ· „πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;“ [*](2 ἑαυτῶν Α τράπηται] δραπετεύῃ coni. Mang. 4 τοῦ κρείττονος AP2 6 κἀξηγριωμένον P ἠγριωμένον L 7 ὃ] ὃν MP1 8 ἀτίθασσος v ζωπυρεῖ coni. Mang. αὐτῶ Α 9 δήξηται Α καταψήχων M 10 τιθασσὸν v 11 βλάψαι scripsi: βλάψοι codd. τιθασσείας v 12 τὸ δοκεῖν Α 12. 13 τῶ πρώτω Α 13 ἐθέλοι Α ἐναντιωθῆς Η 18 χωρίον om. A 19 ἐστὶν 11- 22 γιγνώσκουσι M 24 τὸ] πᾶν conicio ποιότητος H, ποιό ττ P αἴσθησιν HP1 25 οἴονται coni. Mang. ποιο ττ, H, ποιό ττ P, ποιότητος Turn. 26 ἀπολήψει Α 27 ἱδρύσεται Mang. ὃν om. Α 28 ἀσκήσεσιν Mang. : αἰσθήσεσιν codd. ἀναζωγραφοῖ HP)

v.2.p.311
(Gen. 30, 30). πότε τῶν αἰσθητῶν καὶ αἰσθήσεων ὑπεριδὼν νοῦν καὶ διάνοιαν οἰκήσω, λόγῳ θεωρητοῖς πράγμασι συντρεφόμενος καὶ συνδιαιτώμενος, καθάπερ αἱ ζητητικαὶ τῶν ἀφανῶν ψυχαί — μαίας αὐτὰς ἔθος ὀνομάζειν — ;

καὶ γὰρ αὗται ποιοῦσι σκεπάσματα οἰκεῖα καὶ φυλακτήρια φιλαρέτοις ψυχαῖς· τὸ δὲ εὐερκέστατον οἰκοδόμημα ἦν ὁ θεοῦ φόβος τοῖς φρουρὰν καὶ τεῖχος αὐτὸν ἀκαθαίρετον πεποιημένοις. „ἐπειδὴ“ γάρ φησιν „ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας“ (Exod. 1,21).