De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
λέγουσι γοῦν τὰ ἐναρμόνια ἑαυταῖς αἱ παρθένοι· „ὁ πατὴρ ἡμῶν ἀπέθανεν“ — ἀλλ’ ὁ θάνατος ἀναμνήσεώς ἐστι λήθη — „καὶ ἀπέθανεν οὐ δι’ ἁμαρτίαν ἑαυτοῦ“ — παγκάλως· οὐ γὰρ ἑκούσιον ἡ λήθη πάθος, ἀλλ’ ἕν τι τῶν οὐ παρ’ ἡμῖν, ἐπιγινόμενον ἔξωθεν —, „υἱοὶ δὲ οὐκ ἐγένοντο αὐτῷ" (Num. 27,3), ἀλλὰ θυγατέρες, ἐπειδὴ τὸ μὲν μνημονικὸν ἅτε φύσει διανιστάμενον ἀρρενογονεῖ, τὸ δὲ ἐπιλανθανόμενον ὕπνῳ λογισμοῦ χρώμενον θηλυτοκεῖ· ἄλογον γάρ, ἀλόγου δὲ μέρους ψυχῆς αἰσθήσεις θυγατέρες.
εἰ δέ τις τὸν μὲν τάχει παρέδραμε, Μωυσῇ δὲ ἠκουλούθησε, μήπω δυνηθεὶς ἰσόδρομος αὐτῷ γενέσθαι κεκραμένῳ καὶ μιγάδι ἀριθμῷ χρήσεται, τῷ πέμπτῳ καὶ ἑβδομηκοστῷ, ὅς ἐστι σύμβολον αἰσθητῆς καὶ νοητῆς φύσεως, συγκεκραμένων ἀμφοῖν εἰς εἴδους ἑνὸς ἀνεπιλήπτου γένεσιν.
ἄγαμαι σφόδρα καὶ τὴν ὑπομονὴν Ῥεβέκκαν, ἐπειδὰν τῷ τελείῳ τὴν ψυχὴν καὶ τὰς τῶν παθῶν καὶ κακιῶν τραχύτητας καθῃρηκότι παραινῇ τότε εἰς Χαρρὰν ἀποδρᾶναι· λέγει γάρ· "νῦν οὖν, τέκνον, ἄκουσον τῆς φωνῆς μου καὶ ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρρὰν καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ“ (Gen. 27, 43 — 45).
παγκάλως δὲ τὴν ἐπὶ τὰς αἰσθήσεις ὁδὸν δρασμὸν εἴρηκεν· [*](2 υἱὸς Ἰωσήφ ἐστι MP: υἱός ἐστιν Ἰωσήφ Α, Ἰωσὴφ υἱός ἐστι H 4 ἀναμνήσει Mang.: αἰσθήσει ΜΗ2, APH1 5. 6 μνήμης—προσαγορεύεται om. L 7 ἐναρμόζοντα coni. Mang. 8 ἀλλ’ ὁ] ἀληθῶς· ὁ γὰρ conicio 10 λήθη 2 λύπη ceteri ceteri Μ 11 ante υἱοὶ add. ὡς HP 12 μνημονευτικὸν διενιστάμενον HP, διασυνιστάμενον coni. Cohn 13 ἐπιλανθανομένου M ὕπνου λογισμῶ A 14 μέρος Η1 15 Μωυσῆ MA (η ι in ras. Α): Μωσεῖ 17 αἰσθητικῆς HP συγκεκραμένων Mang. : συναραμένων MHP, συνοραμένων Α 18 post ἑνὸς add. οὐκ Mang. 20 κακῶν HP1 παραινεῖ Α τότε] τὴν conicio 22 ἀναστὰς MA: ἀποστὰς HP μου] σου Α, sed σ in ras. 23 ἕως ὅτου ἀποστρέψω Α, ω ex ἡ vid. corr. 24 πεποίηκεν P1 25 δὲ AH1: τέ MPH1 εἴληφεν HP) [*](16 cf. ad p. 307, 11.)
θαυμασιωτάτη καὶ περιμάχητος· ἐάν ποτε, φησίν, ὁρᾷς ἀνηρεθισμένον καὶ ἐξηγριωμένον τὸ θυμοῦ καὶ ὀργῆς πάθος ἐν σαυτῷ ἤ τινι ἑτέρῳ, ὃ ἡ ἄλογος καὶ ἀτίθασος ζῳοτροφεῖ φύσις, μὴ μᾶλλον αὐτὸ ἀκονήσας ἐκθηριώσῃς — δήξεται γὰρ ἴσως ἀνίατα —, καταψύχων δὲ τὸ ζέον αὐτοῦ καὶ πεπυρωμένον ἄγαν ἡμέρωσον· τιθασὸν γὰρ καὶ χειρόηθες εἰ γένοιτο, ἥκιστα ἂν βλάψαι. τίς οὖν ὁ τρόπος τῆς τιθασείας καὶ ἡμερώσεως αὐτοῦ;