De Migratione Abrahami
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
„Καὶ εἶπε κύριος τῷ Ἀβραάμ· ἄπελθε ἐκ τῆς γῆς σου καὶ [*](p.436 M.) ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν, ἥν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητός. καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 1 — 3).
βουληθεὶς ὁ θεὸς τὴν ἀνθρώπου ψυχὴν καθῆραι πρῶτον αὐτῇ δίδωσιν ἀφορμὴν εἰς σωτηρίαν παντελῆ τὴν ἐκ τριῶν χωρίων μετανάστασιν, σώματος, αἰσθήσεως, λόγου τοῦ κατὰ προφοράν· τὴν μὲν γὰρ γῆν σώματος, τὴν δὲ συγγένειαν [*](φίλωνος περὶ ἀποικίας MA: τοῦ αὐτοῦ περὶ ἀποικίας P, περὶ ἀποικίας H1H2 (usque ad p. 271,3 Η2 significat exordiuin huiiis libri iteruin fol. 375 traditum : v. Prolegomena) 1 ἁβραάμ AH1H2P ἄπελθε] πορεύου MA 5 σε] σου Η2 7 καθῆραι M, ex corr. Η1, H2P: καθαρᾶι Α 8 τῶν τριῶν Η2 post αἰσθήσεως postea add. καὶ H1) [*](9 sqq. Ambrosius De Abraham lib. 111,2: ideoque dicitur ei: exi de terra tua, id est de corpore tuo .... et de coguatione, inquit, tua. cognati sunt animae nostrae corporis sensus. dividitur euim in duo anima nostra, in id quod est rationabile et in id quod est irrationabile. in eo autem quod est irrationabile sensus sunt: ergo cognati sunt partis rationabilis, hoc est mentis. et de domo tua, inquit, exi. domus mentis prolativum est verbum. sicut enim pater familias habitat in domo sua et in potestate habet quemadmoduin regat domum suam, ita etiam mens in sermonibus nostris habitat et gubernat verba nostra, et vis eius ac disciplina in sermone elucet. ut bonus pater famiiias a primo vestibu10 domus aestimatur, ita etiam de sermonibus nostris mens nostra perpenditur. deuique etiam modulis vocis pulsat et revocat. lib. I 2,4: consideremus, ne forte hoc sit „exire de terra sua“ de huius terrae, hoc est de 10rporis nostri quadam commoratione egredi . . . . et de illecebris et delectationibus corporalibus, quas velut cognatas animae nostrae dixit. . . .)
διὰ τί; ὅτι τὸ μὲν σῶμα καὶ ἐκ γῆς ἔλαβε τὴν σύστασιν καὶ ἀναλύεται πάλιν εἰς γῆν — μάρτυς δὲ Μωυσῆς, ὅταν φῇ· „γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ“ (Gen. 3,19)· καὶ γὰρ παγῆναί φησιν αὐτὸ χοῦν εἰς ἀνθρωπείαν μορφὴν τοῦ θεοῦ διαπλάσαντος, ἀνάγκη δὲ τὸ λυόμενον εἰς τὰ δεθέντα λύεσθαι—, αἴσθησις δὲ συγγενὲς καὶ ἀδελφόν ἐστι διανοίας, ἄλογον λογικῆς, ἐπειδὴ μιᾶς ἄμφω μέρη ψυχῆς ταῦτα, πατρὸς δὲ οἶκος ὁ λόγος, ὅτι πατὴρ μὲν ἡμῶν ὁ νοῦς σπείρων εἰς ἕκαστον τῶν μερῶν τὰς ἀφ’ ἑαυτοῦ δυνάμεις καὶ διανέμων εἰς αὐτὰ τὰς ἐνεργείας ἐπιμέλειάν τε καὶ ἐπιτροπὴν ἀνημμένος ἁπάντων, οἶκος δέ, ἐν ᾧ διαιτᾶται, τῆς ἄλλης ὑπεξῃρημένος οἰκίας ὁ λόγος· καθάπερ γὰρ ἀνδρὸς ἑστία, καὶ νοῦ λόγος ἐνδιαίτημα.
ἑαυτὸν γοῦν καὶ ὅσα ἂν ἐνθυμήματα τέκῃ, ὥσπερ ἐν οἴκῳ τῷ λόγῳ διαθεὶς καὶ διακοσμήσας ἐπιδείκνυται. μὴ θαυμάσῃς δέ, εἰ νοῦ τὸν λόγον ἐν ἀνθρώπῳ κέκληκεν οἶκον· καὶ γὰρ τὸν τῶν ὅλων νοῦν, τὸν θεόν, οἶκον ἔχειν φησὶ τὸν ἑαυτοῦ λόγον.
οὗ τὴν φαντασίαν ὁ ἀσκητὴς λαβὼν ἄντικρυς ὁμολογεῖ ὅτι „οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ“ (Gen. 28, 17), ἴσον τῷ ὁ τοῦ θεοῦ οἶκος οὐκ ἔστι τοῦτο τῶν εἰς δεῖξιν ἐρχομένων ἢ συνόλως πιπτόντων ὑπ’ αἴσθησιν, οὐκ ἔστιν, ἀλλ’ ἀόρατος, ἀειδής, ψυχῇ μόνον ὡς ψυχῇ καταλαμβανόμενος.
τίς ἂν οὖν εἴη πλὴν ὁ λόγος ὁ πρεσβύτερος τῶν γένεσιν εἰληφότων, οὗ καθάπερ οἴακος ἐνειλημμένος ὁ τῶν ὅλων κυβερνήτης πηδαλιουχεῖ τὰ σύμπαντα, καὶ ὅτε ἐκοσμοπλάστει χρησάμενος ὀργάνῳ τούτῳ πρὸς τὴν ἀνυπαίτιον τῶν ἀποτελουμένων σύστασιν;
ὡς μὲν τοίνυν γῆν μὲν τὸ σῶμα, συγγένειαν δὲ τὴν αἴσθησιν, οἶκον δὲ πατρὸς τὸν λόγον αἰνίττεται, δεδηλώκαμεν. τὸ δὲ „ἄπελθε ἐκ τούτων“ οὐκ ἔσθ’ ὅμοιον τῷ διαζεύχθητι κατὰ τὴν [*](1 λόγον H2 σύμβολον εἶναι συμβέβηκεν Η1 2 prius καὶ om. H2 3 Μωσῆς codd. φῇ] φησι H1H2 4 φησι τὸν ex corr. Η1 6 αἴσθησιν H2 συuενὴς P αλλογος conicio, λογικοῦ coni. Cohn, 7 ἐπειδὰν μιᾶς MH2, ἐπιδημίας A 8 ἀφ’ MA: om. H1H2P 10 εἰκὸς P αuλης scripsi: ὅλης codd. 12 ἄν ex corr. H’: ἐὰν MH-P, om. Α τέκει Α 13 διακοσμήσεως Η2 14 ἐν] εἰ H2 15 φησὶ] φασὶ coni. Maug. 16. 17 ἀλλ’ — τοῦτο om. H2 17 τούτων conicio, τι τούτων coni. Mang. 19 ἀιδής, ψυχή 2 alterum ψύχῃ] ψυχὴ MH1P οὑν ἄν M 22 ἐκοσμοπλάστη H2 23 post. σῶμα add. καλεῖ v 24 αἰνίττεται Η2: om. ceteri 25 οὐκ ἔσθ’ Turn.: οὐκέθ᾿ codd. 25 sqq. ibid. lib. II 1, 3: ergo qui vult perfectam purgationem consequi, disiungat se ab his tribus, a corpore, a sensibus corporalibus, a voce, in quibus sunt omnes corporis passiones et circumscriptiones sensuum, quibus decipimur et iliudimur. ibid, lib. 12,4: qui iustus est vir, rationabile animae suae ab irrationabili disiungere debet ac segregare.)
βασιλεὺς ὢν ἄρχειν ἀλλὰ μὴ ἄρχεσθαι πεπαίδευσο, πάντα τὸν αἰῶνα γίνωσκε σεαυτόν, ὡς καὶ Μωυσῆς πολλαχοῦ διδάσκει λέγων „πρόσεχε σεαυτῷ“ (Exod. 34,12)· οὕτως γὰρ ὧν τε ὑπακούειν καὶ οἷς ἐπιτάττειν προσῆκεν αἰσθήσῃ.
ἄπελθε οὖν ἐκ τοῦ περὶ σεαυτὸν γεώδους, τὸ παμμίαρον, ὦ οὗτος, ἐκφυγὼν δεσμωτήριον, τὸ σῶμα, καὶ τὰς ὥσπερ εἱρκτοφύλακας ἡδονὰς καὶ ἐπιθυμίας αὐτοῦ παντὶ σθένει καὶ πάσῃ δυνάμει, μηδὲν τῶν εἰς κάκωσιν παρείς, ἀλλὰ πάντα ἀθρόα συλλήβδην ἐπανατεινάμενος.
ἄπελθε κἀκ τῆς συγγενοῦς αἰσθήσεως· νυνὶ μὲν γὰρ κέχρηκας ἑκάστῃ σεαυτὸν καὶ γέγονας ἀλλότριον τῶν δεδανεισμένων ἀγαθὸν ἀποβεβληκὼς τὸ ἴδιον. οἶδας δέ, κἂν πάντες ἡσυχάζωσιν, ὡς ὀφθαλμοί σε ἄγουσι καὶ ὦτα καὶ ἡ ἄλλη τῆς συγγενείας πληθὺς ἅπασα πρὸς τὰ φίλα ἑαυτοῖς.
ἐὰν δὲ ἐθελήσῃς κομίσασθαι τὰ σαυτοῦ δάνεια καὶ τὴν ἰδίαν κτῆσιν περιβαλέσθαι μηδὲν αὐτῆς διαζεύξας ἢ ἀλλοτριώσας μέρος, εὐδαίμονος μεταποιήσῃ βίου, χρῆσιν καὶ ἀπόλαυσιν οὐκ ὀθνείων ἀλλ’ οἰκείων ἀγαθῶν εἰς ἀεὶ καρπούμενος.
ἀλλὰ μετανάστηθι κἀκ τοῦ κατὰ προφορὰν λόγου, ὃν πατρὸς οἶκον ὠνόμασεν, ἵνα μὴ ῥημάτων καὶ ὀνομάτων ἀπατηθεὶς κάλλεσι τοῦ πρὸς ἀλήθειαν κάλλους, ὅπερ ἐστὶν ἐν τοῖς δηλουμένοις πράγμασι, διαζευχθῇς. ἄτοπον γὰρ ἢ σκιὰν σωμάτων ἢ μίμημα ἀρχετύπων φέρεσθαι πλέον· σκιᾷ μὲν δὴ καὶ μιμήματι ἔοικεν ἑρμηνεία, σώμασι δὲ καὶ ἀρχετύποις αἱ τῶν διερμηνευομένων φύσεις πραγμάτων, [*](1 ἂν ἢν coni. Cohn 2 ἀλλοτριώθητι] ἡ ex corr. H1, ἀλλοτριωθἐντι H2 3 ἡγεμόνι Η2 4 λλλὰ om. H2 σαυτὸν H2 5 Μωυσῆν coni. Mang. 6 οἶς H2: om. ceteri 7 αἰσθήσει Α παμμίαρον ex corr. H1, mg. P, παμμίοις text. P 8 τὸ om. H2 εἱρκτοφύλακας MH1P 9 μηδὲ H2 10 παριεὶς H2 11 ἄπελθε καὶ om. Α 12 ἀλλότριος H2 ἀγαθῶν AP2 13 κἄν] καὶ Α πάντα L ἡσυχάζουσιν Α 15 ἐάν] εἰ H2 ἐθελήσῃς MA: θελήσης P, ἐθέλεις P, θέλῃς H2 ἑαυτοῦ H1 κτίσιν P 16 αὐτῶν L διαζεύξῃς ἢ ἀλλοτριώσῃς H2 17 dXXd M 19 ὠνόμασεν MA: ὠνόμασαν Η2, ἐκάλεσεν H1P 22 μιμήματα H2) [*](8.sqq. 19qq. ibid. lib. II 1,3: neque in sensibus (sc. est bonum), qui saepe luduntur, neque in sono vocis, quae falsis plerumque animam demulcet cantibus, est perfcctum bonura. 22 sqq. ibid. II 1,3. unde in alteram terram vocatur plenam beatitudine, ubi non falsa pro veris sicut in hac vita, sed vivam rerum cernat substantiam, eo quod excussa corporis et sensuum et vocis nebu10sa quadam imagine corruptibilera caliginem dcponat. . . .)
ἐπειδὰν γοῦν ὁ νοῦς ἄρξηται γνωρίζειν ἑαυτὸν καὶ τοῖς νοητοῖς ἐνομιλεῖν θεωρήμασιν, ἅπαν τὸ κλινόμενον τῆς ψυχῆς πρὸς τὸ αἰσθητὸν εἶδος ἀπώσεται, ὃ κέκληται παρ’ Ἑβραίοις Λώτ. οὗ χάριν ὁ σοφὸς εἰσάγεται λέγων ἄντικρυς· „διαχωρίσθητι ἀπ’ ἐμοῦ“ (Gen. 13, 9)· συνοικεῖν γὰρ ἀμήχανον τὸν ἀσωμάτων καὶ ἀφθάρτων ἔρωτι κατεσχημένον τῷ πρὸς τὰ αἰσθητὰ καὶ θνητὰ ῥέποντι.
παγκάλως οὖν ὁ ἱεροφάντης μίαν τῆς νομοθεσίας ὅλην ἱερὰν βίβλον Ἐξαγωγὴν ἀνέγραψεν οἰκεῖον ὄνομα εὑράμενος τοῖς περιεχομένοις χρησμοῖς· ἅτε γὰρ παιδευτικὸς ὢν καὶ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν ἑτοιμότατος τῶν οἵων τε νουθετεῖσθαι καὶ σωφρονίζεσθαι πάντα τῆς ψυχῆς τὸν λεὼν ἀπὸ τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, καὶ τῶν οἰκητόρων αὐτῆς ἐξελεῖν διανοεῖται, χαλεπώτατον καὶ βαρύτατον ἄχθος ἡγούμενος ὁρατικὴν διάνοιαν πρὸς σαρκὸς ἡδονῶν πιεσθῆναι καὶ ἐπιτάγμασιν ὑπηρετεῖν, ἅττ’ ἂν αἱ ἀνηλεεῖς προστάττωσιν ἐπιθυμίαι.
τούτους μὲν οὖν στενάξαντας καὶ πολλὰ ἐκδακρύσαντας τὴν σωματικὴν εὐθηνίαν καὶ τὰς τῶν ἐκτὸς ἀφθόνους περιουσίας — λέγεται γὰρ ὅτι „ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων“ (Exod. 2, 23) — ὑφηγησαμένου τοῦ ἵλεω θεοῦ τὰ περὶ τὴν ἔξοδον ὁ προφήτης αὐτοῦ ῥύεται.
εἰσὶ δ’ οἳ μέχρι τῆς τελευτῆς τὰς πρὸς σῶμα σπονδὰς ἔθεντο καὶ ὥσπερ λάρνακι ἢ σορῷ ἢ ὅπως ὀνομάζειν ἑτέρως φίλον τῷδε ἐνετάφησαν. ὧν τὰ μὲν ὅσα φιλοσώματα καὶ φιλοπαθῆ μέρη λήθῃ παραδοθέντα κατορύττεται· εἰ δέ πού τι φιλάρετον παρανέβλαστε, μνήμαις ἀνασῴζεται, δι’ ὧν τὰ καλὰ ζωπυρεῖσθαι πέφυκε.
τὰ γοῦν ὀστᾶ Ἰωσήφ, λέγω δὴ τὰ μόνα ὑπολειφθέντα τῆς τοσαύτης ψυχῆς ἀδιάφθορα καὶ ἀξιομνημόνευτα εἴδη, περιποιεῖται ὁ ἱερὸς λόγος (Gen. 50, 25), ἄτοπον ἡγούμενος καθαρὰ μὴ καθαροῖς συνεζεῦχθαι.
τὰ δ’ ἀξιομνημόνευτα ταῦτα ἦν· τὸ πιστεῦσαι [*](3 post ἑαυτὸν des. Η2, sequitur De ebr. § 49 ἀποκλινόμενον coni. Mang. 6 τὸν HP: τῶν MA 7 κατισχημένον τὰ πρός Α τά ora. Α καὶ θνητά om. L ῥἐοντιΗP1 11 τῶν P: τὸν ΗM, τὸ Α οἴων scripsi : οἶον codd. τὸν om. H2 14 πρὸς] πρὸ Α πεισθῆναι Α 15 ἄτ’ HP 16 δακρύσαντας HP εὐσθένειαν coni. Mang. 17 νυκτὸς P γἀρ Η2: om. MAH1P οἱ om. H1P 19 αὐτοῦ scripsi: αὐτοὺς codd. 24 γοῦν] μὲν οὖν P 25 τοιαάτης H2 ἡδῆ Α 25 καθαρά] καὶ καθρὰ Α 27 ἡν] ὰν Α) [*](6. 7 ibid. : baec enim corruptibilia; quod autem vere bonum, hoc incorruptibile.)
τίνα οὖν τὰ ἄφθαρτα; ἡ πρὸς ἡδονὴν ἀλλοτρίωσις τὴν λέγουσαν· συνευνασθῶμεν (Gen. 39, 7) καὶ τῶν ἀνθρωπείων ἀπολαύσωμεν ἀγαθῶν, ἡ μετὰ καρτερίας ἀγχίνοια, δι’ ἧς τὰ τῶν κενῶν δοξῶν νομιζόμενα ἀγαθὰ ὡς ἂν ἐνύπνια ὄντα * * * διακρίνει καὶ διαστέλλει, ὁμολογῶν τὰς μὲν ἀληθεῖς καὶ σαφεῖς τῶν πραγμάτων συγκρίσεις εἶναι κατὰ θεόν (Gen. 40, 8), τὰς δὲ ἀδήλους καὶ ἀσαφεῖς φαντασίας κατὰ τὸν πλάνητα καὶ τύφου μεστὸν μήπω κεκαθαρμένων ἀνθρώπων βίον ταῖς διὰ σιτοπόνων καὶ μαγείρων καὶ οἰνοχόων τέρψεσι χαίροντα, τὸ μὴ ὑπήκοον,
ἀλλ’ ἄρχοντα Αἰγύπτου πάσης, τῆς σωματικῆς χώρας, ἀναγραφῆναι (Gen. 41, 41), τὸ αὐχεῖν ἐπὶ τῷ γένος εἶναι Ἑβραίων (Gen. 40, 15), οἷς ἔθος ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ μετανίστασθαι — περάτης γὰρ ὁ Ἑβραῖος ἑρμηνεύεται —, τὸ σεμνύνεσθαι ὅτι „ὧδε οὐκ ἐποίησεν οὐδέν“ (ibid.) — τὸ γὰρ μηδὲν τῶν ἐνταῦθα σπουδαζομένων παρὰ τοῖς φαύλοις ἐργάσασθαι, διαμισῆσαι δὲ καὶ ἀποστραφῆναι πάντα οὐ μετρίως ἐπαινετόν —,