De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὅταν δὲ τὸν θεὸν ὁρᾶν ἱκανὸς εἶναι δόξας Ἰσραὴλ μετονομασθῇ, μόνῳ χρήσεται τῷ ἑβδομηκοστῷ λόγῳ, τὴν πεντάδα τῶν αἰσθήσεων ἐκτεμών· λέγεται γὰρ ὅτι „ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον“ (Deut. 10,22). [*](1 οὐδ’ del. Mang. 2 αὐτὸν Mang. : αὐτὸν Η2, αὐτὸς ceteri 4 οὑν] αὖ Α 5 αὐτὸν Η2 λαμβάνειν Α 6 ante τοῖς add. ὁ Η2 7 ἐνδιατρίβων Mang. : διατρίβων codd. τῆς βασιλείας τῶν HP 9 ἡνίκα Α: om. ceteri 11 ἀπολιπεῖν Α 12 ἑ καὶ ὁ HP 16 ἔτι γυμναζόμενος Turn. : ἐπιγυμναζόμενος codd. 17 τἄ τέλεια τὰ Η2 19 τοῦ scripsi: τούτου codd. 20 διαφεύγοντος coni. Mang. πρὸ A: πρὸς MHP 21 δ’ ἐκτετμημέναι scripsi: δὲ κεκτημέναι codd. τὸ ἄλογον] τόν λόγον Η2, τὸν νοητὸν λόγον coni. Mang. ἔτι] ἐπὶ Α 22 παλαίοντος κεκονιαμένου Α γὰρ Η2: om. ceteri 24 δόξης Α, sed σ eras. χρῆσαι Α 25. 26 ὁ HP) [*](11 sqq. Ambrosius Dt Ahrahum ΙΙ 2, 6: ideo etiam septuaginta et quinque annorum describitur exisse de Charra, quod septuagesimo perfecto remissionis numero sensus is sit (sensus numerus additus sit conicio), qui possit inflecti.)

v.2.p.308
οὗτός ἐστιν ὁ ἀριθμὸς Μωυσέως τοῦ σοφοῦ γνώριμος· τοὺς γὰρ ἀριστίνδην ἐκ παντὸς τοῦ πλήθους ἐπιλελεγμένους ἑβδομήκοντα εἶναι συμβέβηκε καὶ πρεσβυτέρους ἅπαντας, οὐχ ἡλικίαις ἀλλὰ φρονήσει καὶ βουλαῖς, γνώμαις τε καὶ ἀρχαιοτρόποις ζηλώσεσιν.

οὗτος ὁ ἀριθμὸς ἱερουργεῖταί τε καὶ ἀποδίδοται θεῷ, ὅταν οἱ τέλειοι τῆς ψυχῆς συναχθῶσι καὶ συγκομισθῶσι καρποί· τῇ γὰρ τῶν σκηνῶν ἑορτῇ χωρὶς τῶν ἄλλων θυμάτων ἑβδομήκοντα μόσχους ἀνάγειν θυσίαν ὁλόκαυστον διείρηται (Num. 29, 13 sqq.). κατὰ τὸν ἑβδομηκοστὸν λόγον καὶ αἱ τῶν ἀρχόντων φιάλαι κατασκευάζονται — ἑκάστη γὰρ ἑβδομήκοντα σικλῶν ἐστιν ὁλκῆς (Num. 7,13 sqq.) —, ἐπειδὴ τὰ ἔνσπονδα καὶ συμβατήρια καὶ φίλα τῆς ψυχῆς ὡς ἀληθῶς ὁλκὸν ἔχει δύναμιν, τὸν ἑβδομηκοστὸν καὶ ἅγιον λόγον, ὃν Αἴγυπτος, ἡ μισάρετος καὶ φιλοπαθὴς φύσις, πενθοῦσα εἰσάγεται· ἑβδομήκοντα γὰρ ἡμέραις καταριθμεῖται παρ’ αὐτοῖς τὸ πένθος

(Gen. 50,3). οὗτος μὲν οὖν ὁ ἀριθμός, ὡς ἔφην, Μωυσέως γνώριμος, ὁ δὲ τῶν πέντε αἰσθήσεων τοῦ καὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἀσπαζομένου, ὃν ἔθος καλεῖν Ἰωσήφ. τοσαύτην γὰρ αὐτῶν ἐπιμέλειαν πεποίηται, ὥστε τὸν μὲν ὁμογάστριον ἀδελφόν, τὸν αἰσθήσεως ἔκγονον ὄντα — ἥκιστα γὰρ ὁμοπατρίους οἶδε —, πέντε ἐξάλλοις δωρεῖται στολαῖς (Gen. 45,22), διαπρεπεῖς ἡγούμενος τὰς αἰσθήσεις καὶ κόσμου καὶ τιμῆς ἀξίας.

ὅλῃ δὲ Αἰγύπτῳ καὶ νόμους ἀναγράφει, ὅπως τιμῶσιν αὐτὰς καὶ φόρους καὶ δασμοὺς ὡς βασιλεῦσιν ἀνὰ πᾶν ἔτος κομίζωσι· τὸν γὰρ σῖτον ἀποπεμπτοῦν κελεύει (Gen. 47,24), τὸ δέ ἐστιν ὕλας καὶ τροφὰς ἀφθόνους θησαυροφυλακεῖν ταῖς πέντε αἰσθήσεσιν, ὅπως ἑκάστη τῶν οἰκείων ἀνεπισχέτως ἐμπιπλαμένη τρυφᾷ καὶ τὸν νοῦν τοῖς ἐπεισφορουμένοις βαρύνουσα βαπτίζῃ· ταῖς γὰρ τῶν αἰσθήσεων εὐωχίαις λιμὸν ἄγει διάνοια, ὡς ἔμπαλιν ταῖς νηστείαις εὐφροσύνας.

οὐχ ὁρᾷς ὅτι καὶ [*](1 Μωυσέος AHP 4 οὕτως Α 5. 6 συναναχθῶσι H 6 καὶ συγκομισθῶσι om. HP 7 ο΄ HP 9 ἐστιν om. Α 13 ἡμέρας HP1 14 Μωυσέος HP 15 ἑ MH 17 ἔκγονον Α, in mg. P2: ἐκτός HP1, ἔκγονον ἐκτός M 18 οἶδεν Η ἐξ ἄλλης Α 19 διαπρεπὴς Α, sed ἦς in ras. 21 ἃς βασιλεῦσιν om. HP 22 ἀποπεμποῦν P, ἀπεμπολεῖν Η2 25 βαπτίζει Α λιμῶν Α) [*](3 cf. ad p. 218, 14 20—25 Origenes, Homilia in Genesim XVI 6 p. 105 vide Aegyptium populum quiaario numero tributa pendentem. quinque enim sensus corporei designantur, quibus populus carnalis deservit. 26. 309,1 Origenes, Bomilia XXII, 1 in Numeros p. 354: requiramus ergo etiam apud spiritalem legem, quae sint istae filiae quinque . . . . ideo denique et quinarius eis numerus ascribitur. quinque enim corporei sensus sunt, quibus omne opus expletur in corpore.)

v.2.p.309
πέντε Σαλπαὰδ θυγατέρες, ἃς ἀλληγοροῦντες αἰσθήσεις εἶναί φαμεν, ἐκ τοῦ δήμου Μανασσῆ γεγόνασιν, ὃς υἱὸς Ἰωσήφ ἐστι, χρόνῳ μὲν πρεσβύτερος ὤν, δυνάμει δὲ νεώτερος; εἰκότως· καλεῖται γὰρ ἐκ λήθης, τὸ δὲ ἰσοδυναμοῦν ἐστι πρᾶγμα ἀναμνήσει. ἀνάμνησις δὲ τὰ δευτερεῖα φέρεται μνήμης, ἧς Ἐφραῒμ ἐπώνυμος γέγονεν, ὃς καρποφορία μεταληφθεὶς προσαγορεύεται· καρπὸς δὲ κάλλιστος καὶ τροφιμώτατος ψυχῆς τὸ ἄληστον ἐν μνήμαις.