De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἐπίσκεψιν. οὗ χάριν καὶ ὁ ταχθεὶς τὴν ἀρίστην τάξιν παρὰ θεῷ τρόπος, ὄνομα Σαμουήλ, οὐχ ὑφηγεῖται τὰ τῆς βασιλείας δίκαια [*](1 ἀγεννήτου Α παιδευθήσεθαι M 2 ἡμέτερον v σῶμα om. Α 3 γυμνὰ scripsi: γυμνὸν codd. δύνασθε Α τὸν ὄντα Α 4 οὐκ] ras. in P ὁλικῆς 6 ὀίω Α2 9 γεγένηκε HP οὐδ’ Α 12 τὸν τὰ εὐσεβείας Α 13 παρέστησεν L 17 φιλοπευστήσας coni. Mang. 20 ὅτι codd. τε Turn. : om. codd. 21 ἀφ’ αὑτοῦ Η2: ἀπ’ αὐτοῦ ceteri, ἀφ’ ἑαυτοῦ v 22 post μαθὼν add. δ’ MH1P 24 ὀργάνοις] ἀγγείοις coni. Mang. ἐπιστραφείς Α: ἐπεστρεφώς ΜHP, ἐπιστρέφων v 27 τρόπος] λόγος Α) [*](20 Hom. δ 392.)

v.2.p.307
τῷ Σαοὺλ [[οὐδ’]ὐδ[οὐδ’]] ἔτι [οὐδ’]ιατρίβοντι ἐν τοῖς σκεύεσιν, ἀλλ[οὐδ’] ἐπειδὰν ἐκεῖθεν αὐτὸν ἐξελκύσῃ. πυνθάνεται μὲν γάρ, εἰ ἔτι ἔρχεται ἐνθάδε ὁ ἀνήρ, ἀποκρίνεται δὲ τὸ λόγιον· "ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι“.

τί οὖν προσήκει τὸν ἀκούσαντα, φύσει παιδευτικὸν ὄντα, ποιῆσαι, ὅτι μὴ μετὰ σπουδῆς αὐτὸν ἐξελκύσαι; „ἐπιδραμὼν“ γάρ φησι "λαμβάνει αὐτὸν ἐκεῖθεν“ (I Reg. 10,22. 23), διότι τοῖς ἀγγείοις τῆς ψυχῆς, σώματι καὶ αἰσθήσει, ἐνδιατρίβων οὐκ ἦν ἀξιόχρεως ἀκοῦσαι τῶν τῆς βασιλείας δογμάτων καὶ νόμων — βασιλείαν δὲ σοφίαν εἶναι λέγομεν, ἐπεὶ καὶ τὸν σοφὸν βασιλέα —, μεταναστὰς δέ, ἡνίκα τῆς ἀχλύος σκεδασθείσης ὀξυδορκήσειν ἔμελλεν. εἰκότως οὖν καὶ τὴν αἰσθήσεως χώραν, ὄνομα Χαρράν, ἀπολιπεῖν οἴεται δεῖν ὁ ἐπιστήμης ἑταῖρος.

Ἀπολείπει δὲ ἐτῶν γεγονὼς πέντε καὶ ἑβδομήκοντα· ὁ δὲ ἀριθμὸς οὗτος αἰσθητῆς καὶ νοητῆς, πρεσβυτέρας τε καὶ νεωτέρας, ἔτι δὲ φθαρτῆς καὶ ἀφθάρτου μεθόριος φύσεώς ἐστι.

νοητὸς μὲν γὰρ καὶ πρεσβύτερος καὶ ἄφθαρτος λόγος ὁ τῶν ἑβδομήκοντα, αἰσθητὸς δὲ καὶ νεώτερος ὁ ταῖς πέντε ἰσάριθμος ὢν αἰσθήσεσι. τούτῳ καὶ ὁ ἔτι γυμναζόμενος ἀσκητὴς ἐξετάζεται, μηδέπω δεδυνημένος ἐνέγκασθαι τὰ τέλεια νικητήρια· λέγεται γὰρ ὅτι "ἦσαν αἱ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα“ (Exod. 1,5)·

τοῦ γὰρ ἀθλοῦντος καὶ τὸν ὑπὲρ κτήσεως ἀρετῆς ἱερὸν ὄντως ἀγῶνα μὴ διαφθείροντος ψυχαὶ μὲν πρὸ σωμάτων γεννήματα, οὔπω δ’ ἐκτετμημέναι τὸ ἄλογον, ἀλλ’ ἔτι τὸν αἰσθήσεως ὄχλον ἐφελκόμεναι. παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος·