De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἀθλιώτερος δ’ ὁ νομιζόμενος ἐνδοξότερος εἶναι βασιλεύς, ὃς τῷ προηγουμένῳ τῶν ἁρμάτων ἐποχεῖται· τὸ γὰρ μὴ ἐν καλοῖς διαπρέπειν ἐπιφανέστατον αἶσχος, ὡς τὸ φέρεσθαι τὰ ἐν τούτοις δευτερεῖα κουφότερον κακόν.

τὸ μέντοι γε ἐπαμφοτερίζον αὐτοῦ καταμάθοις ἂν κἀκ τῶν ὅρκων οὓς πεποίηται, τοτὲ μὲν ὀμνὺς „νὴ τὴν ὑγείαν Φαραώ“ (Gen. 42, 16), τοτὲ δ’ ἔμπαλιν οὐ τὴν ὑγείαν Φαραώ (Gen. 42, 15). ἀλλ’ ὁ μὲν περιέχων τὴν ἀπόφασιν ὅρκος τῆς πατρικῆς ἂν εἴη διάταγμα οἰκίας ἀεὶ φονώσης κατὰ τοῦ πάθους καὶ βουλομένης αὐτὸ τεθνάναι, ὁ δ’ ἕτερος Αἰγύπτου, ᾗ φίλον ἐστὶ τοῦτο σῴζεσθαι.

διόπερ καίτοι τοσαύτης πληθύος συνανιούσης ἐπίμικτον ὄχλον οὐκ εἶπεν, ἐπειδὴ τῷ μὲν ἄκρως ὁρατικῷ καὶ φιλαρέτῳ πᾶν ὃ μὴ ἀρετὴ ἢ ἀρετῆς ἔργον ἀναμεμῖχθαι καὶ συγκεχύσθαι δοκεῖ, τῷ δὲ ἔτι χαμαιζήλῳ καθ’

αὑτὰ τὰ γῆς ἆθλα ἀξιέραστα καὶ ἀξιοτίμητα νενόμισται. τὸν μὲν οὖν ὡς κηφῆνα τοὺς μὲν αὐτῶν ὠφελίμους πόνους λυμαίνεσθαι διεγνωκότα καὶ διὰ τοῦτο ἐπακολουθοῦντα διατειχιεῖ, καθάπερ ἔφην, ὁ φρονήσεως ἐραστής, τοὺς δὲ ἕνεκα μιμήσεως παρεπομένους κατὰ τὸν τῶν καλῶν ζῆλον ἀποδέξεται μοίρας αὐτοῖς τὰς ἁρμοττούσας δασάμενος· „τῶν“ γάρ φησι „συμπορευθέντων ἀνδρῶν μετ’ ἐμοῦ Ἐσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα“ (Gen. 14, 24)· λέγει δὲ τοὺς εὐφυεῖς τρόπους καὶ φιλοθεάμονας.

ὁ μὲν γὰρ Ἐσχὼλ εὐφυΐας σύμβολον πυρὸς ἔχων ὄνομα, ἐπειδὴ καὶ τὸ εὐφυὲς εὔτολμον καὶ ἔνθερμον καὶ ἐχόμενον ὧν ἂν προσάψηται, ὁ δὲ Αὐνὰν τοῦ φιλοθεάμονος· ὀφθαλμοὶ γὰρ ἑρμηνεύεται τῷ καὶ τὰ ψυχῆς ὑπ’ εὐθυμίας ὄμματα διοίγνυσθαι. τούτων δ’ ἀμφοτέρων ἐστὶν ὁ θεωρητικὸς βίος κλῆρος, προσαγορευόμενος Μαμβρῆ, ὃ μεταληφθὲν ἀπὸ ὁράσεως καλεῖται· τῷ δὲ θεωρητικῷ τὸ ὁρᾶν συνῳδόν τε καὶ οἰκειότατον.