De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἀλλὰ γὰρ καὶ τοῖς χορευταῖς ἀρετῆς σφαδᾴζειν καὶ δακρύειν ἔθος, ἢ τὰς τῶν ἀφρόνων ὀδυρομένοις συμφορὰς διὰ τὸ φύσει κοινωνικὸν καὶ φιλάνθρωπον ἢ διὰ περιχάρειαν. γίνεται δὲ αὕτη, ὅταν ἀθρόα ἀγαθὰ μηδὲ προσδοκηθέντα ποτὲ αἰφνίδιον ὀμβρήσαντα πλημμυρῇ· ἀφ’ οὗ καὶ τὸ ποιητικὸν εἰρῆσθαί μοι δοκεῖ „δακρυόεν γελάσασα“·

προσπεσοῦσα γὰρ ἐκ τοῦ ἀνελπίστου ἡ εὐπαθειῶν ἀρίστη χαρὰ ψυχῇ μείζονα αὐτὴν ἢ πρότερον ἦν ἐποίησεν, ὡς διὰ τὸν ὄγκον μηκέτι χωρεῖν τὸ σῶμα, θλιβόμενον δὲ καὶ πιεζόμενον ἀποστάζειν λιβάδας, ἃς καλεῖν ἔθος δάκρυα, περὶ ὧν ἐν ὕμνοις εἴρηται· „ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων“ (Psalm. 79, 6) καὶ „ἐγένετο τὰ δάκρυά μοι ἄρτος ἡμέρας καὶ νυκτός“ (Psalm. 41, 4). τροφὴ γάρ ἐστι διανοίας τὰ τοῦ ἐνδιαθέτου καὶ σπουδαίου γέλωτος ἐμφανῆ δάκρυα, ἐπειδὰν ὁ θεῖος ἐντακεὶς ἵμερος τὸν τοῦ γενητοῦ θρῆνον ἆσμα εἰς τὸν ἀγένητον ὕμνου ποιήσῃ.

ἔνιοι μὲν οὖν τὸν μιγάδα καὶ δασὺν τοῦτον ἀπορρίπτουσι καὶ διατειχίζουσιν ἀφ’ ἑαυτῶν τῷ θεοφιλεῖ μόνῳ γένει χαίροντες· ἔνιοι δὲ καὶ πρὸς αὐτὸν ἑταιρίαν τίθενται, μεσιτεύειν τὸν ἑαυτῶν βίον ἀξιοῦντες καὶ μεθόριον ἀνθρωπίνων τε καὶ θείων ἀρετῶν τιθέντες, ἵν’ ἑκατέρων ἐφάπτωνται, καὶ τῶν ἀληθείᾳ καὶ τῶν δοκήσει.

τούτου τοῦ δόγματος ὁ πολιτευόμενός ἐστι τρόπος, ὃν Ἰωσὴφ ὀνομάζειν ἔθος, ᾧ συναπέρχονται μέλλοντι τὸν πατέρα κηδεύειν „πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς Αἰγύπτου καὶ πᾶσα ἡ πανοικία αὐτοῦ Ἰωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ“ (Gen. 50, 7. 8).

ὁρᾷς ὅτι μέσος τῆς Φαραὼ καὶ τῆς πατρικῆς οἰκίας ὁ πολιτικὸς οὗτος τάττεται, ἵνα καὶ τῶν κατὰ σῶμα, τὴν Αἴγυπτον, καὶ τῶν κατὰ ψυχήν, ἅπερ ἐν τῷ πατρικῷ οἴκῳ [*](4 στενάζειν coni. Mang. 5 ἀφρόνων] ἀνθρώπων coni. Mang. 6 μηδὲν Η 7 πλημμύρη P, πλημμυρεῖ H2 10 ἦν om. Α 12 εἴρεται P 13 τὰ M: μοι τὰ AHP μοι MHP: om. Α, μου v 15. 16 γεννητοῦ Α 16 ἀγέννητον A, τοῦ ἀγεννήτου coni. Mang. ὕμνου MP: ὕμνον ΑΗ ποιήσῃ scripsi: ποιήσειεν codd. 17 διοικίζουσιν coni. Mang. 19 ἑταιρείαν Η2 μεσιτεύειν A: μεσεύειν MH1P, μεθοδεύειν Η2 20 ἀρετῶν] ἀγαθῶν conicio 25 prius αὐτοῦ secl. Cohn 28 ἅπερ MAP2: ἅπαν HP1, ἁ πάντα v 28. 300,1 θησαυροφυλακῆται. Α) [*](8 Hom. Z 484.)

v.2.p.300
θησαυροφυλακεῖται, κατ’ ἴσον ἐφάπτηται; ὅταν μὲν γὰρ λέγῃ „τοῦ θεοῦ εἰμι“ (Gen. 50, 19) καὶ τὰ ἄλλα ὅσα συγγενῆ τούτῳ, τοῖς τῆς πατρῴας οἰκίας ἐμμένει νομίμοις· ὅταν δὲ ἐπὶ „τὸ δευτερεῖον ἅρμα“ τοῦ βασιλεύειν νοῦ δοκοῦντος ἀνέρχηται, Φαραώ (Gen. 41, 43), τὸν Αἰγυπτιακὸν πάλιν ἱδρύεται τῦφον.