De Migratione Abrahami

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἐπειδὰν δὲ τούτοις ἀλείπταις χρησάμενος ὁ [*](1 ἐφάπτηται scripsi: ἐφῆται ΜΗΡ, ἐφεῖται Α, ἐφίκηται coni. Mang. 2 τούτω H2: τούτων ceteri, quod servari potest, si lacunam lin. 1 post εἰμι statuas 3 ἐμμένειν Α 5 ἐνδύεται coni. Mang. 7 τούτω HP 8 ἐπαμφοτερίζων A 9 ποτὲ P 12 φονούσης Α 16 συγκεχεῖσθαι A δὲ MA, s. s. P2: δ’ s. s. H 16. 17 καθ’ αὐτὰ] καὶ αὐτὰ conicio 18 αὐτῶ Η 19 διοικιεῖ coni. Mang. 21 αὐτῆς Α τὰς om. HP1 22 ’Eσχώλ] ἐν σιχώλ H2 25 ναὶ ἔνθερμον om. MA 20. ἄν H: ἐὰν MAP 27 καὶ om. Α ὐπὸ H2: ὑπέρ ceteri διηγεῖσθαι Α)

v.2.p.301
νοῦς μηδὲν ἐλλείπῃ τῶν πρὸς ἄσκησιν, συνομαρτεῖ καὶ συντρέχει τελείᾳ φρονήσει, μήθ’ ὑπερέχων μήθ’ ὑπερεχόμενος, ἀλλὰ ἰσαίτατα καὶ ἰσοστάσια βαίνων. δηλοῖ δὲ τὸ λόγιον ἐν ᾧ σαφῶς εἴρηται, διότι πορευθέντες ἀμφότεροι ἀνῆλθον „ἐπὶ τὸν τόπον ὃν εἶπεν ὁ θεός“ (Gen. 22, 3).

ὑπερβάλλουσά γε ἰσότης ἀρετῶν, ἁμιλλησαμένων πόνου μὲν πρὸς εὐεξίαν, τέχνης δὲ πρὸς τὴν αὐτοδίδακτον φύσιν, καὶ δυνηθέντων ἴσα τὰ ἆθλα τῆς ἀρετῆς ἐνέγκασθαι· ὥσπερ ἂν εἰ ζωγραφία καὶ πλαστικὴ μὴ μόνον ὡς νῦν ἀκίνητα καὶ ἄψυχα ἐδημιούργουν, ἴσχυον δὲ κινούμενά τε καὶ ἔμψυχα τὰ γραφόμενα καὶ πλαττόμενα ποιεῖν· ἐδόκουν γὰρ ἂν φύσεως ἔργων οὖσαι τὸ πάλαι μιμητικαὶ τέχναι φύσεις αὐταὶ γεγενῆσθαι τὰ νῦν.

ὁ δὲ ἐπὶ τοσοῦτον ἄνω μετέωρος ἐξαρθεὶς οὐδὲν ἔτι τῶν τῆς ψυχῆς μερῶν κάτω τοῖς θνητοῖς ἐνδιατρίβειν ἐάσει, πάντα δ’ ὥσπερ ἐκ σειρᾶς ἐκκρεμασθέντα συνεπισπάσεται. διὸ καὶ λόγιον ἐχρήσθη τῷ σοφῷ τοιόνδε· „ἀνάβηθι πρὸς κύριόν σου, σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ“ (Exod. 24, 1).

τοῦτο δέ ἐστι τοιοῦτον· ἀνάβηθι, ὦ ψυχή, πρὸς τὴν τοῦ ὄντος θέαν εὐαρμόστως, λογικῶς, ἑκουσίως, ἀφόβως, ἀγαπητικῶς, ἐν ἀριθμοῖς ἁγίοις καὶ τελείοις ἑβδομάδος δεκαπλασασθείσης. Ἀαρὼν μὲν γὰρ προφήτης λέγεται Μωυσέως ἐν τοῖς νόμοις, ὁ γεγωνὸς λόγος προφητεύων διανοίᾳ, Ναδὰβ δὲ ἑκούσιος ἑρμηνεύεται, ὁ μὴ ἀνάγκῃ τιμῶν τὸ θεῖον, καὶ Ἀβιοὺδ πατήρ μου· οὗτος ὁ μὴ δι’ ἀφροσύνην δεσπότου μᾶλλον ἢ πατρὸς διὰ φρόνησιν ἄρχοντος θεοῦ δεόμενος.

αἵδ’ εἰσὶν αἱ τοῦ βασιλεύειν ἀξίου νοῦ δορυφόροι δυνάμεις, ἃς συνέρχεσθαι τῷ βασιλεῖ παραπεμπούσας αὐτὸν θέμις. ἀλλὰ γὰρ δέος ἐστὶν ἀναβαίνειν πρὸς τὴν τοῦ ὄντος θέαν ψυχῇ δι’ ἑαυτῆς ἀγνοούσῃ τὴν ὁδόν, ὑπὸ ἀμαθίας ἅμα καὶ τόλμης ἐπαρθείσῃ — μεγάλα δὲ τὰ ἐξ ἀνεπιστημοσύνης καὶ πολλοῦ θράσους παραπτώματα —·